Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Crusius, Otto, editor. Leipzig: Teubner, 1897.

  • Ἔτικτε χρυσοῦν ὠὸν ὄρνις εἰς ἅπαν.
  • καί τις πλανηθεὶς χρυσεραστὴς τὴν φρένα
  • ἔκτεινε ταύτην, χρυσὸν ὡς λαβεῖν πλέον.
  • ἐλπὶς δὲ μείζων δῶρον ὤλεσεν τύχης.
  • Τοῦ πλέονος μὴ ἐρᾶν.

  • Λέοντα δορκὰς ὡς ἴδεν μεμηνότα,
  • ,,ὦ μοῖρα θηρῶν“ εἶπεν ,,ἀθλιωτάτη·
  • εἰ σωφρονῶν γὰρ δυσκάθεκτος ἦν λέων,
  • πῶς οὐ μανεὶς δράσειε μεστὰ δακρύων;“
  • Ὅτι δεῖ τὸν ἐξουσιάζοντα θυμοῦ κρατεῖν.

    [*](36 Babr. 163 || 2 τόπερ| δʼ ὅπερ Ch τόπος τὸ πᾶς τις πρ. | πίπτει Ch CF ᾧπερ (ὅπερ Ald Bas Ritt) συναντῶν πᾶς τις αὖ ἐπροσκύνει AId Nev Cor || 3 τύφου δὲ Ch τύφῳ τʼ H R || 4 σὺ deest in Q || epim. αἰτιῶν] Ml αἰτίων V H Ρ ἁγίων Ch αἰτῶν Pl 1.2 τῷ αἰτίῳ τῷ αἰτίῳ μὴ ἀναισθητῇ (= ἀναισθήτει?) R ὅτι τοὺς ἐν ἀξιώμασι τιμωμένους δεῖ γινώσκειν, ὅτι ἄνθρωποί εἰσιν Ald Nev- Cor)[*](37 Babr. 123 || 1 εἰς ἅπαξ L Ald || 2 φρένα ] φύσιν L 3 λαβεῖν] vulgo, λαχεῖν Ch (cfr. ind gr. s. infin.) | πλέον] θέλων Q L P AId ἅλις ἄλλοις B || 4 deest in P |μεῖζον R B AId ὤλεσεν] ὠλέκει Ald || epim. V H Ch PI 1.2 R B deest in F P | πρὸς τοὺς ἐλπίδι κέρδους εἰς ζημίαν ἐκ μικροψυχίας ἐμπίπτοντας Ald)[*](38 Babr. 90 || 1 ἴδεν] Ald( PI1.2?) εἶδι H Ch Q R B P οἶδε V L ἔγνω W || 2 ἀγειωτάτη (= ἀγριωτάτη?) V || 3 ἦν] εἶ P Ald || 4 πῶς οὐ] πόσα W πῶς οὖν R B |θρασείας Ald1 Lo πῶς νῦν μανεὶς οὐ μεστὰ δακρύων δράσεις G Ald2 Nev Ritt epim. V H Ch PI1 ἐξουσία θυμὸν οὐ κρατεῖ W πρὸς τοὺς ἐξουσιάζοντας καὶ θυμουμένους P ὅτι τὸν ἐξουσίαν ἔχοντα οὐ δεῖ θυμοῦσθαι Ald)
    279
  • Ἀνὴρ γαλῆν γυναῖκα πρὸς δόμους ἄγεν·
  • παρῆν δὲ Κύπρις εἰς ἑορτὴν τοῦ γάμου.
  • νύμφη δὲ μῦν βλέψασα συντόνῳ τάχει
  • δίωκε τοῦτον, μὴ τραπεῖσα τὴν φύσιν.
  • Φύσει μὴ μάχεσθαι.

  • Νωθὴς χελώνη σὸν πτεροῖς ᾔτει δρόμον.
  • ὑψοῦ δὲ ταύτην αἰετὸς συναρπάσας
  • ἔρριψε πέτραις καὶ θλάσεν. μόλις δʼ ἔφη
  • ,,κρεῖσσον βάρος μοι μᾶλλον ἢ πτερῶν τάχος.“
  • Τῶν ἀδυνάτων μὴ ἐρᾶν, τῶν δυνατῶν ὀρέγεσθαι.

