Strategemata
Polyaenus Macedo
Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887
Βρασίδας Ἀμφίπολιν προδοθεῖσαν εἷλε καὶ τοῖς προδόταις κελεύει κλεῖσαι τὰς πύλας καὶ λαβῶν τὰς βαλανάγρας ἔρριψεν ὑπὲρ τὸ τεῖχος, ὅπως ἄν ἀμύ- [*](Cap. 37 falso retuleram ad Cleonem Brasidae adversarium J. p. 439: agitur de re a Demosthene commemorata or. 23, 158; cf Schaefer, Demosth. I, 136 et not. 4.) [*](1 δῃώσων ἐνέβαλλε F] ἐνέβαλε δῃῶσαι vulg.; ἐνέβαλε δῃώ- σων 3 αὑτοῦ Hertlein; αὐτοῦ F || 9 Θεότιμος et 16 Θεοτίμου A. Schäfer mus Rhen. 19 p. 610 ex Hyperide p. Euxen. in. 12 ἐξαίρων F 13 τοῦτο vulg.; τοῦτον F; τοῦτο aut delendum aut τοῦτο [ ποιῶν| scribendum censet R.)
Βρασίδας περὶ Ἀμφίπολιν ἐπολιορκεῖτο ἐπὶ λόφου [*](424) καρτεροῦ προσβαλλόντων ἐν κύκλῳ τῶν πολεμίων. οἱ μὲν δὴ δεδιότες, μὴ νύκτωρ ἀποδραίη, λίθοις περι- ετείχιζον τὸν λόφον καὶ τεῖχος ὑψηλὸν ἤγειρον. οἱ δὲ Δάκωνες ἠγανάκτουν, ὅτι μὴ προῆγεν αὐτοὺς εἰς μάχην, ἀλλὰ περιτειχισθέντες αἴσχιστα λιμῷ ἁλώσοιντο· Βρα- σίδας αὐτὸς ἔφη τὸν καιρὸν τῆς μάχης εἰδέναι. ἐπεὶ δὲ τὸ πλεῖστον τοῦ λόφου περιετετείχιστο, λοιπὸν δὲ ἦν ἀτείχιστον ὅσον πλέθρον αὔταρκες, τοῖς μετʼ αὐτοῦ πρὸς μάχην παρήγγειλε τοῦτον εἶναι τὸν καιρὸν ὁρ- μῶσιν ἐπὶ τὴν ἔξοδον. καὶ δὴ ὁρμήσαντες πολλοὺς τῶν πολεμίων διαφθείραντες ἐσώθησαν· ἡ γὰρ στενο- χωρία ἐλάττονας ὄντας οὐκ ἔβλαψεν· ὁ δὲ περιτειχισμὸς ὠφέλησε κωλύσας μηδένα κατὰ νώτου πολέμιον αὐτῶν γενέσθαι, ὥστε τῷ τείχει τῶν ἐναντίων τὸ μὲν ἐκείνων πλῆθος ἀχρεῖον, ἡ δὲ ἔξοδος ἀσφαλεστέρα τοῖς Δάκω- σιν ἐγένετο.
[*](e.4,2)Βρασίδας ἐπʼ Ἀμφίπολιν ἐλθὼν λάθρα καὶ συν- [*](424) ιδὼν ταραχὴν τῶν ἔνδον οὐχ ἡγούμενος ἀσφαλῆ τὴν ἐξ ἀπονοίας μάχην ἐκήρυξεν Ἀθηναίοις μὲν ἄδειαν ὑποσπόνδοις ἀπιοῦσι καὶ τὰ σφῶν αὐτῶν ἔχουσιν, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι Δακεδαιμονίων γένοιντο. τῷ κηρύγματι πεισθέντες Ἀθηναῖοι μὲν ἀπαλλάσσονται, Ἀμφιπολῖται δὲ Δακε U+00AF [*](Cap. 38. § 2. Cf Front strat. 1, 5, 23—J. p. 439 sq.) [*](Cap 38 § 3. Cf. Thucyd. 4, 105 sq.; Diod. 12, 68.—J. p. 440 sq.) [*](6 ἤγειραν vulg. Κ 16 πολέμιον vulg.; πόλεμον F; τῶν πολε U+00AF μίων Κ; ὠς κατὰ νώτου μὴ δυναμένων τῶν πολεμίων ἐπιτίθεσθαι Η.)
Βρασίδας νυκτὸς ἐπιπλέων Σκιώνῃ τριήρη φιλίαν προπλεῖν ἔταξεν· αὐτὸς δὲ ἐν ὑπηρετικῷ κατόπιν εἴπετο, ὅπως, εἰ μέν τι μεῖζον τοῦ ὑπηρετικοῦ πολέμιον ἐπι- φανείη σκάφος, ἡ τριήρης ἀμύνοι, εἰ δὲ ἀντίπαλος ἄλλη τριήρης, ἐν ὅσῳ πρὸς ἐκείνην διαγωνίζεται, αὐτὸς ἐν τῷ ὑπηρετικῷ διασωθῆναι φθάσειεν.
Βρασίδας ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν [*](e.46,1) οὐραγίαν τῶν πολεμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτον- τας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο.