Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀρχέβιος (ἦν) Ἡρακλεώτης, τῶν πολεμίων ἀποβάσεις ποιουμένων συνεχεῖς, πλοῖα τῶν ἁλιευτικῶν ἀνασπάσας καὶ διὰ τῆς τρόπιος δεσμοῖς αὐτὰ δυσκίνητα ποιήσας αὐτὸς μετά τινων ἐνήδρευεν. σαλπιγκτὴς ἦν ἐπὶ δένδρου σκοπός. οὗτος ἰδὼν τοὺς πολεμίους προσορμισθέντας νηὶ μακρᾷ καὶ τριακοντόροις δυσὶ καὶ ἀποβάντας καὶ τοὺς μὲν ἁρπάζοντας, τοὺς δὲ τὰ πλοῖα τῶν δεσμῶν ἀπολύοντας ἐσήμηνε τῇ σάλπιγγι. Ἀρχέβιος τοὺς ἐνε- δρεύοντας ἀναστήσας τοὺς μὲν πολεμίους διέφθειρε, τὰς δὲ τριακοντόρους αὐτῶν καὶ τὴν ναῦν τὴν μακρὰν ἐς τὸν λιμένα τῆς πόλεως κατήγαγεν.