Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Θέογνις, Ἀθηναίων στρατηγὸς, ὁρῶν τοὺς στρα- τιῶώτας περὶ τῶν ἡγεμονιῶν καὶ τῶν τάξεων στασιά- ζοντας νύκτωρ προσέταξε πέμψαι τινὰς τῶν ἱππέων καὶ τῶν κούφων παραγγείλας ἐπιφανῆναι ὡς πολεμίους κατʼ ἄκρον τι χωρίον, ἀφʼ οὐ μάλιστα ἔμελλον ὀφθή- σεσθαι. ἐπιφανέντων ὁ Θέογνις μετὰ θορύβου καὶ ταραχῆς παρεκάλει τοὺς στρατιώτας, ὡς ἤδη τῶν πο- λεμίων ἐπιφαινομένων, αὐτοὺς καταλαμβάνεσθαι τάξιν τὴν προσήκουσαν· οἱ δὲ διὰ τὸν φόβον τῶν πολεμίων φιλονεικεῖν ἀλλήλοις ἀποστάντες [εἰς] τὰς συνήθεις τάξεις καθίσταντο. ἐπεὶ δὲ κατέστησαν, ὡμολόγησεν [*](Cap. 27. De Pausistrato cf. Liv. 36, 4b; 37, 9 sqq.) [*](Cap. 28. § 1. Cf. Pront. strat. 4, 1, 8.) [*](2 ἀναλαβόντες Patakis coll. 5, 29; ἀπολαβόντες F || 10 Θέο- γνις] Theagenes Frontin. || 14 κούφων Heringe; κορυφῶν F: κορυφαίων duces V ; κατὰ κορυφὴν coni. K || 15 κρον Hertlein in symbolis criticis ad Aeneam Tect. p. 26; ἄλλο F || 18 αὐτοὺς] εὐθὺς Κ || 20 τοῦ] φιλονεικεῖν vulg., sed cf. 3, 9, 20 || [εἰς] add. vulg.)

263
ὁ Θέογνις, τοὺς μὲν πολεμίους εἶναι φίλους· ῾ ὑμεῖς δὲ᾿ , ἔφη, τάξαντες ἑαυτοὺς ἄνευ στάσεως καὶ εἰσαῦθις φυλάττετε τὴν τάξιν, ἥν αὐτοῖς δεδώκατε.ʼ

[*](e. 7,2)

Θέογνις ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας ὑπάρχειν φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας παρήγγειλεν, ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων. [οὕτω δὴ συνέβη τοὺς ἄνευ ὅπλων] ὄντας καὶ χωρι- ζομένους εὐχερῶς [ὡς] κατασκόπους (ὄντας) ἁλίσκεσθαι.