Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

269

Διόγνητος Ἀθηναῖος βουλόμενος κρατῆσαι πόλεώς τινος, ἀποβιβάσας κρύφα στρατιώτας νυκτὸς καὶ λόχον ἐγκαθίσας, μεθʼ ἡμέραν αὐτὸς ἐπέπλει φανερῶς. οἱ μὲν ἐκ τῆς πόλεως ἐπὶ τὰς ναῦς ἐβοήθουν· οἱ δὲ ἐνε- δρεύοντες ὥρμησαν ἐπὶ τὴν πόλιν καὶ ῥᾳδίως αὐτῆς ἐκράτησαν. Διόγνητος προσπλεύσας καὶ καθορμισθεὶς, ἐκβιβάσας τοὺς ἐκ τῶν νεῶν ἐχειρώσατο τοὺς ἐπὶ τὴν βοήθειαν ἐξελθόντας.