Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἐστιν οὖν ὁ μάλιστα παρὰ τοὺς ἄλλους τοῦτον μεταχειρισάμενος τὸν τρόπον τὰ περὶ τοὺς λόγους καὶ καταποικίλας τὸν αὐτοῦ διηνεκῶς οὐκ ἄλλος τις κατʼ ἐμὴν δόξαν ἢ Δημοσθένης· διὰ τοίνυν τούτου καὶ τῶν παρὰ τούτῳ λεκτέον ἂν εἴη δήπουθεν καὶ περὶ τῶν ἄλλων ἰδεῶν ἀπασῶν τοῦ λόγου. ἐπιτιμήσῃ δὲ μηδεὶς μήτε τῇ [*](1 ἢ τοῦ δεῖνος om. Syr. 2 p. 398 sq Sp. 4 ἐστι om. V 9 ποικίλως V, Syr.; om. m 1Pa; ποικίλως (ω m. po. supr.) Pc 10 συμμιγῆ V, Syr, m. 2Pc 15 τῶν om Pc, Syr 16 οὐ Vc Ba, m po P: ὡς Ac, m 1P, m 2Vc Ba; P mg τοτὲ (ποτὲ Pa) δʼ αὖ οὐ ποιητικός; Syr. 1 p. 10, 3 ὡς ποιητικός (cod. S οὐ, supr. ὡς), sed addit ὡς οὐ ποιητικὸν δέ καὶ γὰρ τὴν οὔ ἄρνησιν τῷ ῥητῷ προσετίθεσαν κτλ 19 τοῖς ἄλλοις m.1Vc Ba 22 cf l. 10; τού- του, v l. τοῦτο, Sic 24 ἐπιτιμήσῃ Ac; -σειε Pc; -σ⌊η⌉ Pa, (ex ει m 2) Ba; -σει Vc)

216
μεθόδῳ ταύτῃ μήτε τῇ κρίσει, πρὶν ἅποσιν ὁμιλῆσαι τοῖς ῥηθησομένοις· οἶμαι γὰρ θαυμάσεσθαι ἂν εἰκότως μᾶλλόν τινας ἡμᾶς διὰ ταῦτα καὶ τὸ μέγιστον ἐπʼ εὐκρινείᾳ ἤ τινος ἐπιτιμήσεως ἕνεκα τούτων ἀξίους νομιεῖν, μόνον εἰ προσέχειν τοῖς ἐφεξῆς ἐθελήσαιεν. ὁ τοίνυν Δημοσθένης ὅτιπερ κεφάλαιον ἦν τὸν πολιτικὸν [*](192) ἠκριβωκὼς τὸ μὲν ὡς διὰ πάντων ἥκει πανταχοῦ ταῖς μίξεσι μήθʼ, ὅτε συμβουλεύοι, πάντῃ χωρίζων τοῦ δικανικοῦ τε καὶ πανηγυρικοῦ τὸν λόγον αὐτοῦ μήθʼ, ὅτε τι τῶν ἄλλων ποιεῖ, τὰ λοιπὰ ἀφιείς, τάχʼ ἂν οὐ τῶν σφόδρα γένοιτο χαλεπῶν εὑρεῖν τοῖς οὐχ ἀπλῶς αὐτὸν μετιοῦσιν· οἶς μέντοι καθαπερεὶ στοιχείοις τισὶ χρησάμενος εἴδεσι λόγου τοιοῦτον εἴργασται τὸν ἑαυτοῦ, ἂδὴ καὶ τὸν πανηγυρικὸν αὐτὸν καὶ τἆλλα πάντα τῶν λόγων εἴδη ποιεῖ συνιστάμενα πρὸς ἄλληλα, τοῦτο δὴ παγχάλεπον εὑρεῖν ἔμοιγε εἶναι δοκεῖ. χαλεπὸν δὲ οὐδὲν ἧττον καὶ τὸ εὑρόντα εἰπεῖν καὶ δεῖξαί τι σαφὲς περὶ αὐτῶν· οὐδὲ γὰρ ἔστιν, ὅστις πρὸ ἡμῶν ὅσα ἐμὲ γινώσκειν εἰς τήνδε τὴν ἡμέραν ἀκριβές τι περὶ τούτων πραγματευσάμενος φαίνεται, ὅσοι δὲ καὶ ἥψαντο, τεταραγμένως καὶ λίαν ἀπιστοῦντες σφίσιν αὐτοῖς περὶ ὧν εἶπον εἰρηκόσιν, ὥστε αὐτοῖς συγκεχύσθαι τὰ πάντα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ οἱ δόξαντές τι λέγειν περὶ τἀνδρὸς τὸ κατὰ μέρος θεωρήσαντες [*](5 ἐθελήσαιεν Vc Ba; σειεν Pa, (αι m.2 supr ) Pc; - σειαν Ac 6 τῶν πολιτικῶν PV corr. Portus 8 συμβουλεύει Dox 16 ποιῆι Vc, m 1Ba 11 χαλεπὸν Pa 12 καθάπερ Vc Ba; κα⌊ll–III⌉θαπερεὶ Pa; cf. 217, 12 13 εἴδεσι om. Lb d 14 αὐτοῦ Pc τῶν om. V; γρ καὶ τᾶλλα τῶν λόγων m po. Ac 15 δὲ Ba, (mm po. δὴ) Vc (τοῦτο suppl. mg.) ⌊δὴ παγ ⌉χάλεπον Pa 15–17 cf. Plat Tim. 28 C: ct. 217,9; 247, 5 16 ἡττον m.2 suppl. Pc 17 αὐ- τοῦ Ac 19 περὶ τούτων post 20 φαίνεται Ac 22 Syr. 1 p 13, 6; εἰς τοὺς ὑπομνηματίσαντας τῶν Δημοσθενεκῶν λόγων ἐνίους ἀποτείνεται ... Βασιλικόν τε καὶ Zήνωνα καὶ τοὺς ὁμιοίους)
217
καὶ τοῦτο ὅπως ἐδύναντο, τῶν δʼ ἐν τῷ καθόλου [*](268) βραχέα ἢ οὐδὲν φροντίσαντες, λέγω περὶ αὐτῆς σεμνότητος, περὶ αὐτῆς ἀφελείας, τῶν ἄλλων ἰδεῶν, τάχα ἄν περὶ Δημοσθένους τι διδάσκοιεν ἡμᾶς καὶ τούτου νὴ Δία τῶν μερῶν, ὧν τὰς θεωρίας συγγράψαι φασί, περὶ μέντοι παντὸς τοῦ λόγου καὶ πάσης ἰδέας, εἴτε ἐν μέτροις εἴτε ἐν ποιήσει εἴτε ἐν τῷ καταλογάδην εἴδει, παντάπασιν ἡμᾶς ἀδιδάκτους εἴασαν τὸ ὅσον ἐπʼ αὐτοῖς. χαλεπὸν μὲν οὖν ὅπερ ἔφην ταῦτα καὶ εὑρεῖν [*](193) καὶ εὑρόντα διδάξαι σαφῶς μετʼ εὐκρινείας, ἀλλὰ μιὴ κατʼ ἐκείνους· πειρατέον δὲ ὅμως, καθʼ ἣν προὐθέμεθα ὁδόν. τὰ γάρτοι τοῦ Δημοσθενικοῦ λόγου καθαπερεὶ στοιχεῖα καὶ ἀρχὰς εἰ δυνηθείημεν ἀκριβῶς αὐτὰ ἕκαστα ἐφʼ ἑαυτῶν πόσα τέ ἐστι δεῖξαι καὶ ὁποῖα καὶ ὅπως γίνεται τίς τε ἡ πρὸς ἄλληλα μῖξις αὐτῶν καὶ τί δύνανται τόνδε ἢ τόνδε μιγνύμενα τὸν τρόπον, τάχα ἂν περὶ ἀπάντων τῶν λόγων εἰρηκότες εἴημεν. ‘ἡ μὲν οὖν ὑπόσχεσιςʼ κατʼ αὐτὸν φάναι τὸν ῥήτορα ‘οὕτω μεγάλη, τὸ δὲ πρᾶγμα ἤδη τὸν ἔλεγχον κἀνταῦθα δώσει, κριτὴς δὲ ἡμῖν ὁ βουλόμενος ἔστωʼ.

Φημὶ τοίνυν, ὅτι τὸν Δημοσθενικὸν λόγον τὰ ποιοῦντά ἐστιν, εἰ μέλλοι τις ὡς ἕν ἅπαντα ἀκούσεσθαι, τάδε· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεία, [*](1 τοῦ⌊το m po suppl ⌉Pa ἠδύναντο c 2 λέγω δὴ Ac 3 καὶ τῶν Vg γράψαι Ba,(συγ m 2)Vc 6 τοῦ supr. Pa; om. Ac 8 τὸ om. Md 9 p 216, 16 ⌊καὶ om. Vf 10 σαφῶς διδάξαι Vc Ba 18 τὰς ἀρχὰς Vc Ba 15. 10 δύναται V, Syr. 18 ὑπό⌉σχ m.1 εσις Pd, cf Dem. 4, 15. Anon W VII 34, 21; ὑπόσχεσις, θ supr. m 2, Of: ὑπόθεσις PV 22 ἓν ἅπαντα Ac, Syr., m po. Vc, v l. m 2 Ba; ἔν ἅπαν P; ἐν ἅποσιν Vc Ba 23 cf 225, 9; «ἀλήθεια genus hic est cum ceteris, infra p 350, 30 tertia est species τοῦ ἤθους, cf. p. 375—384, ut ἀλήθεια hic aut vacet, aut parum sibi constet autor Spengel; posteriorem sententiam amplector, cf. 410, 13. 412, 7 Sp. etiam Syr 1 p. 14,7 illud ἀλήθεια legit)

