Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

215
[*](e.31,8)

Ἀντίοχος βουλόμενος κρατῆσαι Δαμασκοῦ, ἣν [*](266—263) ἐφύλασσε Δίων Πτολεμαίου στρατηγὸς, ἐπήγγειλε τῇ στρατιᾷ καὶ τῇ χώρᾳ πάσῃ Περσικὴν ἑορτὴν θαλιάζειν προστάξας ἅπασι τοῖς ὑπάρχοις ἀμφιλαφῆ κομίζειν εὐωχίας παρασκευήν. ἐφʼ ἡ πανταχοῦ πανηγυρίζοντος Ἀντιόχου μετὰ πάντων, καὶ ὁ Δίων πυνθανόμενος τὴν τρυφὴν τῆς ἑορτῆς ἐχάλασε τὸ σφοδρὸν τῆς φυ- λακῆς. Ἀντίοχος δὲ προστάξας ἄπυρα σιτία τεσσάρων ἡμερῶν κομίζειν ἤγαγε τὴν στρατιὰν διά τε ἐρημίας καὶ ἀτραπῶν παρακρήμνων καὶ ἀπροσδοκήτως ἐπι- φανεὶς αἱρεῖ Δαμασκὸν, Δίωνος οὐ δυνηθέντος ἀντι- σχεῖν Ἀντιόχῳ παρόντι.