Κλῆρον νέος δέδωκεν ἐκτὸς εἵματος,ὡς δʼ εἶδε χελιδόνα, καὶ τοῦτʼ ἔμπαλιν·ταύτην δὲ νεκρὰν οὗσαν ὡς ἔγνω γʼ, ἔφητάλαινα, σαυτὴν κἀμὲ πρὸς ἀπώλεσας.“Τὸ παρὰ καιρὸν δρώμενον ἐπισφαλές.
Κόρου πλέως ὢν προβάτῳ γʼ ἔφη λύκος,ὡς εἴπερ εἴπῃ τρεῖς ἀληθείας λόγους,ἀσινὲς ἐκπέμψειεν. ὡς δὲ τοὺς ἔφη,εὐεργέτην εὕρισκε δυσμενῆ πάλαι.Ἡ ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.
Ιχθὺν λάρος βίβρωσκε, θνήσκει δʼ αὖ τάχει·πρὸς ὅνπερ ἐξέφησεν ἰκτῖνος λέγων,,πέπονθας ὡς δίκαια, δύστηνον κάρα·πλωτῶν δίαιταν πτηνὸς γὰρ ὤν μὴ φίλει.Οἱ τὰ ἴδια ἐπιτηδεύματα καταλιμπάνοντες δυστυχοῦσι.
[*](3 Babr. inc. 241 (p. 205), Aes. 284 H || 1 θήξαντες Ε b ἀχρεῖον] C ἄχριστον F H ἄχρηστον E b || 2 ἐλιπάρα C (formam correxi) | ἄρνʼ ἔλεξε τοιάδε F B Eb || 3 ἷσον B τούτῳ δʼ] C μοι τῶδʼ B μοι, τὸ δʼ F μοι τὸ δʼ Eb || epim. F B)[*](4 Babr. 131 || 1 νέος in finem versus transponi mavult Cr 3 οὖσαν deest in F, add. Eb || 4 ταλαίνας αὐτὴ F, corr. )[*](5 Babr. 53, cfr. A 156 || 1 προβάτων F, corr Eb παιδίῳ (cfr. Aes. 271 H) || 3 τούσδ || epim. πολέμους F, corr. Eb)[*](6 Babr. inc. 242 (p 205) F ur. 112 P 134 || 1 αὖ] ἐν ? πάχει Destinon || 3 κάρα] κέρας B || 4 γὰρ ὢν] F ὤν γὰρ B epim. ἴδια] om. B)288
Θήρευον ἄρκτος ἡδ’ ἀλώπηξ καὶ λέων.ἀλλʼ οἳ μὲν ἐξεύροντο θήραν ἐκ πόνων,κάμηλον δʼ ὡς εὕρισκε κερδὼ δεσμίαν,ἡλθεν διαγγέλλουσα ταύτην ὡς ἄνουν.ἀνεπίγραφος. αἲξ νομῆς ἐρῶσα κρημνῷ βόσκετο.ταύτῃ δὲ λύκος ἐνδέων τροφῆς ὅλωςἔφησε λειμῶνʼ εὐθαλῆ κάτω βλέπειν·αὐτὴ δὲ ταύτης μὴ φρονεῖν τροφῆς ἔφη.Οἱ κακοῦργοι γνωσθέντες ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.
Εἷκον σαγήνην ἄνδρες ἐκ βάθους πάλαι,ἧσπερ τὸν ὄγκον ἐννοοῦντες εὐθύμουν.λίθων δὲ πλείστων εὑρεθέντων δικτύοιςτῇ χαρμονῇ σύγκρατον εἶχον τὴν λύπην.Ὅτι οὐ δεῖ τοῖς χαροποῖς ἐπαγαλλιᾶσαι.
Εἷκον βόες ἅμαξαν, ἣ δʼ ἤχει μέγα·πρὸς ἣν στραφέντες οἵδʼ ἔφησαν ὧδέ πῃ·[*](7 Babr. inc. 243 (p. 205), cf. 222; deesse videtur in Aesopeis 4 legendum videtur ἄγραν pro ἄνουν, quod sensu caret.)[*](8 Babr.199 || 1 ἡ αἲξ κόσκετο (sic) κρημνῷ νομῆς ὁρώσα B | 2 ἐνδεῶν Β || 3 κ. πέλειν B, fort. recte || 4 αὐτή γε B | δ ἔφη F B, particulam del. Eb || epim. ὅτι οἱ κ. B ἀνόητοι F Β corr. Eb)[*](9 Babr. 209 || 1 ordo: ἐκ βάθους ἄνδρες π. Pp || 2 ἧσπερ ἔχαιρον κοπιῶντες τῷ βάρει Ρp || 3 λ. δ. πλ. ὧν ἧττον δʼ ἰχθύων B λ. δ. μεστῆς οὔσης, ἧσσον δʼ ἰχθύων Pp || 4 τὴν χαρμονὴν B | τῇ ἡδονῇ σύμμικτον κτλ. Pp || epim. F ἐπαγάλλεσθαι perperam scr. Eb (ἀγαλλιᾶν saepius in N. T) τ. χαροποιοῖς μεταβάλλεσθαι B πρὸς τοὺς συναντήσαντας ἀτυχίᾳ (εὐτυχίᾳ recte p) τινὶ καὶ δυστυχίᾳ Pp)[*](10 Babr. 52 || 2 οἵδʼ] ταῦτʼ B | πη] πως B)289
,,ἡμῶν πονούντων τῷ πολυστόνῳ βάρει,αὐτὴ γόμος πέλουσα κέκραγας μάτην.“Τινὲς ἑτέρων μοχθούντων αὐτοὶ προσποιοῦνται κάμνειν.
Ἔλαφος ὡς ἔβλεψεν εἰς ὕδωρ κέρας,ηὔχει καθʼ αὑτὴν κερτομοῦσα τούς πόδας.λέων δʼ ἐπεὶ δίωκε, τούτους ἠγάπακέρας καθυβρίζουσα θήρας ὡς πάγην.Ἐν κινδύνοις ἔστιν ὅτε οἱ ὕποπτοι σωτῆρες τῶν φίλων εὑρίσκονται.
Ἔλαφος ἡμίφωτος ἀκταῖς ὡς ἔην,πρὸς χερσὸν ἐσκόπευσεν ὄμματʼ ἀρτίωςθηρῶντας ἐκκλίνουσα· τὴν βάλλει βέλοςἀπροσδόκητον ἐκ θαλάσσης ἐγγίσαν.Πολλάκις τὰ δοκοῦντα χαλεπὰ ὠφέλιμα.
Νεβρὸν λέων ἕλκοντες ἄρκτος τʼ ἐλάφουἔκειντο πρὸς γῆν. τοῦτο δʼ εὐθὺς ὡς ἔγνω,ὤμοις ἀλώπηξ οἶσεν ἄρασα κρέα.ἤχθοντο δʼ οὗτοι τῶν πόνων στερούμενοι.Ἄχθονται οἳ τῶν ἰδίων πόνων τοὺς †δυστυχοῦντας ὁρῶσι τὸν ἰπτι --- ἐπιφερόμενοι.
[*](10, 4 γόμος] γʼ ὅμως B || epim. F B)[*](11 Babr. 43, cfr tetr. 14 || 1 ἔβλεψεν] Pp Eb ἔβλεπεν F || epim. F πρὸς τοὺς ψέγοντας τὰ ἄξια ἐπαίνου καὶ ἐπαινοῦντας τὰ ψόγου ἄξια Pp)[*](12 Babr. inc. 245 (p. 205), Aes. 126 || 1 ἡμίκωφος Destinon 2 ἀρτίῳ ὄμματʼ ═ ὄμματι, v. ind. gramm. || 4 ἔγγισαν F corr. Eb || epim. F (Eb add. εὑρίσκονται) ὠφέλιμα χαλεπά Destinon.)[*](13 Babr. inc. 244, cfr. p. 243 (19. ), Aes. 247 || 3 ὤμοις] δοῦσ’ Destinon || 4 ὑστερούμενοι F ἤ. δʼ οὗτοι (οὕτως Cr) ὑστερούμενοι πόνων Εb; στερούμενοι, quod improbat Eb, ego scripsi; de proparoxytono in fine versus admisso cfr. ind. metr. epim. F τοὺς ἐπιτυχόντας ὁρ. τὰς ἐπικαρπίας ἀποφερομένους Eb, malim τοὺς τυχόντας ὁρ. τὸ ἐπίκαρπον (sive τὴν ἐπικαρπίαν) ἀποφερομένους)290
Ποιμήν ποτʼ αἰξὶν ἀγρίαις βρῶσιν φέρωνκατημέλησεν ὧνπερ εἶχεν ἀφρόνωςχειμῶνος ὥρᾳ. καὶ παρούσης αἰθρίαςφθορὰν ἔφευγον μὴ πάθωσιν ἡμέρων.Οὐ δεῖ φιλεῖν τοὺς προτιμῶντας τοὺς προσφάτους.
