Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Crusius, Otto, editor. Leipzig: Teubner, 1897.

  • Λέων, ὄνος θήρευον εἴς τί που σπέος·
  • ὄνος δʼ ἐπεισδὺς αἶγας ἔνδον ἐπτόει,
  • ἐφʼ ᾧ κατωφρύωτο· καί φησιν λέων
  • „ἀλλʼ ἐθρόεις ἄν μʼ, εἴπερ † ὀγκοῦμαι μέγα.“
  • Καταπαίζονται οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι.

  • Λέων ἄναλκις ἐν σπέει τροφῆς χάριν
  • ἔδυνε, θῆρας ἱγμένους κατεσθίων.
  • μόνη δʼ ἀλώπηξ μηχανῆς --- ἔβη,
  • ἴχνη σκοπήσας ἐξιόντων οὐδʼ ὅλως.
  • Οἱ φρόνιμοι ἐκ τεκμηρίωον προορῶσι τὸν κίνδυνον.

    [*](1 Babr. inc. 240 (p. 205), Aes. 259 H || 2 ἐπτήει F ἐπτόει. C E b || 3 κατωφρύωτο καὶ CE b καταφρύωτο καὶ F interpunctionem correx || 4 ἐθρόεις = ἐπτόεις, cfr. ind. gramm s. v. | ὠγκοῦμαι F ὄνον μὴ C ἠγνόουν σέγε coni. Eb || epim. deest in C)[*](2 Babr. 103 || 2 ἔδυνε] MI ἔδυ γε εἰσῆλθε F Eb 3 μηχανῆς ἔβη litteris nonnullis non satis perspicuis interpositis C μ. δʼ ἀ. γέντο μηχανῆς ὑπέρ F (ὕπο Eb) μ. ὑπεξέβη? || 4 ἰχνοσκοπήσας F | οὐδʼ ὅλως] Ml οὗ δόλος F Eb (in C litterae evanidae) cfr. Babr. 103, 19 adn. || epim. F Eb (qu omisit τὸν))
    287
  • Λύκον κύνες πλήξαντες ἀχρεῖον λίπον.
  • τροφῆς δʼ ἀμοιρῶν ἄρνʼ ἐλιπάρει λέγων
  • ,,οἶσον ποτὸν διψῶντι τούτῳ δʼ ἀντέφη
  • ,,θοίνη γενοίμην, εἰ ποτόν σοι προσφέρω.“
  • Πρὸς τὸν διʼ ὑποκρίσεως ἐνεδρεύοντα.

  • Κλῆρον νέος δέδωκεν ἐκτὸς εἵματος,
  • ὡς δʼ εἶδε χελιδόνα, καὶ τοῦτʼ ἔμπαλιν·
  • ταύτην δὲ νεκρὰν οὗσαν ὡς ἔγνω γʼ, ἔφη
  • τάλαινα, σαυτὴν κἀμὲ πρὸς ἀπώλεσας.“
  • Τὸ παρὰ καιρὸν δρώμενον ἐπισφαλές.

  • Κόρου πλέως ὢν προβάτῳ γʼ ἔφη λύκος,
  • ὡς εἴπερ εἴπῃ τρεῖς ἀληθείας λόγους,
  • ἀσινὲς ἐκπέμψειεν. ὡς δὲ τοὺς ἔφη,
  • εὐεργέτην εὕρισκε δυσμενῆ πάλαι.
  • Ἡ ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.

  • Ιχθὺν λάρος βίβρωσκε, θνήσκει δʼ αὖ τάχει·
  • πρὸς ὅνπερ ἐξέφησεν ἰκτῖνος λέγων
  • ,,πέπονθας ὡς δίκαια, δύστηνον κάρα·
  • πλωτῶν δίαιταν πτηνὸς γὰρ ὤν μὴ φίλει.
  • Οἱ τὰ ἴδια ἐπιτηδεύματα καταλιμπάνοντες δυστυχοῦσι.

