Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Crusius, Otto, editor. Leipzig: Teubner, 1897.

  • Γνεὴ δικαίων ἦν τὸ πρῶτον ἀνθρώπων,
  • ὦ Βράγχε τέκνον, ἣν καλοῦσι χρυσείην.
  • ---
  • τρίτη δʼ ἀπʼ αὐτῶν αὖτʼ ἐγένετο χαλκείη,
  • μεθʼ ἣν γενέσθαι φασὶ θεῖον ἡρώων
  • ---
  • πέμπτη σιδηρῆ· ῥίζα καὶ γένος χεῖρον.
  • ἐπὶ τῆς δὲ χρυσῆς καὶ τὰ λοιπὰ τῶν ζῴων
  • [*](Ι. 1i ═ 7, 11 | 3 im cf 53, 7 | 4e ═ 15, 3. 63, 4. 7 | 6i ═ 102, 4. 108, 5)[*](Fabulae Athoi. pr. Ι fab. 1—107, pr. ll fab. 108—123.)[*](βαλεβρίου μυθίαμβοι αἰσώπειοι κ. στ., in marg. ςι χωλιαμβι m. et ?? (m. pr. ?) A (cf. p. 98), Βαλε Βαβρίου | Βαλερίου χωριαμβικοὶ στίχοι ἐκ τῶν Αἰσώπου μύθων Harl. 3521 (sequ. fab. 58): ft. legerant Βαλερίου Β., cf. Cr p. 192. Βαβρίου μυθιάμβους διὰ χωλιάμβων ἐν βιβλίοις ι΄ Suidas testatur.)[*](I. Prooemium conlectionis prioris. 3—5 Lm Rth || 3 αὐτῶν A, τ (= τις) add. m. recc. (Men.), unde αὐτῶν τις Schnw; suppl. Cr, cf. 12, 19; versui 3 litteris evanidis m. 3 in marg. ascriptum φρἁ oc, cf. praef. | ἐγενήθη A, corr. Schnw Cr; ἐγεγένητο Burges, Eb || 4 ἕπεσθαι? cf. N 492 | φασιν, ν eras. A. θείαν A, δῖαν Eb, θεῖον Cr conl. Hes. op. 159 ἡρώων θεῖον γένος: supplendum fere: γένος (cf. 5) παλαιῶν, nam alii heroes recentiores sunt secundum Babrium; cf 63, 7 ff. et versum persimilem 66, 1 || 5 μεμπτὴ A, πέμπτης Lm | σιδηρὰ A, interpunxit Gb Cr | num χείρω γόνος χείρων? Eb || 6 δὲ ///// σῆς, A, suppl. Db litterarum χρυ umbras cognovit Eb)
    10
  • φωνὴν ἔναρθρον εἶχε καὶ λόγους ᾔδει·
  • ἀγοραὶ δὲ τούτων ἦσαν ἐν μέσαις ὕλαις.
  • ἐλάλει δὲ πέτρη καὶ τὰ φύλλα τῆς πεύκης,
  • ἐλάλει δὲ κἰχθὺς, Βράγχε, νηὶ καὶ ναύτῃ,
  • στρουθοὶ δὲ συνετὰ πρὸς γεωργὸν ὡμίλουν.
  • ἐφύετʼ ἐκ γῆς πάντα μηδὲν αἰτούσης,
  • θνητῶν δʼ ὑπῆρχε καὶ θεῶν ἑταιρείη.
  • μάθοις ἂν οὕτω ταῦτʼ ἔχοντα καὶ γνοίης
  • ἐκ τοῦ σοφοῦ γέροντος ἧμιν Αἰσώπου
  • μύθους φράσαντος τῆς ἐλευθέρης μούσης.
  • ὧν νῦν ἕκαστον, ἢν θέλῃς, ἐμῇ μνήμῃ
  • μελισταγές σοι νῷ τι κηρίον θήσω,
  • πικρῶν ἰάμβων σκληρὰ κῶλα θηλύνας.
