Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἄρατος ἐκράτησεν Ἀκροκορίνθου φρουρὰν ἔχον- [*](243) τος, ἣν ἐγκατέστησεν Ἀντίγονος φύλακα τάξας ἐπʼ αὐτοῦ [*](Cap. 4. § 3. Cf Plut. Philopoem. 9.) [*](Cap 5. Cf. Plut. Arat. 18 sqq. — Droysen III, 1, p. 412, not. 1; J. p. 649.) [*](2 ἐπηνωρθοῦντο F] ἐπανωρθοῦτο vulg. || 4 Εὐρότα F || 5 ἀποχαλινῶσαι Roth; ἀποχαλινοῦσι F; ἀποχαλινοῦν Cas.; cf. H ἀποχαλινωσάντας τοὺς ἵππους ποτίζειν || 7 δὲ F] οὖν H; om. vulg. || 9 (τῶν) del. Hertlein || 11 ἀνεχώρησαν H || 14 περικνημῖσι Plutarch. || 17 [καὶ τοῖς] Hertlein Iahnii annal. 1867, p 607 || 21 φρουρὰν M marg. pr m; φρουρὰς F || 22 ἣν F] ἃς vulg. || φύ- λακα F] φύλακας vulg. || αὐτοῦ F] αὐτούς vulg.; αὐτοῖς R.)

284
Περσαῖον τὸν φιλόσοφον καὶ Ἀρχέλαον τὸν στρατηγόν. ἦν δὲ ἄρα τὸ στρατήγημα τοιόνδε. ἦσαν ἐν Κορίνθῳ τέσσαρες ἀδελφοὶ Σύροι τὸ γένος, ὧν εἷς ἦν Διοκλῆς τῶν φρουρούντων Ἀκροκόρινθον. οἱ τρεῖς κλέψαντες βασιλικὸν χρυσίον ἧκον ἐς Σικυῶνα πρὸς Αἰσίαν τραπε- ζίτην, καὶ Ἄρατος διὰ τὴν τοῦ νομίσματος ἐργασίαν ἐχρῆτο· παρασχόντες τούτῳ τὸ χρυσίον κατήλλασσον. εἷς αὐτῶν Ἐργῖνος, πλεονάκις φοιτῶν καὶ τῷ τραπε- ζίτῃ κοινωνήσας ἑστίας καὶ σπονδῶν, λόγου παραπε- σόντος περὶ τῆς φρουρᾶς τοῦ Ἀκροκορίνθου, ὡμολόγησε παρὰ τὸ κρημνῶδες ἐντομὴν ἑωρακέναι πλαγίαν, ᾗ χθαμαλὸν καὶ εὐεπίβατον εἶναι τὸ τεῖχος. ὁ τραπεζίτης ἀνήγγειλεν Ἀράτῳ. ὁ δὲ πολλῇ σπουδῇ τὸν Ἐργῖνον φιλοποιησάμενος, συντίθεται τάλαντα ἑξήκοντα δώσειν, εἰ διʼ αὐτοῦ κρατήσειεν Ἀκροκορίνθου. Ἐργῖνος ὑπι- σχνεῖται μετὰ τῶν ἀδελφῶν τοῦτο πράξειν. ἦν μὲν δὴ πάντα πρὸς τὴν ἐπίθεσιν εὐτρεπῆ. Ἄρατος δὲ κελεύει τὴν ἄλλην δύναμιν ἐν τοῖς ὅπλοις ἐγρηγορέναι, αὐτὸς δὲ τετρακοσίους λογάδας ἀναλαβὼν υύκτωρ ἧκε πρὸς τὸ τεῖχος καὶ κλίμακας τῷ χθαμαλῷ προσβαλὼν ὑπερέβη. τῶν δὲ ἔνδον αἰσθομένων ἐγένετο νυκτομαχία καρ- τερὰ τῆς σελήνης τοτὲ μὲν φῶς παρεχούσης τοῖς μα- χομένοις, τοτὲ δὲ ὑπὸ τὰ νέφη δυομένης, καὶ τοῦ σκότους ποιοῦντος τὴν μάχην φοβερωτέραν. τέλος οἱ [*](5 Αἰγίαν Plut. || τραπεζείτην F || 7 παρασχόντες Rud. Schoell; παράσχῃ F; [καὶ] παρὰ K; παρά γοῦν Cas. ; παρεῖχον τούτῳ . . . . καταλλάσσειν C ex coni. κατήλλασσον F] κατέλυσεν D; κατήν- τησεν m || 10 τοῦ K; τῆς F: cf. 4, 6, 1 || 11 πρὸς Plut || παγίαν F || ᾗ Maasv.; ἢ F; καὶ vulg. || 12 ἐπίβατον vulg. || εἶναι F; ἐστι K || 14 ξ΄ i. e. ἑξήκοντα Plut. ; ζ΄ ι. e. ἑπτά F || 16 πράξειν Hert- lein coll. Plut. συντίθεται . . . συμπράξειν; πρᾶξαι F || 20 τῷ]  τόπῳ Patakis || 21 καρτερὰ F] κρατερὰ D vulg.)
285
περὶ τὸν Ἄρατον ἐκράτησαν καὶ ἀνατέλλοντος ἡλίου τὰς πύλας ἀνοίξαντες τὴν λοιπὴν δύναμιν εἰσεδέξαντο. Ἄρατος δὲ Ἀρχέλαον μὲν ἁλόντα ἀφῆκε, Θεόφραστον δὲ ἀνεῖλεν οὐ βουλόμενον ἀπαλλάσσεσθαι· Περσαῖος δὲ ὁ φιλόσοφος τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διαφυγὼν ἐκεῖθεν πρὸς Ἀντίγονον ᾤχετο.