Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Crusius, Otto, editor. Leipzig: Teubner, 1897.

  • Ξύλα τις κόψας γέρων ἐξ ὄρους ἦγε
  • καὶ ταῦτʼ ἀποθέμενος τὸν Μόρον ᾔτει.
  • ὃ δ εὐθὺς ἐνστὰς ἔφησε ,,τί καλεῖς με;“
  • ὁ γέρων εἶπεν ,,ἵνα τὸν φόρτον ἄρῃς.“
  • Ὅτι καὶ πᾶς ἄνθρωπος εἰ καὶ δυστυχεῖ φιλοζωεῖ.

    [*](18 Babr. 207 || 1 ἤπτα Pp, corr. Eb || 2 ὅδʼ| Pp, Εb coni. ὧθ’, at propter neglectam syllabarum quantitatem his versibus barbaris medelam afferre nihil attinet || epim. Pp)[*](19 Babr. 5 || 3 ἀφαρπάσας p || epim. Pp (deest hoc tetr. apud Eb) || cfr. byz. Ζtschr. I  431)[*](20 Babr. 211 || 4 ἔλεγεν] P, non ἔλεγε, ut dixit Eb τοῦτο] Pp (Sakkelion add. γρ. ἴσως οὖτος) || epim. Pp)[*](21 Ace. 90, cfr. Babr. inc 246 || 1 ἤτει P || Μόρον scripsi, μόρον Pp Eb || 3 ὁδ’ p | ἔφησεν Eb || 4 ἄρης P ||epim. Pp)
    292
  • Ξηρᾶς χλόην γῆς ἐπιθυμῶν καρκίνος,
  • ἀλώπηξ λιμώττουσα τοῦτον λαμβάνει·
  • καὶ μέλλων θνήσκειν, μεταμελῶν ἐθρήνει,
  • πῶς τῆς θαλάσσης ἐξῆλθε μετοικήσας.
  • Πρὸς τοὺς ξενιτεύοντας καὶ πτωχεύοντας.

  • Ὄνος, λεοντῆν ἐνδυσάμενος πάλαι,
  • πάντας θεριστὰς ἐξέπληττε τῷ φόβῳ·
  • λαῖλαψ δὲ ταύτην ἀπορρίψασʼ ἐκ τούτου,
  • ῥοπάλοις αὐτὸς ἀπεκτάνθη κακίστως.
  • Πρὸς τοὺς ἐνδυομένους ἐξουσίαν καὶ κακῶς πράττοντας.

  • Ὄρνιν νοσοῦσαν εὑρὼν αἴλουρος πάλαι
  • ταύτην ἠρώτα ,,πῶς ἔχεις;“ ἣ δὲ ἔφη
  • ,,εἰ σὺ ἀπέλθῃς, ἐγὼ καλῶς διάξω,
  • ὁρῶσα δέ σε πυρπολοῦμαι τὰ ἔνδον.“
  • Ὅτι οὐδὲ θεωρεῖν θίλει τις τὸν ἐχθρὸν αὐτοῦ.

  • Ὄντος κρύους τέττιγι μύρμηξ ἐπῄτει·
  • ὃ δὲ ,,τοῦ θέρους“ ἔφησε ,,τί ἐποίεις;“
  • ὃ δʼ ἀντέφησε ,,τότε λιγέως ᾖδον.“
  • χειμῶνος ὀρχοῦ,“ φησί ,,μὴ τροφῆς ἔρα.“
  • Πρὸς τοὺς ἐν νεότητι μὴ κοπιῶντας καὶ ἐν τῷ γήρει λιμώττοντας.

    [*](22 Babr. inc. 208 || 4 fort. ὡς | ἐξῆλθεν Eb || epim. Pp)[*](23 Babr 139, cfr. tetr. I 19 || 1 λεοντὴν Pp || 3 λαίλαψ δὲ τ. ἀπορρίψας Pp, corr. Eb || ἀπεξάνθη Destinon || epim. Pp)[*](24 Babr. 121; cfr. tetr. l 16 || 3 ἀπειθεῖς p (Sakkel.) 4 ἔνδον] p Eb ἔδον P)[*](25 Babr. 140 cfr. tetr. I 6 || 1 ἐπῄει librarium voluisse scribere censet Eb || 2 ἔφησεν Eb)
    293
  • Ῥάβδῳ κατῆξεν αἰγὸς αἰπόλος κέρας.
  • ἣν ἐλιπάρει μὴ κατειπεῖν δεσπότῃ.
  • στραφεῖσα δʼ αὐτὴ πρὸς αὐτὸν τοιαῦτʼ ἔφη·
  • ἐγὼ σιωπῶ καὶ κράζεται τὸ κέρας.“
  • Πρὸς ἀνοήτους συμβουλεύοντας κρύπτειν τὰ τοῖς πᾶσι φαινόμενα.

