Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e. 10,2)

Πομπίσκος Ἀρκὰς ἀεὶ στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτε, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν ἄλλας, ὅπως οἱ κατάσκοποι ἢ οἱ νύκτωρ ἐπιτιθέμενοι διὰ τῶν ἀρχαίων ὁδῶν πορευόμενοι ἐμπίπτοιεν τοῖς ὀρύγμασι, τῶν δὲ καινῶν ἀπείρως ἔχοιεν.

[*](e.20,3)

Πομπίσκος τῶν πολεμίων ἐγγύθεν τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττόντων, ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγμασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.

[*](Cap. 32. § 2. Cf. 7 p. 495.)[*](1 ποιουμένοις Cas. Κ || 6 αὐτὰς F || 9 [καὶ οἱ πολέμιοι τοῦτο] W; [Οἰ] συνιδόντες [οἱ πολέμιοι] Cas. R; τὸ αὐτὸ δὲ καὶ οἱ πο- λέμιοι ἐποίησαν H || 11 ἐπιβάντες, ἐπιπλεύσαντες ; τοὺς ἐπι- βάντας ἐπιπλεύσαντας F || 13 ἀσχολούμενοι F || 16 κατέσκαπτε Κ: cf. 5, 10, 3 || 17 ἀλλʼ ὅπως F || 18 ἐπιτιθέμενοι H; ἐπιθέμενοι F || 21 ἐγγύθεν ὄντων καὶ τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττομένων H.)
266

Πομπίσκος περιστρατοπεδεύων πόλιν ἐπὶ μὲν τὴν [*](e. 9,3) πολλὴν τῆς χώρας ἐξιέναι τοὺς πολεμίους ἐκώλυσεν, ἐπὶ δὲ τόπον ἕνα συνεχώρησε καὶ τοῖς ληιζομένοις ἀπέχεσθαι τοῦ τόπου τούτου προσέταξεν. οἱ δὲ ἐκ τῆς πόλεως ἀδεῶς ἐνταῦθα προῄεσαν. ὁ δὲ παρὰ τῶν σκοπῶν ὡς ἔμαθε τοὺς ἥκοντας [ὄντας] πολλοὺς, ἐπιθέ- μενος τοὺς πλείστους αὐτῶν ἐχειρώσατο.

Πομπίσκος χωρίον πολιορκῶν, ἑλεῖν οὐχ οἷός τε [*](e. 31,12) ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μεταπεμπομένων ἀποροίη, πῶς ἄν ἀπολίποι τὴν πολιορκίαν· οἱ δὲ ἡσθέντες καὶ μετʼ οὐ πολὺ τὴν στρατιὰν ἀναχωροῦσαν ἰδόντες, πιστὸν εἶναι τὸν αὐτό- μολον ἡγούμενοι, προελθόντες πολλὰ ἐκ τοῦ στρατο- πέδου διήρπαζον. ὁ δὲ Πομπίσκος ἀναστρέψας. ἐπιθέ- μενος, καταλαβών ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.

Πομπίσκος, ἴνα θᾶττον οἱ κατάσκοποι τῶν πο- λεμίων ἁλίσκοιντο, εἰσόδους ὀλίγας [εἰς] τὸ στρατόπεδον [κατεσκεύαζε καὶ πίλον] ἐτίθει παρʼ αὐτὰς ἐπὶ ὑψηλοῦ· καὶ τοῖς πορευομένοις εἰς τὰς προνομὰς παρηγγέλλετο παρὰ τὸν πίλον διέρχεσθαι. οἱ δὴ κατάσκοποι τὰς διόδους ταύτας ὡς φανερὰς φυλαττόμενοι διὰ τῶν πλαγίων ὑπιέναι πειρώμενοι ταχέως ἡλίσκοντο.

Πομπίσκος κατασκόπους ἔπεμπεν ἄνδρας ἀγνῶτας e. ἀλλήλοις, ἴνα μη συντίθοιντο μηδὲ ψευδάγγελοι γί- γνοιντο. ἀπηγόρευε δὲ αὐτοῖς μηδενὶ τῶν ἐν τῷ στρα- [*](3 συνεχώρησε Cas.; συνεχῶς F: cf συνεχώρει H || 5 προήεσαν K; προσήεσαν H; προίεσαν F || 6 [ὄντας] Hertein || 9 καθῆκεν H; καθίστει F || 11 καὶ μετʼ οὐ H; οὐ μετʼ οὐ F || 12 ἀναχωρή- σασαν H || πιστὸν vulg.; ἄπιστον F ; εὔπιστον corr. M rec m. || 13 προελθόντες vulg ; προσελθόντες F; ἀπελθόντες H || 17 [εἰς] τὸ στρατὸπεδον [κατεσκεύαζε καὶ πίλον] Bursian || 22 ὑπιέναι Κ ex V subire; ὑπεισιέναι Patakis 23 ἔπεμπεν F] ἔπεμψεν vulg.)

267
τοπέδῳ διαλέγεσθαι, ὅπως μή τινες αὐτοὺς φθάνοντες ἐξαγγείλωσι τοῖς πολεμίοις τὴν μέλλουσαν αὐτῶν ἄφιξιν.