    [*](3 Babr. inc. 241 (p. 205), Aes. 284 H || 1 θήξαντες Ε b ἀχρεῖον] C ἄχριστον F H ἄχρηστον E b || 2 ἐλιπάρα C (formam correxi) | ἄρνʼ ἔλεξε τοιάδε F B Eb || 3 ἷσον B τούτῳ δʼ] C μοι τῶδʼ B μοι, τὸ δʼ F μοι τὸ δʼ Eb || epim. F B)[*](4 Babr. 131 || 1 νέος in finem versus transponi mavult Cr 3 οὖσαν deest in F, add. Eb || 4 ταλαίνας αὐτὴ F, corr. )[*](5 Babr. 53, cfr. A 156 || 1 προβάτων F, corr Eb παιδίῳ (cfr. Aes. 271 H) || 3 τούσδ || epim. πολέμους F, corr. Eb)[*](6 Babr. inc. 242 (p 205) F ur. 112 P 134 || 1 αὖ] ἐν ? πάχει Destinon || 3 κάρα] κέρας B || 4 γὰρ ὢν] F ὤν γὰρ B epim. ἴδια] om. B)
    288
  • Θήρευον ἄρκτος ἡδ’ ἀλώπηξ καὶ λέων.
  • ἀλλʼ οἳ μὲν ἐξεύροντο θήραν ἐκ πόνων,
  • κάμηλον δʼ ὡς εὕρισκε κερδὼ δεσμίαν,
  • ἡλθεν διαγγέλλουσα ταύτην ὡς ἄνουν.
  • ἀνεπίγραφος.
  • αἲξ νομῆς ἐρῶσα κρημνῷ βόσκετο.
  • ταύτῃ δὲ λύκος ἐνδέων τροφῆς ὅλως
  • ἔφησε λειμῶνʼ εὐθαλῆ κάτω βλέπειν·
  • αὐτὴ δὲ ταύτης μὴ φρονεῖν τροφῆς ἔφη.
  • Οἱ κακοῦργοι γνωσθέντες ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.

  • Εἷκον σαγήνην ἄνδρες ἐκ βάθους πάλαι,
  • ἧσπερ τὸν ὄγκον ἐννοοῦντες εὐθύμουν.
  • λίθων δὲ πλείστων εὑρεθέντων δικτύοις
  • τῇ χαρμονῇ σύγκρατον εἶχον τὴν λύπην.
  • Ὅτι οὐ δεῖ τοῖς χαροποῖς ἐπαγαλλιᾶσαι.

  • Εἷκον βόες ἅμαξαν, ἣ δʼ ἤχει μέγα·
  • πρὸς ἣν στραφέντες οἵδʼ ἔφησαν ὧδέ πῃ·
  • [*](7 Babr. inc. 243 (p. 205), cf. 222; deesse videtur in Aesopeis 4 legendum videtur ἄγραν pro ἄνουν, quod sensu caret.)[*](8 Babr.199 || 1 ἡ αἲξ κόσκετο (sic) κρημνῷ νομῆς ὁρώσα B | 2 ἐνδεῶν Β || 3 κ. πέλειν B, fort. recte || 4 αὐτή γε B | δ ἔφη F B, particulam del. Eb || epim. ὅτι οἱ κ. B ἀνόητοι F Β corr. Eb)[*](9 Babr. 209 || 1 ordo: ἐκ βάθους ἄνδρες π. Pp || 2 ἧσπερ ἔχαιρον κοπιῶντες τῷ βάρει Ρp || 3 λ. δ. πλ. ὧν ἧττον δʼ ἰχθύων B λ. δ. μεστῆς οὔσης, ἧσσον δʼ ἰχθύων Pp || 4 τὴν χαρμονὴν B | τῇ ἡδονῇ σύμμικτον κτλ. Pp || epim. F ἐπαγάλλεσθαι perperam scr. Eb (ἀγαλλιᾶν saepius in N. T) τ. χαροποιοῖς μεταβάλλεσθαι B πρὸς τοὺς συναντήσαντας ἀτυχίᾳ (εὐτυχίᾳ recte p) τινὶ καὶ δυστυχίᾳ Pp)[*](10 Babr. 52 || 2 οἵδʼ] ταῦτʼ B | πη] πως B)
    289
  • ,,ἡμῶν πονούντων τῷ πολυστόνῳ βάρει,
  • αὐτὴ γόμος πέλουσα κέκραγας μάτην.“
  • Τινὲς ἑτέρων μοχθούντων αὐτοὶ προσποιοῦνται κάμνειν.

