Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.4,7)

Ἀντίοχος ἐπολιόρκει Κύψελα, Θρᾷτταν πόλιν, [*](262—258) ἔχων σὺν αὐτῷ Θρᾳκῶν εὐπατρίδας πολλοὺς, ὧν ἡγοῦντο Τήρης καὶ Δρομιχαίτης. τούτους κοσμήσας στρεπτοῖς χρυσοῖς καὶ ὅπλοις ἀργυροπάστοις προῆλθεν ἐπὶ τὴν μάχην. οἱ δὲ ἀπὸ τῶν Κυψέλων ἰδόντες τοὺς ὁμο- φύλους καὶ ὁμογλώσσους πολλῷ χρυσῷ καὶ ἀργύρῳ κεκοσμημένους, μακαρίσαντες αὐτοὺς τῆς μετʼ Ἀντιόχου [*](Cap. 16. Cf. Droysen III, 1, p. 316 et not 1.) [*](3 Δίων H; Δίνων F, sed infra v. 12 recte Δίωνος || 4 Περ- σικὴν H; καὶ Περσικὴν F || 7 καὶ seclusit ὁ Δίων] ὁδὸν F 11 παρακρημνὸν F, unde scripsi παρακρήμνων; περικρήμνων vulg,; κρημνωδῶν H || ἀπροσδοκήτων F, corr. vulg.; ἀπροσδοκή- τοις Hertlein || ἐπιφανεὶς H; ἐκφανεὶς F vulg. || 15 ἐπολιόρκει H; oppugnabat V; ἐπόρθει F vulg.: cf. ad 4, 9, 4 || 17 Τήρης Droysen 1. 1.; Tίρις F || 18 ἀργυροπάστοις Koen. 454 ut χρυσοπά- στοις 8, 43; ἀργυροπάρτοις F.)

216
στρατείας, τὰ ὅπλα καταβαλόντες Ἀντιόχῳ προσ- ἐθεντο καὶ ἦσαν ἀντὶ πολεμίων σύμμαχοι.