Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Νίκων Σάμιος κυβερνήτης πλησίον τριήρων πο- λεμίων ὁρμουσῶν βουλόμενος παραπλεύσας λαθεῖν τὴν ἀλοιφὴν τῆς αὐτοῦ νεὼς ὁμοίαν καταχρίσας ταῖς πολε- μίαις τριήρεσι, τάξας τοὺς ἀρίστους καὶ τοῖς σώμασιν εἰρωστοτάτους ἐρέτας ἔπλει παρʼ αὐτὰς τὰς πρῴρας τῶν πολεμίων τριήρων ὡς φίλος ὥν αὐταῖς. προελθὼν ἐπ ἐσχάτων τῶν ὁρμουσῶν νεῶν ἐξέπλευσε καταπε- πληγότων καὶ θαυμαζόντων τὸ δρώμενον τῶν πολεμίων. καὶ τότε ἐγνώσθη πολέμιος ὥν, ὅτε μηκέτι καταληφθῆναι οἷός τε ἦν.