Πέπτωκε κερδὼ πρὸς βαθύκρημνον φρέαρ.πρὸς ὃ τράγος κάτεισι διψῶν ἀσκόπως.ὑφʼ οὗπερ αὐτὴ τοῦ βάθους σεσωσμένηἐκερτόμησεν ὡς ἄνουν πωγωνίαν.Τέλη σκοπεῖν δεῖ, εἶθʼ οὕτως ἐγχειρεῖν.
Ποικίλμασιν καυχᾶτο πάρδαλις πάλαι·νπερ κατηυτέλιζε κερδὼ τοῦ θράσους,ταύτης ἑαυτὴν οὖσαν ἐξῃρημένηνὡς μὴ τὸ σῶμα, τὴν δὲ ψυχὴν ποικίλην.Κρεῖσσον τοῦ σωματικοῦ κάλλους τὸ τῆς ψυχῆς.
Φεύγουσα θηρεύοντας ἔλαφος πάλαιθηρὶ προσεμπέπτωκεν ἀγριωτάτῳ.ὑφʼ οὗ σχεθεῖσα ταῦτʼ ἔλεξε σὺν γόῳ·,,πῶς ἄνδρας ἐκφεύγουσα † θηρὸς ὠλόμην;“Τινὲς διὰ φόβον εἰς μείζονα κίνδυνον ἐμπίπτουσιν.
[*](14 Babr. 45 || 1 βρῶσιν] F τροφὴν B || 4 ἡμερωίου (sic) F pr. m. || epim F εἰ (= οὐ δεῖ) φιλεῖν τοὺς πρ. τοὺς προφάσει (corr. ex προσφάτους) δούλους τῶν παλαιῶν B)[*](15 Babr. 182, cfr. tetr lI 31 || 2 ὃ] F ὃν B || 3 ὑφʼ] (ut coni. Eb) ἀφʼ F | σεσώἐνη F || epim. F (δεῖ addidi, cfr. epim. Aesop. 45) ὅτι τὰ τέλη δεῖ σκοπεῖν B)[*](16 Babr 130 || 1 ποικ. τέρπετο B || 3 ἐξερημένην F || 4 ὅσι (evanidum) μὴ τ. σ. F || epim F B (qui add. initio ὅτι))[*](17 Babr. 210, Aes. 129 | 1 ἐλάφους B || 2 θηρὶ] B θηρίοις F | περιπέπτωκεν F Eb || 3 ὑφʼ οὗ συσχεθεῖσα B σχεθείσα Ml κτανθεὶς δʼ ὑπʼ αὐτοῦ F Eb || 4 ἐκφεύγουσʼ ἐκ θ.? || epim. F B Eb)291
Γεωργὸς ὤπτα κοχλίας ἀριστῆσαι.ὧνπερ ἠχούντων καὶ πηδώντων ὅδʼ ἔφημἄθλια ὄντως καὶ μῶρα ὑμεῖς ζῶα,ὅτι τῶν οἴκων καιομένων ὀρχεῖσθεΠρὸς τοὺς ζημιουμένους καὶ παίζοντας.
Ζῆλος ἦν ἀλέκτορσι περὶ ὀρνίθων·ὁ νενικηκὼς κέκραγεν ἐπὶ τοίχου.αἴφνης δʼ ἀετὸς τὸν αὐτὸν καθαρπάσας,ὁ δαρεὶς ἐπέβαινε θηλείαις μόνος.Πρὸς τὸ μὴ καυχᾶσθαι ἐπὶ νίκῃ.
Ἴον δύο βάτραχοι πρὸς βαθὺν λάκκον,τῆς λίμνης αὐτῶν τοῦ θέρους ξηρανθείσης.ὧν ὃ μὲν ἐβούλευε πηδᾶν ἐξαίφνης,ὃ δʼ ἔλεγεν ,,οὔ· μὴ ξηρανθῇ καὶ τοῦτο.“Πρὸς τὸ μὴ ἀπερισκέπτωος, ἀλλὰ μετὰ βουλῆς ποιεῖν τὰ πράγματα.