  • [*](8e ═ 12, 2 |  11e ═ 7, 4. 15, 2 | 12e ═ 10, 2 | 16e ═ lI 6 | 17e ═ 64, 7. 95, 26 ||)[*](Ι. 7 ᾔδη. A m. pr., ft recte, η in ει corr. m. 3? || 9 πέτρα A. || 10 δ- //////  ἰχθὺς, erasis litteris fere quattuor (ὲ καὶ?); Menas corr. δὲ πόντιος (π. postea erasit) τʼ ἰχθὺς, unde conl. 71, 5 δὲ πόντος Bgk Lm; possis δὲ δελφίς sim., cf. Maxim. Tyr. III 1 || 14 μαθ - - ς δʼ ἀνοὕτω A, suppl. Bss: δʼ del. Cr ut repetitum ex vv. 11. 13. Cf. Avian. praef. 7 Ell || 15 ἡμῶν γέρ. Αἰσ. A, βαγ suptascr. m. r., corr. Sd Eb; σοφιστοῦ, τοῦ γ. Gb Rth || 16 ἐλευθέρας A, oratione libera,i.e.soluta (Apul.  flor. XV p.1 9 Kr.), cf. Cr de Babr. 163; παλαιτέρας Schn, alii aliud || 17 ἂν θείης A, ἂν θέλῃς Lm, ἵνα τιθῇς (θέῃς) Db (Schnw); num ἀνθίσας? | ἐμῆ μν. A, intellego ad meam mermoriam e recentiorum usu; ἐνὶ μν. Lm Ah forma Babrio ignota locus lacunosus? || 18 νῶ τὸ in A dignoverunt plerique, etiam Eb, atque σοι νῷ (═ ἐν νῷ) a poetis non alienum; νοῦ τὸ Rth legere sibi visus est, unde effinxit τοῦτο, quod praeceperat Fx; λῷστε Db; scripsi interim νῷ τι, cf. Hes. theog. 597 || 19 θηλὰσαι:—, θηλ m. pr, ultimae litterae m. r. atramento obductae, suppl. Ah. cf. Philol. LIII 219 |  v. 17—19 litt. umbrae (m. 3?) in mg., cf. praef. || Prima archetypi ex quo A descriptus pagina lacera erat et evanida)
    11
  • Ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγύσων,
  • τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζῴων
  • φυγή τε πάντων καὶ φόβου δρόμος πλήρης.
  • [*](f. 3b)
  • λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσας
  • αὐτῷ μάχεσθαι. „μεῖνον“ εἶπε ,μὴ σπεύσῃς“
  • ἅνθρωπος αὐτῷ, „μηδʼ ἐπελπίσῃς νίκῃ·
  • τῷ δʼ ἀγγέλῳ μου πρῶτον ἐντυχὼν γνώσῃ
  • τί σοι ποιητέʼ ἐστίν.“ εἶτα τοξεύει
  • μικρὸν διαστάς. χὠ μὲν οἰστὸς ἐκρύφθη
  • λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας
  • ὥρμησε φεύγειν ἐς νάπας ἐρημαίας.
  • τούτου δʼ ἀλώπηξ οὐκ ἄπωθεν εἱστήκει.
  • ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης,
  • „οὔ με πλανήσεις“ φησίν, „οὐδʼ ἐνεδρεύσεις·
  • ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει,
  • πῶς αὐτὸς ἤδη φοβερός ἐστι γινώσκω.“
  • Ὅτι δεῖ ἐκ τῶν προσφερομένων γινώσκειν τὴν ἑκάστου διάθεσιν. καὶ ὅτι ἡ σοφία τῆς δυνάμεως διαφέρει.

  • Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων
  • καὶ τὴν δίκελλαν ἀπολέσας 〈ἐπ〉εζήτει,
  • [*](1, 1i ═ 7, 1 | 1e cf. 138. 4 | 2e ═ 134, 6 | 3e ═ 10, 3. 31, 2. 95, 67. 100, 3 | 4  m e ═ 31, 12 (25, 8) | 12 m e ═ 130, 1 | 14e cf. 75, 6. 138. 8 || 2, 2 m e ═ 23, 2. 28, 3)[*](1 B 11 P 9, Nev. 283; tetr. I 20, Av. 17 || ἀρχὴ τοῦ α A. m. 2 in mg. || 3  φυγὴ A m. pr. (Bss), σ add. m. r. | δρυμὸς Piccol || 4 δὲ τοῦτον A, δὲ μόνος B (Par), corr. Schnw | θαρσῆσαι A, corr. Bo || 5 αὐτωῖ A | σπεῦδε A, corr. Fx 6 ἄνθρωπος A, corr. Lm || 8 ποιητόν A, corr. Bgk; πτοητόν Schnw || 11 εἰς Rth || 12. 13 decurtati? cf. Av. 17, 9 sq. 14 οὐ μὴ Nb || 15 πικρὸν B (Db): φοβερὸν A || 16 ὡς Eb | φοβερὸς Dbn, πικρός A  | γιγνώσκω A, corr. Eb || Epim. καὶ add. m. rec. teste Eb; in epimythio altero trimeter latet barbarus. Aliud epim. in B)[*](2, 1 cf. M. Rb. XLVI 318 Alciphr III 13 || 2 ἐζήτει A, corr. Bss (cf. 28, 3), ἀνεζ- F Hch coll. 23. 2)
    12
  • μή τις παρόντων τήνδʼ ἔκλεψεν ἀγροίκων.
