Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

92

Δηιφόντης τοῖς ωριεῦσι συνέταξεν ἐκκαλεῖσθαι τοὺς Ἀργείους ἐς μάχην. αὐτὸς δὲ τῶν νεῶν ἐπιβὰς ὑπὸ λόφῳ τινὶ περιωρμίσατο, ἔνθα οὐκ ἦν κάτοπτος. σκοπὸς ἤγγειλε Δωριεῖς μὲν περιελαύνουσι λείαν, Ἀργεῖοι δὲ ἐκβοηθοῦσι τὸ στρατόπεδον καταλιπόντεςʹ. Δηιφόντης καὶ οἱ σύμμαχοι τῶν νεῶν ἐκδραμόντες ἔρημον αἱροῦσι τὸ στρατόπεδον. Ἀργεῖοι πατέρων καὶ παίδων καὶ γυναικῶν ἑαλωκότων ἐφʼ ᾧ τε σῶσαι τούτους τήν τε χῶώραν καὶ τὰς πόλεις παρέδωκαν Δωριεῦσιν.