Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](e.54,1)

Πολύδωρος, Λακεδαιμονίων Μεσηνίοις εἴκοσιν [*](743_724) ἔτεσι πολεμούντων, πρὸς τὸν ἀπὸ τῆς ἑτέρας οἰκίας βασιλέα Θεόπομπον διαφορὰν ὑπεκρίνατο καὶ αὐτό- μολον ἔπεμψεν ἀγγέλλοντα, ὅτι στασιάζουσι δὴ καὶ καταλείψουσιν ἀλλήλους. Μεσήνιοι παρεφύλαττον. Θεόπομπος μὲν ἀνέζευξε καὶ οὐ μακρὰν ἀπέκρυψε τὴν στρατιὰν εἰς ἀναχώρησιν. ταῦτα ὁρῶντες οἱ Με- σήνιοι καταφρονοῦσι μόνου τοῦ Πολυδώρου καὶ πασ- συδὶ τῆς πόλεως προελθόντες ἐτράποντο ἐς μάχην. Θεόπομπος, τῶν σκοπῶν σημηνάντων, ἐξ ἀφανοῦς περι- ελθών τό τε ἄστυ ἔρημον εἷλε καὶ κατόπιν ἐμβάλ- λει τοῖς Μεσηνίοις, οἱ περὶ Πολύδωρον κατὰ πρόσ- ωπον. ἀμφίβολοι γενόμενοι Μεσήνιοι κατὰ κράτος ἑάλωσαν.

[*](2 κηρύξω ὁπλίσασθε H || 4 ἐτρέποντο H || εὐμαρῶς F; εὐχε- ρῶς H; εὖ μαλʼ C, unde Κoen. p. 218 εὖ μαλʼ ὡς || 5 ἀόπλους (═ γυμνοὺς) καὶ ῥαθύμους R; (ἀόπλους καὶ) γυμνοὺς Rud. Schoell coll. 1, 40, 5 || τοὺς om. FH; || add. vulg. 7 εἴκοσι ἔτεσι πολεμούντων F] πολ. εἴκ. ἔτ. vulg. || 10 ἀγγελοῦντα K 11 παρ- εφύλαττον K (sic Polyaenus ubique); παρεφυλάττοντο F 12 aut ἀπέπεμψε pro ἀπέκρυψε aut εἰς δασὺ χωρίον pro εἰς ἀναχωώ- ρησιν R; ἀνέζευξεν ὡς ἀναχωρήσων Hertlein deletis εἰς ἀνα- χωώρησιν 15 ἐτράποντο ἐς μάχην F] εἰς μάχην ἐτράποντο vulg. || 17 ἐμβάλλει RK cepit V; ἐμβαλλουσι F; οἱ δὲ περὶ RΚ.)