Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

18

Λυκοῦργος Λακεδαιμονίους θειοτέρῳ φόβῳ κατ- ηνάγκασεν ὑπακοῦσαι τοῖς νόμοις. εἴ τινα νόμον ἐξεῦρε, κομίσας εἰς Δελφοὺς ἠρώτα τὸν θεὸν, εἰ συμ- φέροι· ἡ δὲ προφῆτις χρήμασι πεπεισμένη ἀεὶ συμ- φέρειν ἔχρα. οἱ Λάκωνες φόβῳ τοῦ θεοῦ τοῖς νόμοις ὡς χρησμοῖς ὑπήκουσαν.

Λυκοῦργος παρήγγειλεν ἐπὶ τοὺς αὐτοὺς, ὦ Λά- [*](e.13,1) κωνες, μὴ στρατεύετε πολλάκις, ἵνα μὴ πολεμεῖν τοὺς ἐναντίους διδάσκοιτε᾿.

Λυκοῦργος προσέταττε τοῖς Λάκωσι τοὺς πολε- [*](e.45,1) μίους φεύγοντας μὴ φονεύετε, ἵνα τὸ φεύγειν ἡγοῖντο τοῦ μένειν λυσιτελέστερονʼ.