Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](360)

Κλέων Ἀβυδηνοῖς Σηστὸν παρέδωκεν οὐ φανερᾷ [*](e.54,2) μάχῃ, ἀλλʼ ἀφανεῖ τέχνῃ. Θεόδωρος φρουρῶν Σηστὸν, ἑταῖρος Κλέωνος, μοιχεύων γύναιον ἐν προαστείῳ, τῆς ὑδρορρόης διὰ τοῦ τείχους στενῆς φερομένης, ἕνα λίθον ἐξαιρῶν, διὰ νυκτὸς ἐξιὼν καὶ εἰσιὼν τὸν λίθον ἐναρ- μόττων καὶ τοῦτο λανθάνων τῷ Κλέωνι τὸ πραττό- μενον ὡμολόγησεν ὡς παίγνιον. ὁ δὲ τοῖς Ἀβυδηνοῖς τὸ ἀπόρρητον ἐξαγορεύσας ἀσέληνον νύκτα παρατη- ρήσας κατὰ τὴν ὑδρορρόην, τοῦ Θεοδώρου τὸν λίθον ἐξῃρηκότος καὶ περὶ τὴν μοιχείαν ἀσχολουμένου, τοὺς στρατιώτας ὑπεισήγαγεν, οἱ τοὺς φύλακας ἀνελόντες τὰς πύλας ἔνδοθεν ἀνοίξαντες πᾶσαν δεξάμενοι τὴν δύναμιν τῆς Σηστοῦ ῥᾳδίως ἐκράτησαν.