Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Crusius, Otto, editor. Leipzig: Teubner, 1897.

Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα,

  • καὶ συλλέγων οὖν ἕνα καθʼ ἕνα κατήσθιεν.
  • οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι
  • εἶπον πρὸς αὑτούς· „ἕτοιμοι συγκατέλθωμεν κάτω
  • κἀς τὰς ὀπὰς δύνωμεν, ἵνα μὴ παντελῶς
  • ἀπολεσθῶμεν· τοῦ γὰρ αἰλούρου μηκέτι δυναμένου ἐφικνεῖσθαι ἐκεῖσε
  • ἡμεῖς διασωθησόμεθα· †ὃ δὲ μὴ δυνάμενος
  • αὐτῶν ἐφικέσθαι, δεῖν ὠήθη καὶ ἔγνω διʼ ἐπινοίας καὶ μηχανῆς αὐτοὺς ἐκκαλεῖσθαι. ἀναβὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἔνθεν ἀποκρημνίσας τε καὶ κρεμάσας, προσεποιεῖτο αὐτὸν νεκρὸν εἶναι. τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτὸν ἔφη „ὦ οὗτος, κἂν θύλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι.“

    Ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.

    Θέρους ἐν ὥρᾳ _ U+02D8 μύρμηξ περιπατῶν

  • κατὰ τὴν ἄρουραν †πυροὺς καὶ κριθὰς συνέλεγεν
  • [*](16 (Gb 235) F 67 brevior Ac 28 Au 80. Cf. Babr. 17 αἴλουρος ὄρνεις οἰκίης ἐνεδρεύων || 1 ἔν τ. ποτʼ ἦσαν οἰκίῃ π. μύες Gb || 5 κατέλθωμεν AcF, συγκατέλθωμεν Cr del. ἕτοιμοι 6 καὶ ἐπὶ τῶν ὀπῶν F, quod stare vix potest, corr. Cr; certo trimeter fere integer || 9 χὠ μὴ δυνάμενος ? || 10 ἀφικέσθαι F, corr. Cor. | διʼ ὀπτασίας Par. 365) [*](17 (Gb 238) Au 111 Pr 104: F 84: Nevel. 248 ex Palat.; cf. Babr. 140 || 1 περιιὼν Nevel. || 2 κατά τινα Nevel. | πυροὺς Nevel. FPr, σιτοὺς Au)
    242
    ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. κάνθαρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παῤ αὐτὸν τὸν καιρὸν μοχθεῖ, παῤ ὃν τὰ ἄλλα ζῶα πόνων ἀφειμένα ῥᾳστώνην ἄγει (e?)·
  • δὲ τότε μὲν ἡσύχαζεν, ὕστερον δʼ ὅτε
  • χειμὼν ἐνέστη,
  • τῆς κόπρου ὑπὸ τοῦ ὄμβρου κλυσθείσης ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τρόφων μεταλαβεῖν
  • δεόμενος· ὃ δὲ γʼ ἔφη πρὸς αὐτὸν „ὦ κάνθαρε
  • ἀλλʼ εἰ τότʼ ἐπόνεις, ὅτε με μοχθοῦντα
  • ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου (e?).“

    Οὕτως οἱ περὶ τὰς εὐθηνίας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταβολὰς τὰ μέγιστα δυστυχοῦσι.

    Λέων εἰς ἔπαυλιν γεωργοῦ εἰσῆλθεν·

  • ὃ δὲ συλλαβεῖν βουλόμενος τὴν αὐλείαν θύραν
  • ἔκλεισε. καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια (e) διέφθειρεν,
  • ἔπειτα δʼ αὖθις κἀπὶ τοὺς βοῦς ἐτράπη.
  • καὶ ὁ γεωργὸς φοβηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἤνοιξεν, ἀπαλλαγέντος δὲ τοῦ λέοντος ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα (i) εἶπεν· ἀλλά γε σὺ δίκαια πέπονθας· τί γὰρ τοῦτον
  • συνέκλεισας, ὃν καὶ μακρόθεν σ᾿  ἔδει τρέμειν.“
  • Οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὐτῶν πλημμελείας ὑπομένουσιν.

    [*](17, 4 ταλάνιζεν ὡς Nevel., melius |4 sqq. liberius Nevel. 9 ἐκλυθείσης Pr, κλυσθείσης Au Nevel. || 12 ὅτε ἐμόχθουν καὶ με (ἐμὲ) ὠνείδιζες Au (Pr) || 13 ὠνείδισας, νῦν οὐ τροφῆς ἂν ἐπεδέου?)[*](18 (Gb 240) Au 142 Pr 139: sim. F 93. Nev. 224 Cor. 220 || 1 Εἰσῆλθεν εἰς ἔπαυλιν ἀγροίκου λέων Gb || 3 πρῶτον μὲν οὖν ? || 5 βόας AuPr || 10 συνέκλεισας Nev., συγκλεῖσαι ἐβούλου sim. ceteri || Epim. τὰς ἑαυτῶν Au, corr. e Pr)
    243

    Λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπʼ ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης καὶ ἔκειντο ἡμιθανεῖς. ἀλώπηξ δὲ περιιοῦσα καὶ θεασαμένη πεπτωκότας,

  • ἰδοῦσα καὶ τὸ βρῶμα κείμενον ἐν μέσῳ
  • ἄρασα τοῦτο †δρομαῖος ᾤχετο.
  • οἳ δέ, ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι εἶπον· „ἄθλιοι ὄντως ἡμεῖς, ὅτι διʼ ἀλώπεκα ἐμαχόμεθα.“

    Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται.