  • ἠρνεῖθ’ ἕκαστος. οὐκ ἔχων δʼ ὃ ποιήσει,
  • εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων·
  • τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις
  • [*](f. 4a)
  • ἀγροὺς κατοικεῖν, τοὺς δʼ ἐσωτέρω τείχους
  • εἶναί τʼ ἀληθεῖς καὶ τὰ πάντʼ ἐποπτεύειν.
  • ὡς δʼ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης
  • τοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας,
  • κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν
  • μήνυτρα σύλων ὧν ὁ θεὸς ἐσυλήθη.
  • ὃ δὲ τοῦτʼ ἀκούσας εἶπεν· „ὡς μάτην ἥκω·
  • κλέπτας γὰρ ἄλλους πῶς ὁ θεὸς ἂν εἰδείη,
  • ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γινώσκει,
  • ζητεῖ δὲ μισθοῦ μή τις οἶδεν ἀνθρώπων;“
  • Ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμένοις ὧν οὐκ εἰσὶ δεσπόται.

  • Αἶγάς ποτʼ εἰς ἔπαυλιν αἰπόλος κλείζων
  • μιῆς ἀπειθοῦς ἐν φάραγγι τρωγούσης
  • ἐπὶ σηκὸν ἄγειν θʼ, ὡς αἱ μὲν ἦλθον, αἱ δʼ οὔπω
  • κόμην γλυκεῖαν αἰγίλου τε καὶ σχίνου
  • τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας.
  • [*](2, 7 cf. 132, 4 | 8e ═ 3, 7 | 11i ═ 76, 12)[*](2, 3 μὴ τῶν A, corr. Bss | τὴν δʼ A m. pr., corr. m. r. || 4 ὃ acc. add. m. r. || 9 κρήνης A, -ης atramento obductum, κρήνῃ Bgk Rth || 12 σίγλων Bgk || 13 ο A, m. r., ὃ corr. cum Eb || 14 ὁ inseruit Ebh, θεὸς γʼ A, sed γʼ m. recc. | ἠδείη A. || 16 οἶδεν ἀνων A || Epim. ἐιϲὶδεϲπίϲτ-ι A m. pr. ut videtur, ται m. rec.; corr. Schnw, εἰσεῖδες πίστιν Dd)[*](3 BP 4 MP1 3, Aphth. 5; retr. I 35. Tota fabula paucis verbis exceptis (1 αἰπ. — 2 ἐν φ.) atramento rec. obducta in A. 1 κλείζων supra scr. χρή m. rec. A, cf. 113, 2: κλείσων vel κλῄζων Bgk Schnw || vv. 2. 3. 4 m. rec. adscr. βαγ || 2 μιᾶς A || 3 Ah, om. paraphr. || 5 κατέαξε A, corr. Lm ex tetrast. )
    13
  • τὴν δʼ ἱέτευε· „μή, χίμαιρα συνδούλη,
  • πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει,
  • τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς·
  • ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας.“
  • ἣ δʼ εἶπε „καὶ πῶς ἔργον ἐκφανὲς κρύψω;
  • [*](f. 4b)
  • τὸ κέρας κέκραγε, κἂν ἐγὼ σιωπήσω.“
  • Ὅτι τὰ δημοσίᾳ ἁμαρτηθέντα κατʼ οὐδένα τρόπον χρὴ κρύπτειν.

  • Ἁλιεὺς σαγήνην, ἣν νεωστὶ βεβλήκει,
  • ἀνείλετʼ· ὄψου δʼ ἔτυχε ποικίλου πλήρης.