  • Εἰς μάνδρα ποιμὴν τὸ πρόβατον εἰσάγων
  • λύκον μετʼ αὐτοῦ ἔμελλεν εἰσαγάγοι.
  • κύων δὲ ἰδὼν πρὸς αὐτὸν οὕτως λέγει·
  • ,,πῶς ἄγων τοῦτον ἔνδοθεν εἰς τὴν μάνδραν
  • ποίμνια βούλει σοι τοῦ ζωογονεῖσθαι; “
  • Βοσκήμασιν συνῆγέ τις ποιμὴν λύκον.
  • κύων δέ φησιν ,,ὦ νομεῦ, χρηστοὺς τρόπους·
  • εἰ ταῦτα βούλει σῶα τυγχάνειν ὅλως,
  • πῶς ἐντὸς ἄγεις τὸν λυμαντῆρα λύκον;“
  • Ἔπη προκύψας τοῦ Λυκόφρονος λύκος
  • ἄττει πρὸς ὄρνιν ταῦτα τοῦ φράσαι χάριν·
  • ἣ δʼ αὖ μαθητὴν ὡς ἴδεν κεχηνότα,
  • τείνει πτεροῖσι πρὸς φυγὴν ἠπειγμένη.
  • [*](26 Babr. 3; cfr. tetr I 35)[*](27—32 Continet cod. Paris. 299 Α (Q) uelut appendicem tetrastichorum Ignatianorum conplures Αesopicarum fabularum versifcationes duplici recensione compositas ita, ut altera quinos octonosue uersus complectatur, altera quaternos secundum gnatii exempla. Epimythia desunt ubique. Cfr. byz. Ztschr. l 434 sqq., Crusii praef. p. XXV)[*](27 Babr. 113 || 1 μάνδραν || 5 τοῦ] cf ind. gr. s. infin)[*](27b 1 συνῆγε τίς Q || 2 χρηστοῦ τρόπου? (ironice dictum))[*](28 Altera recensio deest. Neque in Aesopeis neque apud Babrium obviam fit eius argumenti fabula || 1 προκόψας probabiliter coni Bss (Babr. p 237, adn.) || 3 μαθητὴν, scil. Lycophronis ἴδεν] scripsi ut Eb εἶδε cod. || haec fabula quid sibi velit, haud facile est intellectu. Cfr. quae scripsit Cr p. 205)
    294
  • Ὁ τῷ πηλῷ δὲ συζῶν βάτραχος οὕτως
  • ἀνεβόησε πᾶσι τοῖς ζώοις λέγων·
  • ,,ἰατρός εἰμι φαρμάκων ἐπιστήμων.“
  • ,,καὶ πῶς δέ“ φησὶν ἀλώπηξ ,,ἄλλους σώζεις,
  • σαυτὸν δὲ χωλὸν ὄντα †μηδαμῶς θεραπεύεις;“
  • Βάτραχος ηὔχει πᾶσιν ἐν ζώοις †ἔχειν
  • ἰλῦϊ συζῶν φαρμάκων γνῶσιν ἔχειν
  • ὡς ἰατρὸς ἄριστος· ἀλώπηξ δʼ ἔφη
  • ,, καὶ πῶς σεαυτὸν οὐκ ἰᾷ τὸν χωλόπουν;“
  • Πέρδικαν δέ γε κυνηγός τις ἀγρεύσας
  • ἔμελλεν αὐτὸς ταύτην τοῦ καταθῦσαι.
  • ἣ δὲ ἐθρήνει ταῦτα βοῶσα οὕτως·
  • ,,ἔμεσόν με ζῆν, κυνηγέτα περδίκων,
  • ὅπως ἐγὼ πέρδικας πολλὰς προσάξω.“
  • ὃ δὲ πρὸς αὐτὴν ταῦθʼ οὕτως †ἐβόα·
  • διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω,
  • ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις.“