  • Ἄγρην ὄνῳ μέριζε καὶ κερδοῖ λέων.
  • πτρώτην μέν“ εἶπε ,,μοῖραν ὡς νομεὺς ἔχω,
  • τὴν δευτέραν δέ“ φησίν ,,ὡς ἄναξ φέρω,
  • τρίτης δʼ ὃς ἂν ψαύσειεν, ἔργῳ μανθάνοι.“
  • Ἀνίσοις κοινωνίαν φυλάττεσθαι.

    [*](39 Babr. 32 || 1 δόμους] δόμον Q L γάμους P | ἄγεν] ἦγεν V B ἄγει P Cor ἄγε Ald φέρεν R L || 2 om. L || 3 βλέπουσα Ald || 4 ἐδίωκε L || epim. V H R F τὸ φύσει (srib. ὅτι φύσις?) οὐκ ἀμείβεται W ὅτι τὸ φύσει μάχεσθαι B ὅτι τὸ ἐκ φύσεως οὐ μεθίσταται ὅτι τὸ ἐκ φύσεως ὂν οὐ μετατρέπεται Ald || cfr. Τzetz. chil. IV 938 sqq.)[*](40 Babr. 115 || 1 νωθὴς] V (cfr. Babr. v. 1) νωθρὴ H W Q Ald | δρόμῳ Q || 3 ἤραξε καὶ θλάττει πέτρας W ἤρ. πέτρα καὶ θλάσον Q θλάσεν] Cor MI θλάσας V H Ne || 4 βάρος] πόδες W || epim. V H τῶν ἀδυνάτων μὴ ἐρᾶν W τοῦ ἀδυνάτου μὴ ἐρᾶν, τοῦ δυνατοῦ ὀρέγεσθαι Ald)[*](41 Babr. 67 || 1 ἄγρην γεράνῳ μ. V H Ne Cor κερδὼ λέων μέριζεν ἄγραν ὀρνίθων W ἄγρην γεράνῳ μοῖραν σὺν κερδοῖ λέων ὄνῳ] Ml1, quam in coniecturam etiam Bss incidisse video (Babr. p. 127, adn. 4). Idem perverse praetulit lectionem cod. σὺν κερδοῖ || 2 μέν] δὲ V W Nev γε scripseram in edit. pr. | ὡς νομὴν ἔχειν W || 3 τ. δ. δʼ ἔφησεν ὡς ἄ. φέρειν W || 4 τρίτη | μανθάνω W || epim. H W Nev Cor ἐν ἴσοις κ. φ.)
    280
  • Χηλῇ βοὸς πατεῖτο βατράχου τέκος.
  • ὀργῇ δὲ μήτηρ εἶπεν ,,†ἦν θλάσας τόσος;“
  • καὶ τέκνον ἄλλο φησί ,,κἄν ῥαγῇς ὅλη,
  • πρὸς οὐδὲν αὐτῷ, μῆτερ, ἐμφερὴς ἔσῃ.“
  • Τοῖς μεγίστοις μὴ συνεκτείνεσθαι.

  • Ὄφιν θέλων τις ἀντʼ ὀλέθρου παιδίου
  • πλήττειν, πέτραν ἔσχιζε καὶ φιλεῖν θέλεν.
  • ὄφις δέ φησι ,,πῶς γένοιντο συμβάσεις,
  • ἕως σὺ τύμβον καὶ πέτραν ἐγὼ βλέπω;“
  • Μνῆμαι ἀδικημάτων ἀθώπευτοι.

  • Θανεῖν ἔθεντο πτῶκες ἢ ζῆν ἐν βίῳ,
  • ὡς εὐτελεῖς, ὡς ὄντες ἀδρανεῖς ἄγαν.
  • λίμνῃ δʼ ἑαυτοὺς ἐμβαλεῖν ἠπειγμένοι
  • ἔσχον, φυγόντων βατράχων, θάρσος μέγα.
  • Μὴ ἀπογιγνώσκειν.