    Λέων λαγωῷ περιτυχὼν κοιμωμένῳ

  • ἔμελλε τοῦτον καταφαγεῖν· μεταξὺ δὲ
  • θεασάμενος ἔλαφον παριοῦσαν ἀφεὶς τὸν λαγωὸν ἐκείνην ἐδίωκεν. ὃ μὲν οὖν ἀπὸ τῶν ψόφων (e) ἐξαναστὰς ἔφυγεν. ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον ἐπειδὴ καταλαβεῖν οὐκ ἐδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν.
  • εὑρὼν δὲ κἀκεῖνον †πεφευγότα
  • ἔφη „ἀλλʼ ἔγωγε δίκαια πέπονθα, ὅτι περ ἀφεὶς τὴν ἐν χερσὶ βορὰν μείζονα ἐλπίδα προέκρινα.

    Οὕτως πολλοὶ τῶν ἀνθρώπων διʼ ἐλπίδα μείζονα τὰ ἐν ταῖς χερσὶν ἐλάχιστα κέρδη ἀθετοῦντες εὑρίσκονται καὶ τούτων ὑστερούμενοι.

    Ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα

  • ἤλαυνεν εἰς ἄστυ. τοῦ δὲ δέλφακος
  • παῤ ὅλην ἐν αὐτοῖς τὴν ὁδὸν κεκραγότος
  • [*](19 (Gb 241) Hds. (Hptm) 39 e Vossiano; sim. F 96 C 39 tetr. lI 13 || 5 μέσον ? || 6 δρομαίως Voss., corr. Cor. | μάλα δρομαῖος Gb) [*](20 (Gb 242) Nevel. 228 e Palat.: sim. F 97 Au 146 Pr 143 St. || 1 λέων περιτυχὼν λ. κ. Nevel. || 2 τοῦτον ἔμελλε Nevel.|| 4 ἀπὸ τῶν FAu, ἀπὸ Nevel.; παρὰ τὸν ψόφον Pr fuerit πάλιν ἐξαναστὰς ἔφυγεν. ὁ δὲ λέων ἐπεὶ || 7 〈γε δια〉 πεφευγοτα?) [*](21 (Gb 244) F 131: Au 174 Pr 177 Nev. Cor. 176 || 2 ἤλαυνε παντʼ Gb)
    244
    ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο τὴν αἰτίαν παῤ αὐτοῦ, διʼ ἣν τῶν λοιπῶν ἡσυχαζόντων μόνος αὐτὸς βοᾷ. ὃ δὲ ἔφη ἀλλʼ ἔγωγε οὐ μάτην ὀδύρομαι (e)· εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν προβάτου ἔριά τε καὶ γάλα παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους· ἐμοῦ δὲ οὐκ ἔχοντος ἄλλο τι χρηστὸν
  • πάντως με θύσειν βούλεται.
  • Ὅτι καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.

    [*](7 παρεχ. — ἀφέξ. AuPr, sim. Nev., τοῦ δεσπότου λαμβάνοντος ἀνθέξεται F || Epim. οὐ om. F, suppl. ex AuPr)

    Ne inter incertas quidem iambicarum paraphrases recepi plerasque Gitlbaueri fa bulas, quas paucis infra indicavi:

    = B 88 F 120 Μόσχος πρὸς τὴν ἔλαφον κτλ. Babrii nostri 156.

    = B 99 C 258 Ὄνος δορὰν λέοντος ἐπενδυθείς κτλ. Babrii 139, tabularum ceratarum testimonio confirmata.

    = B 1ΟΟ Ὁ λαγωὸς τῇ ἀλώπεκι κτλ. Babrii 157.

    = B 103 F 151 Ὄνος τὸν ἵππον ἐμακάριζε κτλ. Babrii 160.

    = B 107 F 139 Ὄνος πλατείας ὁδοῦ ἐκτραπείς κτλ. Babrii 162.

    = B 130 F 321 Ῥόδῳ παραφυὲν ἀμάρανθον κτλ. Babrii 178.

    G 223 = F 2 Au 4 Ἀηδὼν ἐπί τινος δρυὸς ὑψηλῆς καθημένη κτλ. Barii 204.

    = F 6 Ac 7 Au 17 Ἀλώπηξ ὑπό τινος παγίδος τὴν οὐρὰν ἀποκοπεῖσα κτλ., ex Aesopeis vetustissimois, cf. Timocr. fr. 3 PL. III p. 539 B.

    Gb. 225 = FA 9 Au 20 Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον κτλ.

    = F 14 Nevel. Cor. 152 Au 7 Αἴλουρος ἀκούσας

    245
    ὅτι --- ὄρνιθες νοσοῦσι κτλ, quae ex ipso Babrii 121 pendere probabilius est.

    = F 18 Nevel. Cor. 157 Au 41 Ἀλώπηξ εἰσελθοῦσα εἰς ἀγέλην προβάτων --- ἐρωτηθεῖσα ὑπὸ κυνός κτλ.