  • Ἔλαφος ὡς ἔβλεψεν εἰς ὕδωρ κέρας,
  • ηὔχει καθʼ αὑτὴν κερτομοῦσα τούς πόδας.
  • λέων δʼ ἐπεὶ δίωκε, τούτους ἠγάπα
  • κέρας καθυβρίζουσα θήρας ὡς πάγην.
  • Ἐν κινδύνοις ἔστιν ὅτε οἱ ὕποπτοι σωτῆρες τῶν φίλων εὑρίσκονται.

  • Ἔλαφος ἡμίφωτος ἀκταῖς ὡς ἔην,
  • πρὸς χερσὸν ἐσκόπευσεν ὄμματʼ ἀρτίως
  • θηρῶντας ἐκκλίνουσα· τὴν βάλλει βέλος
  • ἀπροσδόκητον ἐκ θαλάσσης ἐγγίσαν.
  • Πολλάκις τὰ δοκοῦντα χαλεπὰ ὠφέλιμα.

  • Νεβρὸν λέων ἕλκοντες ἄρκτος τʼ ἐλάφου
  • ἔκειντο πρὸς γῆν. τοῦτο δʼ εὐθὺς ὡς ἔγνω,
  • ὤμοις ἀλώπηξ οἶσεν ἄρασα κρέα.
  • ἤχθοντο δʼ οὗτοι τῶν πόνων στερούμενοι.
  • Ἄχθονται οἳ τῶν ἰδίων πόνων τοὺς †δυστυχοῦντας ὁρῶσι τὸν ἰπτι --- ἐπιφερόμενοι.

    [*](10, 4 γόμος] γʼ ὅμως B || epim. F B)[*](11 Babr. 43, cfr tetr. 14 || 1 ἔβλεψεν] Pp Eb ἔβλεπεν F || epim. F πρὸς τοὺς ψέγοντας τὰ ἄξια ἐπαίνου καὶ ἐπαινοῦντας τὰ ψόγου ἄξια Pp)[*](12 Babr. inc. 245 (p. 205), Aes. 126 || 1 ἡμίκωφος Destinon 2 ἀρτίῳ ὄμματʼ ═ ὄμματι, v. ind. gramm. || 4 ἔγγισαν F corr. Eb || epim. F (Eb add. εὑρίσκονται) ὠφέλιμα χαλεπά Destinon.)[*](13 Babr. inc. 244, cfr. p. 243 (19. ), Aes. 247 || 3 ὤμοις] δοῦσ’ Destinon || 4 ὑστερούμενοι F ἤ. δʼ οὗτοι (οὕτως Cr) ὑστερούμενοι πόνων Εb; στερούμενοι, quod improbat Eb, ego scripsi; de proparoxytono in fine versus admisso cfr. ind. metr. epim. F τοὺς ἐπιτυχόντας ὁρ. τὰς ἐπικαρπίας ἀποφερομένους Eb, malim τοὺς τυχόντας ὁρ. τὸ ἐπίκαρπον (sive τὴν ἐπικαρπίαν) ἀποφερομένους)
    290
  • Ποιμήν ποτʼ αἰξὶν ἀγρίαις βρῶσιν φέρων
  • κατημέλησεν ὧνπερ εἶχεν ἀφρόνως
  • χειμῶνος ὥρᾳ. καὶ παρούσης αἰθρίας
  • φθορὰν ἔφευγον μὴ πάθωσιν ἡμέρων.
  • Οὐ δεῖ φιλεῖν τοὺς προτιμῶντας τοὺς προσφάτους.

