Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](253—183)

Φιλοποίμην οὐκ ἐνόμιζε προσήκειν ἀγαθῷ στρα- τηγῷ τῆς φάλαγγος ἡγεῖσθαι· ἀλλὰ τοτὲ μὲν [ἐν] πρώ- τοις, τοτὲ δὲ ἐν ἐσχάτοις, πολλάκις δὲ καὶ κατὰ μέσους [*](Cap. 3. Cf. Aeneas Tect. 33 sq.) [*](4 ἐμπιπτούσαις scripsi; ἐμπιπτόντων F; ἐμπίπτοντα Cas. || 8 βλάπτουσα F, corr. vulg. || 12 διακαίεσθαι R || κατὰ K Hert- lein; μετὰ F || 18 προσαρτώμενος M ; προσαρτυώμενος F: cf. περιαρτᾶν H || 19 πίλους RK; πλείους F || 23 [ἐν]  Cas.)

283
παριππεύων καὶ πάντας ἐφορῶν ἀεὶ τὸ ἁμαρτανόμενον ἐπηνωρθοῦτο.

[*](e. 12, 8)

Φιλοποίμην ὑπὸ Λακεδαιμονίων ἐδιώκετο· καὶ ὅσον οὔπω καταλαμβανόμενος, τὸν Εὐρώταν διαβὰς προσέ- ταξε τοῖς ἱππεῦσιν ἀποχαλινῶσαι τοὺς ἵππους καὶ ἀπὸ τοῦ ποταμοῦ ποτίζειν, τοὺ παρακειμένου τόπου δασέος ὄντος καὶ πολλὴν ὕλην ἔχοντος. οἱ δὲ Λακεδαιμόνιοι πολὺ τὸ θράσος ἰδόντες τῶν ἀποχαλινωσάντων τοὺς ἵππους καὶ (τῶν) ποτιζόντων ὑπώπτευσαν ἐν τῇ ὕλῃ συμμάχους τοῦ Φιλοποίμενος πολλοὺς ἀποκεκρύφθαι καὶ μὴ τολμήσαντες διαβῆναι τὸν ποταμὸν ἀνέστρεψαν.

Φιλοποίμην ἐδίδαξε τοὺς Ἀχαιοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα καὶ σάρισαν λαβεῖν, κράνεσι δὲ καὶ θώραξι καὶ προκνημῖσι φράξασθαι, μόνιμον δὲ καὶ βεβηκυῖαν μάχην ἀσκεῖν ἀντὶ δρομικῆς καὶ πελταστικῆς, τρυφὰς δὲ καὶ πολυτελείας ἐσθήτων καὶ δείπνων ἀφε- λεῖν, μόνοις δὲ τοῖς ἀναγκαίοις [καὶ τοῖς] ἐν στρατείᾳ χρησίμοις ἀρκεῖσθαι. ταῦτα διδάξας Φιλοποίμην ἐν ταῖς πλείσταις μάχαις εὐδοκιμοῦντας εἶχε τοὺς στρατιώτας.