  • [*](29a Babr. 120 || 1 particula δὲ continuum harum fabellarum ordinem indicare videtur. Cfr 3Οa, 31a, 32a (καί) 4 possis conicere ,,καὶ πῶς γε“ vel ,,καὶ πῶς“ ἔφησεν ἀλώπηξ 5 pro μηδαμῶς scribendum videtur μή Cf Bss. Babr. p. 234 adn. 7 (ubi pro cod. 1696 A scribendum est cod. 2991 A ( =Q) cfr. Naber Mnemos. 1876, p. 388)[*](29b 1 lapsu librarii apparet bis positum esse ἔχειν (namque etiam in v. 2 ἔχειν, non ἔχει, ut ait Bss, legitur in Q). Bss prop. ὅλην in v. 2, Cr μόνος, ipse malim in v 1 substituere μέγα vel tale quid || 2 ἰλύϊ σ. φ. γν ἔχειν· 3 ἄριστος, Q accentum et interpunctionem correxi)[*](30a Babr. 138 || 1 de forma πέρδικαν cfr. ind. gr. || 4 περδίκων] Ml, περδίκως || 6 ταῦτʼ corr. MI | οὕτω πως ἐβόα || 8 θέλεις] scripsi, θέλοις Q)
    295
  • Θήρᾳ κυνηγὸς εἶλε πέρδικάν ποτε,
  • θύειν δʼ ἔμελλεν· ἣ δʼ ,,ἄφες ζώειν“ λέγεν·
  • φωναῖς ἐμαῖς γὰρ περδίκων πλῆθος λάβῃς.“
  • ,,πᾶσα φίλοις τοία γε τῆς δίκης θάνῃς
  • Τράγος δὲ πάλιν διψήσας ἐν τῷ θέρει
  • κάτω κατῆλθεν εἰς φρέαρ πιεῖν ὕδωρ.
  • ὅπως ἀνελθεῖν ἐκ τοῦ βάθους ὁ τράγος.
  • ἡ δὲ ἀλώπηξ τοῦτον ἐμβλεψψαμένη
  • ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει
  • ,,ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ,
  • εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας,
  • οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον οἶδας.“
  • Τράγος θέρει δίψησεν· εὑρὼν δὲ φρέαρ
  • εὐθύς κατῆλθεν, ἐκδραμεῖν †δεινὸν ἄνω.
  • φησὶν δʼ ἀλώπηξ ,, †ἂν τρέφεις νοῦν, οὐ γένυν,
  • οὐκ ἂν κατῆλθες, πρὶν ἰδεῖν τὴν ἄνοδον.
  • Καί τις ἄμπελος τοῦ ποταμοῦ πλησίον
  • ἣν δʼ ἐπʼ αὐτῇ φραγμὸς ἐκ παλιούρων.
  • τοῦ δὲ ποταμοῦ φυσηθέντος μεγάλως,
  • ἦρε τὸν φραγμὸν καὶ κάτωθεν ἀπῄει.
  • τῷ δὲ παλιούρῳ δράκων τις συνεπλάκη,
  • [*](30a 1 θήρα iota subscr. addidi | πέρδικα ποτέ Q accentum correxi || 2 εἴδ’ ἄφες ζ. λέγειν corr. Ml || 3 λαβ ς Q || 4 πᾶσα] πῶς οὐ ? | τῆς δίκης] scrib videtur τῇ δίκῃ vel πρὸς δίκης (cfr. Soph. El. 1211) | θάνῃς)[*](31a Cfr. tetr. lI 15 || ante v 3 excidisse videtur versus 8 ἴδες? cfr. 31b, 4)[*](31b 2 δεινὸν] Q δʼ οὐκ ἦν? || 3 εἰ τρέφες || 4 πρίν γʼ ?)[*](32 Babr. 173 || 2 ἦν, ἐπʼ αὐτῇ δὲ φρ. || 3 φυσιθέντος Q || 4 ἐπῄει || 5 παλιούρῳ per synizesin τρισυλλάβως cfr. Babr. 190 v. 2, 5, 7. al. | δράκων τις] scripsi (cfr. Babr. 173 p 159) δράκοντι Q)
    296
  • ὃς ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον.
  • καί τις δὲ ἰδὼν μέγα γελάσας εἶπεν
  • ,,ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου.“
  • Ῥεῦμα ποταμοῦ θριγγὸν ἀμπέλου σύρει
  • (ἦν παλίουρος) καὶ συνεῖλκεν αὖ ὄφιν.
  • καί τις ἰδὼν γέλασεν εἰρηκὼς τάδε·
  • ,,κακὴ μὲν ἡ ναῦς, τῶν δὲ ναυτῶν ἀξία.“
  • [*](32a 7 μεταγελάσας Q μέγα γ. recte Destinon (cfr. Babr. 173, 6))[*](32b 1 σύροι corr. Ml || 2 cancellis saepsi initium || 4 τοῦ δὲ ναύτου?)