  • τῶν δʼ ἰχθύων ὁ λεπτὸς εἰς βυθὸν φεύγων
  • ὑπεξέδυνε δικτύου πολυτρήτου,
  • ὁ μέγας δʼ ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη.
  • σωτηρία πώς ἐστι καὶ κακῶν ἔξω τὸ μικρὸν εἶναι· τὸν μέγαν δὲ τῇ δόξῃ σπανίως ἴδοις ἂν ἐκφυγόντα κινδύνους.

  • Ἀλεκτορίσκων ἦν μάχη Ταναγραίων,
  • οἷς θυμὸν εἶναί φασιν οἷον ἀνθρώποις.
  • τούτων ὁ λειφθείς (τραυμάτων γὰρ ἦν πλήρης)
  • [*](3, 7e ═ 2, 8 e | 8 me ═ 50, 5 (cf. 72, 18. 92, 10. 96, 4) || 4, 2e cf. 1, 3 caet. | 3e ═ 97. 9 (82, 8) | 6e ═ 116, 6 || 5, 2e cf. 31, 10. 49, 4)[*](3, 8 μηνύσηις A m. pr., -ης m. rec. || 11 τὸ κ. κεκράξεται — σιωπήσομαι Aphth.)[*](4 B 8 P 7 MP1 5 || 2 ἀνεῖλκεν Eb, ἀνεῖλε· τοὔψου Gb || [6 — 8] Eb | 6 σωτήριόν Eb | πῶς A || 8 κινδύνου A, κινδύνους B; κινδύνων Ah; B (ὅτι εὔκολον ἡ σωτηρία τοῖς μὴ μεγάλοις εὐτυχοῦσιν· τὸν δὲ μέγαν ὄντα τῇ δόξῃ | σπ. ἴ. ἂν ἐ. τοὺς κ.) ultimos versus promythii (epim.) loco adhibuit)[*](5 B 7 P 6 MP1 4, Fr Cor. 145; Aphth. 12; v. 1. 2. 9 Suid. ||  1 in marg. ε A m. pr. | 1. 2 S v. Ταναγραῖοι || 2 οἷς φ. εἶ. θυμὸν ὥσπερ ἀ. S, οἷον ἀνθρώπων etiam B* || 3 λειφθείς, ει m. rec. in rasura A.)
    14
  • ἔκυπτʼ ἐς οἴκου γωνίην ὑπʼ αἰσχύνης·
  • ὁ δʼ ἄλλος εὐθὺς ἐπὶ τὸ δῶμα πηδήσας
  • ἐπικροτῶν τε τοῖς πτεροῖς ἐκεκράγει.
  • καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας
  • ἀπῆλθʼ δʼ ἀδεῶς ἀμφέβαινε θηλείαις,
  • ἀμείνονα σχὼν τἀπίχειρα τῆς ἥττης.
  • ἄνθρωπε, καὶ σὺ μή ποτʼ ἴσθι καυχήμων, ἄλλου σε πλεῖον τῆς τύχης ἐπαιρούσης. πολλοὺς ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν.

    [*](f. 5a)
  • Ἁλιεὺς θαλάσσης πᾶσαν ᾐόνα ξύων
  • λεπτῷ τε καλάμῳ τὸν γλυκὺν βίον σῴζων
  • μικρόν ποτʼ ἰχθύν ὁρμιῆς ἀφʼ ἱππείης
  • ἤγρευσεν, οὐ τῶν εἰς τάγηνον ὡραίων.
  • ὁ δʼ αὐτὸν οὕτως ἱκέτευεν ἀσπαίρων·
  • „τί σοι τὸ κέρδος; ἢ τίνʼ ὦνον εὑρήσεις;
  • οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρῴην
  • πρὸς τῇδε πέτρῃ φυκὶς ἔπτυσεν μήτηρ.