    [*](42 Babr. 28, deest in Aesopeis || 2 ὁρμῇ Ch | ἦν θ. τ.] ἣν θ. τ. V H ἢν ἐλάσω τῷ φόβῳ Ch ἧς θλάσεν τέκος ὀ. δ. μήτηρ (lacuna) ποοῦ τέκος ἔφη F ὃς θλάσεν vel ὁ θλάσας τ. coni. Eb, ipse malim ,,ἦ θλάσεν τ·“ vel (εἶπε) ,, τίς θλάσεν τόσος;“ versus misere corruptus nondum sanatus est || 3 καὶ τέκνον κτλ. ] V H καὶ τί δʼ ἄλλο, φησὶ, κἄν φεύγων ὅλη Ch καὶ τ. ἄλλη κἂν ῥαγῇς φησὶν ὅλη φυοῦσ’ ἑαυτὴν κἂν ῥ. ὅμως ὅλη F (unde elicias φυσῶσ’ ἑαυτήν. ,,ἀλλὰ κ. ῥ. ὅλη) || 4 μῆτερ] deest in F ἐμφερές Ch || epim. V H μεγίστοις μ. σ. Ch τ. μ. μ. συνεπεκτείνεσθαι R)[*](43 Babr. 167 || 1 θέλων ὄφιν τις P || 2 τʼ ἔσχισε AId2 Nev Cor ἔθρισσε Ritt | θέλει || 3 γένοιτο σύμβασις 4 τύμβον, ἐγὼ δὲ πέτραν τ. τόνδʼ, ἐγὼ πέτραν βλ. Nev Cor epim. V H Pl1, sim. R ὅτι αἱ μεγάλαι ἔχθραι ἀδιάλλακτοί εἰσιν Ald Nev, idem (om. εἰσιν) B P)[*](44 Babr. 25 || 1 ἕλοντο Destinon || 4 θράσος Q R || epim. V H Nev ἐκ τῶν πέλας γινώσκειν ἑαυτόν R F, sim. B)
    281
  • Δρῦν ἦγε ῥεῖθρον πνεύμασιν βεβλημένην·
  • αὕτη δʼ ἕλιξι καὶ δόναξι πεύθετο,
  • πῶς εἰσιν ὁρθοί. ,,πνεύμασιν δουλούμεθα·
  • πτῶσις δʼ ἐκείνων ἐστὶν ἡμῶν ἡ στάσις.“
  • Βίᾳ καιροῦ μὴ ἀντιτάττεσθαι.

  • Πρὸς τοξικὴν ἤριζε πατρὶ Λοξίας,
  • ἀπʼ ἀντολῶν δʼ ἔπεμπεν εἰς δύσιν βέλος·
  • ὁ Ζεὺς δὲ τοῦτον εἰς τοσοῦτον προφθάσας
  • ἔφη στραφείς ,,ὦ τέκνον, εἰπέ, ποῦ βάλω·“
  • Τῷ προύχοντι μὴ ἐρίζειν.

  • Ἤριζε Βορρᾶς Ἡλίῳ καιρῷ κρύους,
  • τίς ἄνδρα γυμνώσειε πρῶτον ἀμφίων.
  • Βορρᾶς μὲν ἔπνει, σφίγγε δʼ ὁ τλήμων ῥάκη·
  • θαλφθεὶς δὲ λοιπὸν δῶκε πέπλους Ἡλίῳ.
  • Τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερον.

    [*](Quae Sequuntu tria tetrasicha 45—47, quorum primum in tribus honae notae codicihus (Ch MS), in tribus secundi ordinis (Q Τ R), praeterea in C F B P et apud Νeu. extat, alterum in Ch B F, tertium in solo Ch, utrum ab Ιgnatio ipso sint profecta an ab imitatore quodam diiudicare no ausim, reliqua 48—57 qui Iqnatianorum imitatione orta sint non dubito.)[*](45 Babr. 36 || 1 βεβλημένον S Q R βεβλημένοις B || 2 αὐτή S T C P Nev | δʼ ἑλίκων καὶ δονάκων πύθετο T αὕτη δέλεαρ καὶ δόναξι π. R || 3 πῶς ὄντες ὀρθοί P | πνεύματι Ch δουλουμένους T 4 δʼ om. in M S πτῶσις γὰρ αὐτῶν ἐ. Ch || epim. Ch M S R F B Nev περὶ τοῦ μὴ ἀντίστασθαι (scr. ἀνθίστασθαι) τοῖς ἰσχυροτέροις πρὸς τοὺς ἐπαιρομένους καὶ μηδέποτε ταπεινο〈υ〉μένους P)[*](46 Babr. 68 || 2 δʼ] deest in F || 4 εἰπέ, ποῦ βάλω] F B ποῦ σε προσβάλω Ch || epim. Ch τῷ προέχοντι μὴ ἔριζι F B)[*](47 Babr. 18, cfr. byz. Ζtschr. lI p. 128 || 2 ἄνδρα] MI ἄρα codex, ut Papadopulos affrmat)
    282
  • Λέων, ὄνος κερδώ τε πρὸς θήραν ἴον.
  • ὄνου δὲ ταύτην εἰς τρίτον δεδασμένου
  • λέων κατεσπάραξε. κερδὼ δὲ πλέον
  • ἔνειμεν αὐτῷ, σωφρονισθεῖοʼ ἐξ ὄνου.
  • Ὅτι δεῖ ἐξ ὧν πάσχουσιν ἕτεροι παιδεύεσθαι.

