Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀμάγη γυνὴ Μηδοσάκκου βασιλέως Σαρματῶν τῶν ἐπὶ τὴν Ποντικὴν παραλίαν καθηκόντων ὁρῶσα τὸν ἄνδρα τρυφῇ προσέχοντα καὶ μέθῃ αὐτὴ μὲν τα πολλὰ ἐδίκαζεν, αὐτὴ δὲ καὶ τὰς φυλακὰς τῆς χώρας καθίστατο καὶ τὰς ἐπιδρομὰς τῶν πολεμίων ἀνέστελλε καὶ τοῖς ἀδικουμένοις τῶν προσοίκων συνεμάχει. καὶ τὸ κλέος αὐτῆς λαμπρὸν ἦν ἀνὰ πάντας τοὺς Σκύθας, ὥστε καὶ οἱ [τὴν] Ταυρικὴν κατοικοῦντες Χερρονησῖται κακῶς πάσχοντες ὑπὸ τοῦ βασιλέως τῶν παρακειμένων Σκυθῶν ἐδεήθησαν αὐτῆς γενέσθαι σύμμαχοι. ἡ δὲ τὸ μὲν πρῶτον ἐπέστειλεν ἀπέχεσθαι Χερρονήσου κελεύουσα, ὡς δὲ κατεφρόνησεν ὁ Σκύθης, παραλα- βοῦσα ἑκατὸν εἴκοσιν ἄνδρας τοὺς ψυχὴν καὶ σῶμα ἀλκιμωτάτους, τρεῖς ἵππους ἑκάστῳ παραδοῦσα διέδραμε νυκτὸς μιᾶς καὶ ἡμέρας χίλια καὶ διακόσια στάδια καὶ τοῖς βασιλείοις ἐξαίφνης ἐπιστᾶσα τοὺς μὲν ἐπὶ θυρῶν ἅπαντας ἀπέκτεινε, τῶν δὲ Σκυθῶν ὡς ἐν ἀπροσ- δοκήτῳ δεινῷ ταραχθέντων καὶ νομισάντων οὐχ ὅσους ἔβλεπον ἥκειν, ἀλλὰ πολλῷ πλείονας εἶναι τοὺς ἐπερ- χομένους, Ἀμάγη μεθʼ ἦς εἶχεν ὁρμῆς ἐς τὸ βασίλειον [*](1 καθεικότος K; καθήκοντος F || 3 τῶν del. K || 8 Ἀμόργη coni. Roth || 16 [τὴν] K || 18 αὐτοῖς γενέσθαι σύμμαχον Patakis.)

418
ἐμπεσοῦσα τὸν Σκύθην καὶ τοὺς συνόντας αὐτῷ συγ- γενεῖς καὶ φίλους ἀποκτείνασα Χερρονησίταις μὲν ἀπέδωκε τὴν χώραν, τῷ δὲ παιδὶ τοῦ πεφονευμένου τὴν βασιλείαν ἐνεχείρισε παρεγγυήσασα δικαίως ἄρχειν καὶ ἀπέχεσθαι τῶν προσοικούντων Ἑλλήνων καὶ βαρ- βάρων ὁρῶντα τὸ τέλος τοῦ πατρός.