Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Εὐρυπῶν βασιλεὺς Λακεδαιμονίων ὁρῶν τὸν πρὸς [*](e.8,6) Ἀρκάδας πόλεμον μηκυνόμενον στάσιν αὐτοῖς ἐμποιῆ- σαι μηχανώμενος κήρυκα ἔπεμψεν ἀγγέλλοντα Λακε- δαιμόνιοι παύσονται πολεμοῦντες, ἐὰν τοὺς ἐναγεῖς ἐξελάσητεʹ. τούτους δὲ εἶναι τοὺς Ἄγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες, προσδοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἡδύναντο· πολλοὺς δὲ καὶ [δούλους] συμμάχους προσ- εποιήσαντο τὴν ἐλευθερίαν ὑπισχνούμενοι. οἱ δὲ τῆς εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν, ὥστε δίχα δίαι- [*](1 et 2 διηφόντης F 4 ὑπὸ R Κ; ἐπὶ F: cf. 4, 7, 6. 4. 7, 7 || προσωρμίσατο 7 δηιφόντης in διηφόντης corr. F2 8 αἴρουσι F 12 Εύρυπῶν in Addendis; εὐρυτίων FH 15 ἀγγέλοντα F 16 παύσονται H; παύονται F 17 Ἄγιν ἀνῃρηκότας C.Η Fr.Hermann, Staatsalterth. § 22, 1; αἴγιναν ᾑρηκότας F; erravit Od. Müller in Aeginet. p. 50 sq. 21 [δούλους] hoc loco inseruit Hertlein, post πολλοὺς Blume coll. Meursio de regno Laced. cap. 15: cf. 1, 43, 1 23 συνετάχθησαν κατʼ αὐτῶν ὤστε H.)

93
ρεθέντες, ὁπλισάμενοι, προελθόντες παρετάξαντο· οἱ δὲ τὰ τοῦ δήμου φρονοῦντες ἡττηθέντες, πρὸς μέρος τι τοῦ τείχους καταφυγόντες, τὰς πύλας ἀνοίξαντες Λακεδαιμονίους ἐδέξαντο. οἱ δὲ κατέσχον τῇ στάσει Μαντίνειαν, ἧς τῷ πολέμῳ κρατεῖν οὐκ ἡδύναντο.