  • Φραγμοὺς ἀλώπηξ ὡς ὑπερβαίνειν θέλεν,
  • ὀλισθάνουσα καὶ βάτου δεδραγμένη
  • ἔξεστο πέλμα, λοιδόρει δὲ τὴν βάτον.
  • μέμφου σεαυτήν, μὴ φύσιν γʼ ἐμήν“ ἔφη.
  • Πρὸς τοὺς τὰ ἑαυτῶν κακὰ σιωπῶντας, τὰ δὲ τῶν ἑτέρων κατηγοροῦντας.

  • Κώνωψ καθῆστο πρὸς κέρας ταύρου πάλαι,
  • ὅνπερ κέλευεν, εἴπερ ἐκπτῆναι θέλει.
  • ἤκουσε δʼ, †ὥσπερ οὐκ ἔγνω καθημένου,
  • οὕτω δὲ μὴ πτήσαντος αἴοθησιν λάβῃ.
  • Πρὸς τοὺς λογιζομένους ἑαυτοὺς εἶναι ἢ σοφοὺς ἢ δυνατοὺς ἢ φρονίμους, μὴ ὄντας δέ.

    [*](48 Babr. 239 (p. 204) || 2 ὄνον F | τρίτην C ἴσον Destinon | δεδασμένον F AId || 3 δὲ] τε P Ald || epim. G AId | φέρε μοι ὕλην, ἵνʼ ἅψω πῦρ πρὸς τοὺς ἀπὸ ἑτέρων πταισμάτων διορθουμένους ἑαυτούς σωφρονιζόμεθα τοῖς τοῦ πέλας δυστυχήμασι F)[*](49 Babr. 202 || 2 ὀλισθαίνουσα B Ald ὀλισθανοῦσα G Ald12Lov Nev Ritt || 3 λοιδορεῖ B G AId Bas Lov Ritt Nev || 4 μὴ φύσιν ἐμήν, ἔφη Ald (γʼ addidi MI) ἥδʼ ἔφη μὴ μὴν φύσιν F B μὴ μέ περ, κεῖνος φάτο G Ald2 Bas Lov Ritt Nev Cor (qui κείνη corr.) epim. G Ald (κατηγορούντων Ald1) μάταιοι οἱ προσφεύγοντες οἷς τὸ ἀδικεῖν σύνεστιν F, sim. B)[*](50 Babr. 84 || 1 καθῆ////το B || 2 κέλευσεν CG εἴρετο B ἐπτῆναι G Bas Ritt | θέλοι? || 3 ἔγνων καθημένου] C F B P καθήμενον Ritt Cor καθημένον Ald Lov Nev || 4 ὡς οὐδʼ ἀποπλήσαντος (scr. ἀποπτήσαντος) C οὕτως οὐδὲ φεύγοντος P ὡς οὐδʼ ἀποπτήσοντος αἴσθησιν λάβοι F || scribendi videntur vv. 3 et 4: ἤκουσε δʼ „ὥσπερ οὐκ ἔγνων καθημένου, ὣς οὐδʼ ἀποπτήσαντος αἴσθησιν)
    283
  • Ἔλαφον ἐξήλαυνον οἱ κυνηγέται,
  • ἥτις δασείαις ἀμπέλοις ἀπεκρύβη.
  • τὰ φύλλα βιβρώσκουσα δὴ τῶν ἀμπέλων
  • κυνηγετοῦσιν ἐνδίκως ἐθηράθη.
  • Πρὸς τοὺς κακοποιοῦντας τοὺς αὑτῶν εὐεργέτας.