Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ῥωμαῖοι Κελτῶν τὴν Ρώμην λαβόντων συνθήκας πρὸς αὐτοὺς ἐγράψαντο φόρους τελεῖν, πύλην ἀνε- [*](Cap 24 § 7. Cf. Appian. b. civ. 4. 82 86.) [*](Cap 25. § 1. Cf. Appian. Celt fragm. 7.) [*](1 ἀνδραγαθήσασιν H || 3 cap. 24 § 4 in F perperam ite- ratur 6 περεοῦσθαι F (id. v. 18) Ἀνδρίαν F (sic etiam v. 19) || Μούρκιος scripsi cum F v. 13; Μοῦρκος Wesseling, obs. crit. p. 42 coll. Appian. b. civ. 4, 82 sq.; Mούκιος F || 7 ἐφορμώντων M, unde W coni. ἐφορμούντων || νησῖδι Hertlein; νησίδι F (sic etiam vv. 11. 16) || 9 Μούκιον F || 11 ἐπιπλευσομένας vulg. || 17 Μορκίου F || 22 Ρώμην F] πόλιν vulg. || 23 ἠνεῳγμένην F, corr. K: cf. 7, 5.)

391
ῳγμένην παρέχειν διὰ παντὸς καὶ γῆν ἐργάσιμον. Κελτοὶ μὲν ἐπὶ τούτοις ἐστρατοπέδευον, Ῥωμαῖοι δὲ ὡς φίλοις ξένια πολλὰ ἔπεμψαν καὶ οἶνον πάμπολυν. οἱ βάρβαροι, φύσει δὲ τὸ Κελτικὸν ὑπέροινον, πολὺν ἀρυσάμενοι τὸν οἶνον ὑπὸ μέθης ἔκειντο, Ῥωμαῖοι δὲ ἐπελθόντες ἅπαντας κατέκοψαν. ἵνα δὲ κατὰ τὰς συν- θήκας ἅπαντα ποιῆσαι δοκοῖεν, ἐπὶ πέτρας ἀπροσβάτου πύλην ἀνεῳγμένην κατεσκεύασαν.

Οἱ περὶ Αἰνείαν Τρῶες φεύγοντες Ἰταλία προσ- έσχον καὶ ἀμφὶ ταῖς ἐμβολαῖς τοῦ ποταμοῦ τοῦ Θύ- βριδος ἐναυλόχουν. οἱ μὲν δὴ Τρῶες ἀνὰ τὴν χώραν ἠλώντο, αἱ δὲ γυναῖκες αὐτῶν βουλεύονται. Ῥώμη Τρωας ἀγορεύει μέχρι ποῦ πλανώμεθα; μέχρι ποῦ πλέομεν; τὰ πλοῖα καταφλέξωμεν καὶ τοὺς ἄνδρας εἰς ἀνάγκην καταστήσωμεν τήνδε τὴν γῆν κατοικῆσαι.᾿  ταῦτα εἰποῦσα πῦρ πρώτη ἐνῆκε ταῖς ναυσὶ καὶ μετ᾿  αὐτὴν αἱ λοιπαὶ Τρῳάδες· οἱ δὲ Τρῶες ἀπορούμενοι νεῶν Ἰταλίαν κατῴκησαν.

Ῥωμαῖοι Κοριολανὸν ἐδίωξαν. ὁ δὲ φυγὰς ἧκεν ὡς Τυρρηνοὺς νίκην κατὰ Ῥωμαίων ὑπισχνούμενος. πιστεύουσι Τυρρηνοὶ καὶ στρατηγὸν ἀποφαίνουσιν, ὁ δὲ νικήσας ἐν μάχαις πολλαῖς τέλος ἐπʼ αὐτὴν ἐφέρετο τὴν πόλιν αἱρήσων κατὰ κράτος. Ῥωμαίων αἱ μητέρες — ἡγεῖτο δὲ αὐτῶν Οὐετηρία μήτηρ Κοριολανοῦ — [*](Cap. 25. § 2. Cf Plut. de virt. mul. 1; Romul. 1; quaest. Rom. 6; Dionys. Halic. 1, 72; Festus p. 269 (Müller).) [*](Cap. 25 § 3 Cf. Plut. Coriol. 36; Dionys Halic. 8, 48; Dio Cass. fr. 18, 3 sqq,; Liv. 2, 39 sq.) [*](5 ἀφυσάμενοι vulg., cf. 1, 3, 1 || 10 ἐκβολαῖς Maasv. || Οὔβρι- δος F, Θύμβριδος vulg. || 11 δὴ F] om. M 13 Τρῶας F || 14 πλέωυεν? W || 15 κατοικῆσαι Roth; κατοικίσαι F || 20 Tυρρηνοὺς Κ; Tυρήννην F || 24 Οὐετηρία F; Ούετουρία vulg.)

392
προελθοῦσαι τῆς πόλεως ἀπήντων τοῖς πολεμίοις ὡπλισμένοις καὶ Κοριολανῷ προσπεσοῦσαι ἱκετηρίας προίσχουσι. τὸ δὲ κεφάλαιον τῆς ἱκεσίας ἦν· [εἰ] τὴν πόλιν αἱρεῖν ἔγνωκας, πρότερον τὴν μητέρα τὴν σὴν καὶ πάσας τὰς Ῥωμαίων μητέρας ἀπόκτεινον. Κο- ριολανὸς ἔπαθεν, ἐδάκρυσεν, ἀνέζευξεν. ἡ μὲν ἀνά- ζευξις εὐσεβὴς, ὀλέθριος δὲ τῷ στρατηγῷ· Γυρρηνοὶ γὰρ ὡς προδόντα νίκην φανερὰν ἐψηφίσαντο θανάτῳ κολασθῆναι.