  • [*](5, 6e ═ 105, 4 | 7e ═ 36, 4 | 9e ═ 31, 3 || 6, 4e cf. 19, 5 | 5 me ═ 13  | im ═ 124, 6)[*](5, 4 ἐκρύπτετʼ om. ἐς A, corr Ah Hp; ἐκσύβετʼ ἐς coll. 108 27 Hl, κατεκρύβη ἐν γωνίᾳ B*, sim. Aph. Fab. Rom. p. 16, 17 Eb || 5 ἐπὶ B, εἰς A, cf. 125, 1  || 7 ἀετός A στέγους etiam Aph, τέγους Bgk || 8 ὁ δʼ ἄλλος A, corr. Eb, ὁ δὲ ἕτερος   ἀφόβως συνῆν B*. ὁ δὲ ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινεν Fr |  ἀμφίβαινε, ι in ε m. r. || 9 S τἀπίχειρα· τὸν μισθόν ἀμείνονα ἔχων τ. τῆς ἥττης ἐν μυθικοῖς, unde ἔχων ἀμείνω Wagner, ἀμείνονʼ ἴσχων Hilberg Silbenw. 233 || vv. 10—12 Lm, promythii (epim.) loco adhibuit B ( πολλοὺς γὰρ ἔσωσε καὶ τὸ μὴ καλῶς πρ.) | Fabula decurtata?)[*](6 Av. 22; v. 6 Suid.; Ac Cor. 124 || 2 τε add. Bss ζώων A, σῴζων Bgk alii coll. 76, 9 || 3 σμικρόν? cf. 131, 11 || 4 ἐκ τῶν A, corr. Lm | ὡραίων A m. pr., unde -αῖον m. r. || 6 ἤ τιν ὦνον εὑρήσεις S s. ὦνος, ἢ πόσου με πωλήσεις glossema A.; εὑρήσω Eb Nb Cr, ἀλφήσω Eb || 8 ἔπτυσε A, corr. Bgk, ἔ. ἡ Eb, ἐκκύει Lm; fudit Av.)
    15
  • νῦν οὖν ἄφες με, μὴ μάτην μʼ ἀποκτείνῃς.
  • ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων
  • μέγας γένωμαι, πλουσίοις πρέπων δείπνοις,
  • τότʼ ἐνθάδʼ ἐλθὼν ὕστερόν με συλλήψῃ.“
  • τοιαῦτα μύζων ἱκέτευε καὶ σπαίρων,
  • ἀλλʼ οὐκ ἔμελλε τὸν γέροντα θωπεύσειν·
  • ἔφη δὲ πείρων αὐτὸν ὀξέῃ σχοίνῳ.
  • „ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας
  • μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύῃ.“
  • Ἄνθρωπος ἵππον εἶχε. τοῦτον εἰώθει
  • κενὸν παρέλκειν, ἐπετίθει δὲ τὸν φόρτον
  • ὄνῳ γέροντι. πολλὰ τοιγαροῦν κάμνων
  • [*](f. 5b)
  • ἐκεῖνος ἐλθὼν πρὸς τὸν ἵππον ὡμίλει.
  • „ἤν μοι θελήσῃς συλλαβεῖν τι τοῦ φχόρτου,
  • τάχʼ ἂν γενοίμην σῷος· εἰ δὲ μή, θνῄσκω.“
  • ὃ δʼ οὐ προάξεις;“ εἶπε „μή μʼ ἐνοχλήσῃς·
  • εἷρπεν σιωπῶν, τῷ κόπῳ δʼ ἀπαυδήσας
  • πεσὼν ἔκειτο νεκρός, ὡς προειρήκει.
  • τὸν ἵππον οὖν παρʼ αὐτὸν εὐθέως στήσας
  • ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων
  • [*](6, 9e cf. 50, 19. 53, 2 || 7, 1i ═ 1, 1 | 4e ═ 15, 2)[*](6, 10 θαλασσίων A, corr. Bo || 12 ἐλθόνθ᾿ Cr | σὺλήψη A m. pr., acc. erasit λ addidit m. rec. ||  13 κἀσπαίρων coll. 5 Lm, cf. 9, 7 || 15 πηρῶν, η ex ει A | ὀξείηι A, corr. Lm Bt || 17 ἂν A, ἄν γʼ corr. m. rece., ἠδʼ Eb | θηρεύει Eb || Ultimos versus damnnavit Eb p. X, expressit Av. || Post 17 duorum versuum spalium vacuum A)[*](7 B 12 P 10 MP1 7; Ac 125; 12. 13 Suid || 1 ἀνος A εἰώθη, η in ει corr. m. rec. A || 2 τοὺς φόρτους Hertzberh || 4 ὁμίλει A, ὁ in ὡ corr. m. r. || 5 ἄν A || 6 θνηίσκω A || 7 ὃ acc. add. m. rec. A, qualia notare desino | μὴ δʼ A, corr. Schnw Nck, μηδʼ ἐνοχλήσεις Hl || 8 εἷρπεν A teste Eb | τῶ A )
    16
  • ἐπʼ αὐτὸν ἐτίθει τὴν σάγην τε τοῦ κτήνους,
  • καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας.
