Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](c. 191)

Παυσίστρατος, ναύαρχος Ῥοδίων, παρήγγειλεν ἀριθμὸν καὶ ἐξόπλισιν τοῖς στρατιώταις. ἐπεὶ δὲ προ- ῆλθον ἐν τοῖς καλλίστοις ὅπλοις, ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τὰς ναῦς καὶ πάντας ἐμβιβάσας ἐκέλευσεν ἀπερείσασθαι τὰ ὅπλα κατὰ κόσμον ἕκαστον καὶ τοῦ μηδὲν ὅπλον ἐκκομισθῆναι φύλακας κατεστήσατο.