Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e. 53, 2)

Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ ἀνήρει πάντας, ἀλλʼ ἐδεκάτευεν.

Σεβαστὸς τοῖς διὰ δειλίαν ἀπολιπομένοις κριθὰς ἀντὶ πυρῶν ἐκέλευε μετρεῖσθαι.

[*](e. 53, 3)

Σεβαστὸς τοὺς ἐπὶ στρατοπέδου τι ἁμαρτόντας ἐκέ- λευσε πρὸ τοῦ στρατηγείου λυσιζώνους ἑστάναι, ἔστι δὲ ὅτε καὶ πλινθοφορεῖν διʼ ὅλης ἡμέρας.

[*](e. 1)

Σεβαστὸς τοῖς ἑαυτοῦ στρατηγοῖς παρήγγελλεν ἀσφαλείας πεφροντικέναι μάλιστα καὶ συνεχῶς ἐπέλεγε τὸ ῾ σπεῦδε βραδέωςʼ καὶ τὸ

  • ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης᾿.
  • [*](Cap. 23. §§ 32. 33. Ex Suet, Divo Iulio 77.)[*](Cap. 24. § 1. Ex Suet. Divo Augusto 24.)[*](Cap. 24. §§ 2. 3. Ex eodem 24.)[*](Cap. 24. §§ 4—6. Ex eodem 25.)[*](1 τῶν om. vulg. || 3 τοῦ θύτου Davisius (vates V); τοιούτου F 8 ἐθάρησαν F || 12 ἀπολειπομένοις F || 13 πυρρῶν F || 14 τι ἁμαρτόντας Hertlein; διαμαρτῶντας F; διαμαρτάνοντας H || ἐκέ- λευσε H; ἐκέλευε || 15 στρατηγείου H; στρατηγοῦ F || λυσιζώνου F || ἔστάναι καὶ θρηνεῖν διʼ ὅλης ἡμέρας, ἐνίοτε δὲ καὶ γυναι- κῶν στολὴν ἐδίδου φορεῖν H: quae cum apud Suetonium desint, aliunde assuta esse existimat W, ut supra p. 154, not. e Plut. Phoc. 23 || 17 παρήγγελλεν Κ; παρήγγειλεν F || 20 Cf. Eurip. Phoen. v. 600.)
    390

    Σεβαστὸς τοῖς ἀνδραγαθοῦσιν ἀργυρίου καὶ χρυ- [*](e. 55, 4) σίου μεγάλας ἐδίδου δωρεάς.

    Σεβαστὸς τοὺς ἄνευ λυσιτελείας ῥιψοκινδύνους ἔλεγε [*](e. 1) μηδὲν διαφέρειν τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων.

    Σεβαστὸς ἐν τῷ πρὸς Κάσσιον καὶ Bροῦτον πο- λέμῳ περαιοῦσθαι τὸν Ἀδρίαν ἐβούλετο· Μούρκιος, ναύαρχος τῶν πολεμίων ἐφορμῶν ἐν τῇ νησῖδι τῇ κατὰ Βρεντήσιον, κωλύσων δῆλος ἦν. ὁ Σεβαστὸς ἐξαπατᾷ τὸν Μούρκιον ὡς μέλλων πρὸς αὐτὸν ναυ- μαχεῖν καὶ τὰς μὲν τριήρεις ἐν δεξιᾷ τοῦ Ἀδρίου παρὰ τὴν Ἰταλίαν ἔταξε πλεῖν ὡς τῇ νησῖδι ἐπιπλευ- σουμένας, αὐτὸς δὲ φορτίδας πύργων ἐπλήρου καὶ μη- χανημάτων. Μούρκιος δὲ ἐξαπατηθεὶς τῇ παρασκευῇ τῆς ναυμαχίας ἐς τὸ πέλαγος ἀνεχώρησεν ὡς ἐν εὐρυ- τέρῳ μᾶλλον ἢ στενῷ ναυμαχήσων. ὁ δὲ Σεβαστὸς οὐ συνῆψε μάχην, ἀλλὰ ἐν τῇ νησῖδι καθωρμίσατο. Μουρκίου δὲ ἄλλον ὅρμον οὐκ ἔχοντος, ἀλλὰ βιασθέν- τος ὑπὸ τῶν πνευμάτων ἐς τὴν Θθεσπρωτίδα περαιοῦ- σθαι, ὁ Σεβαστὸς τὸν Ἀδρίαν ἀκινδύνως διαπλεύσας τῇ Μακεδονίᾳ προσέσχεν.