  • ὁ δʼ ἵππος „οἴμοι τῆς κακῆς“ ἔφη „γνώμης·
  • οὗ γὰρ μετασχεῖν μικρὸν οὐκ ἐβουλήθην,
  • τοῦτʼ αὐτό μοι πᾶν ἐπιτέθεικεν ἡ χρείη.“
  • Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα
  • πότερʼ ἀναβαίνειν μᾶλλον ἢ κάτω βαίνειν
  • αἱροῖτο. χὡ κάμηλος οὐκ ἄτερ μούσης
  • εἶφʼ „ἡ γὰρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη;“
  • Ὁ λόγος εὔθετος πρὸς ἄνδρας διεστραμμένους καὶ τὴς εὐθείας ὁδοῦ ἐκκλίνοντας.

  • Ἁλιεύς τις αὐλοὺς εἶχε καὶ σοφῶς ηὔλει·
  • καὶ δή ποτʼ ὄψον ἐλπίσας ἀμοχθήτως
  • [*](f. 6a)
  • πολὺ πρὸς αὐλῶν ἡδυφωνίην ἕλξειν,
  • τὸ δίκτυον θεὶς ἐτερέτιζεν εὐμούσως.
  • ἐπεὶ δὲ φυσῶν ἔκαμε καὶ μάτην ηὔλει,
  • βαλὼν σαγήνην ἔλαβεν ἰχθύας πλείστους.
  • [*](7, 14 cf. 118, 9 || 8, 3e cf. 15, 1 (pr. I 16. lI 6) || 9, 1e ═ 140, 8 | 2e ═ 103, 9. 111, 7)[*](7, 12 ἐπʼ αὐτὸν ἐ. τὸν γόμον τὴν σάγην τε τ. κτ. Suida s. σάγη, 12. 13 τ. σ. τε τ. κτ. κ. τ. ὀνείαν πρ. ἐκδ. Sd. s. ὀνεία || 13 προεπέθηκεν A m. pr., corr. m. rec. || 16 χρεία A | Post 16 unius versus spat. vacuum A)[*](8, 1 φορτίσας? || 3 χ᾿ ὡ A, qualia enotare supersedeo || 4 ἡ ex εἰ m. pr. A | interrogandi signo interpunxit Cr coll. 105, 6. lnitium fortasse decurtatum (cf. Eb p. IV, Cr ann. 127, 229 11); fabula cur a Babrio abiudicetur (Rth) nulla causa, cf. 57, 12 || Epim καὶ om. A, sed signum evanidum in marg.)[*](9 Ac Cor. 130, Au 11; ex Herod. I 141 || 1. 2 αὐλοὺς — ποτʼ Nok || 3 ἡδυφωνέην A | ηζειν A atram. rec. obd.; ἥξειν Men., ἐξελεύσεσθαι ἐς γῆν Herod., sed refragatur ἀμοχθήτως atque pristina lectio incerta; ἕλξειν Eb, ἄξειν Schnw || 4 ἐτέριζεν A, super ἐτ- η m. r, corr. Men.; ἠρέθιζεν Bgk ||  5 ἔκαμνε A, corr. Db)
    17
  • ἐπὶ γῆς δʼ ἰδὼν σπαίροντας ἄλλον ἀλλοίως,
  • τοιαῦτʼ ἐκερτόμησε τὸν βόλον πλύνων·
  • „ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἦν ὕμας
  • πάλαι χορεύειν, ἡνίκʼ εἰς χοροὺς ηὔλουν.“
  • οὐκ ἔστιν ἀπόνως οὐδʼ ἀλύοντα κερδαίνειν· ὅταν καμὼν δὲ τοῦθʼ ἕλῃς ὅπερ βούλει, τὸ κερτομεῖν σοι καιρός ἐστι καὶ παίζειν. Ὁ μῦθος λέλεκται πρὸς τοὺς ματαίως παρὰ τὸ δέον τι ἐργαζομένους.