  • Πέπτωκε κερδὼ πρὸς βαθύκρημνον φρέαρ.
  • πρὸς ὃ τράγος κάτεισι διψῶν ἀσκόπως.
  • ὑφʼ οὗπερ αὐτὴ τοῦ βάθους σεσωσμένη
  • ἐκερτόμησεν ὡς ἄνουν πωγωνίαν.
  • Τέλη σκοπεῖν δεῖ, εἶθʼ οὕτως ἐγχειρεῖν.

  • Ποικίλμασιν καυχᾶτο πάρδαλις πάλαι·
  • νπερ κατηυτέλιζε κερδὼ τοῦ θράσους,
  • ταύτης ἑαυτὴν οὖσαν ἐξῃρημένην
  • ὡς μὴ τὸ σῶμα, τὴν δὲ ψυχὴν ποικίλην.
  • Κρεῖσσον τοῦ σωματικοῦ κάλλους τὸ τῆς ψυχῆς.

  • Φεύγουσα θηρεύοντας ἔλαφος πάλαι
  • θηρὶ προσεμπέπτωκεν ἀγριωτάτῳ.
  • ὑφʼ οὗ σχεθεῖσα ταῦτʼ ἔλεξε σὺν γόῳ·
  • ,,πῶς ἄνδρας ἐκφεύγουσα † θηρὸς ὠλόμην;“
  • Τινὲς διὰ φόβον εἰς μείζονα κίνδυνον ἐμπίπτουσιν.

    [*](14 Babr. 45 || 1 βρῶσιν] F τροφὴν B || 4 ἡμερωίου (sic) F pr. m. || epim F εἰ (= οὐ δεῖ) φιλεῖν τοὺς πρ. τοὺς προφάσει (corr. ex προσφάτους) δούλους τῶν παλαιῶν B)[*](15 Babr. 182, cfr. tetr lI 31 || 2 ὃ] F ὃν B || 3 ὑφʼ] (ut coni. Eb) ἀφʼ F | σεσώἐνη F || epim. F (δεῖ addidi, cfr. epim. Aesop. 45) ὅτι τὰ τέλη δεῖ σκοπεῖν B)[*](16 Babr 130 || 1 ποικ. τέρπετο B || 3 ἐξερημένην F || 4 ὅσι (evanidum) μὴ τ. σ. F || epim F B (qui add. initio ὅτι))[*](17 Babr. 210, Aes. 129 | 1 ἐλάφους B || 2 θηρὶ] B θηρίοις F | περιπέπτωκεν F Eb || 3 ὑφʼ οὗ συσχεθεῖσα B σχεθείσα Ml κτανθεὶς δʼ ὑπʼ αὐτοῦ F Eb || 4 ἐκφεύγουσʼ ἐκ θ.? || epim. F B Eb)
    291
  • Γεωργὸς ὤπτα κοχλίας ἀριστῆσαι.
  • ὧνπερ ἠχούντων καὶ πηδώντων ὅδʼ ἔφη
  • μἄθλια ὄντως καὶ μῶρα ὑμεῖς ζῶα,
  • ὅτι τῶν οἴκων καιομένων ὀρχεῖσθε
  • Πρὸς τοὺς ζημιουμένους καὶ παίζοντας.

  • Ζῆλος ἦν ἀλέκτορσι περὶ ὀρνίθων·
  • ὁ νενικηκὼς κέκραγεν ἐπὶ τοίχου.
  • αἴφνης δʼ ἀετὸς τὸν αὐτὸν καθαρπάσας,
  • ὁ δαρεὶς ἐπέβαινε θηλείαις μόνος.
  • Πρὸς τὸ μὴ καυχᾶσθαι ἐπὶ νίκῃ.

  • Ἴον δύο βάτραχοι πρὸς βαθὺν λάκκον,
  • τῆς λίμνης αὐτῶν τοῦ θέρους ξηρανθείσης.
  • ὧν ὃ μὲν ἐβούλευε πηδᾶν ἐξαίφνης,
  • ὃ δʼ ἔλεγεν ,,οὔ· μὴ ξηρανθῇ καὶ τοῦτο.“
  • Πρὸς τὸ μὴ ἀπερισκέπτωος, ἀλλὰ μετὰ βουλῆς ποιεῖν τὰ πράγματα.