218
δεινότης· λέγω δὲ ὡς ἕν ταῦτα πάντα οἱονεὶ συμπεπλεγμένα καὶ διʼ ἀλλήλων ἥκοντα· τοιοῦτος γὰρ ὁ λόγος ὁ Δημοσθενικός. τούτων δὲ τῶν Ἰδεῶν αἳ μὲν ἐφʼ ἑαυτῶν εἰσι καὶ καθʼ ἑαυτὰς συνιστάμεναι, αἳ δὲ ἔχουσιν ὑφʼ ἑαυτάς τινας ἄλλας ἰδέας ὑποβεβηκυίας, διʼ ὧν δὴ γίνονται, αἳ δὲ κοινωνοῦσιν ἀλλήλαις μέρει τινὶ ἢ καὶ μέρεσιν· ὅλως τε αὃ μὲν γένη εἰσὶν εἰδῶν, αἳ δὲ ὥσπερ κατὰ διαφοράν τινα κοινωνοῦσιν ἑτέραις ἰδέαις τοῖς ἄλλοις κεχωρισμέναι πᾶσιν, αἳ δὲ ὅπερ ἔφην μένουσιν ἐφʼ ἑαυτῶν οὐδενὸς ἄλλου προσδεόμεναι. προϊοῦσι δʼ ἔσται φανερώτερον, ὃ λέγω, ὅτε καὶ καθʼ ἐκάστην [*](269) [*](194) αὐτῶν προχειριζόμεθα.

Πρῶτον δʼ, ἐξ ὧν ἅπας λόγος πέφυκε γίνεσθαι καὶ ὧν ἄνευ οὐκ ἄν ποτε συσταίη τι λόγων εἶδος, ῥητέον, ἵνʼ ἐκ τούτων εὐμαθέστερον ἔχοντες μᾶλλον παρακολουθοίημεν, ὅτε καὶ τὰς ὑποβεβηκυίας τινὰς τῶν προειρημένων ῖδεῶν προτιθέντες, ἐξ ὧν πεφύκασι γίνεσθαι, λέγομεν.

Ἅπας τοίνυν λόγος ἔννοιάν τε ἔχει πάντως τινὰ ἢ ἐννοίας καὶ μέθοδον περὶ τὴν ἔννοιαν καὶ λέξιν, ἣ τούτοις ἐφήρμοσται. τῆς δʼ αὖ λέξεως ἐχούσης πάντως τινὰ καὶ αὐτῆς ἰδιότητα πάλιν αὗ σχήματά τέ ἐστί τινα καὶ κῶλα συνθέσεις τε καὶ ἀναπαύσεις καὶ τὸ ἐξ ἀμφοῖν τούτοιν συνιστάμενον ὁ ῥυθμός· ἡ γὰρ ποιὰ σύνθεσις τῶν τοῦ λόγου μερῶν καὶ τὸ ὡδί πως ἀναπεπαῦσθαι τὸν λόγον ἀλλὰ μὴ ὡδὶ ποιεῖ τὸ τοιόνδε ἀλλὰ μὴ τοιόνδε εἶναι τὸν ῥυθμόν.

[*](1 οἷον Vc, (εὶ m 2 add) Ba 2. 3 ὁ δημοσθενικὸς λόγος Pc ἐφʼ Pc | ἰδέας om. Ac | ὑποβεβηκυίας αὐταῖς Vd 7 καὶ om. Pc 8 cf. 225, 13 226,1 14 ἄνευ οὐκ ἄν Lb: οὐκ ἄνευ (om. ἄν) PV |τι om. Vc Ba 14 15 cf 220,21 15 παρακολουθείημεν (οι m po.) Ac 10 p. 217,23 218, 5 17 γενέσθαι Vc, (ί m 2) Ba λέγοιμεν Sc 18 τινὰ πάντως Ac | ἢ καὶ Ba 21 τέ om Ac)
219

Ἐπεὶ δὲ ἴσως ἐστὶν ἀσαφὲς τὸ προειρημένον, παραδείγματι αὐτὸ σαφηνιοῦμεν. ἔστω γὰρ βούλεσθαι ἡμᾶς ποιῆσαι γλυκύτητα. οὐκοῦν ἔννοιαι μὲν γλυκύτητος αἵ τε μυθικαὶ καὶ αἰ ταύταις ὅμοιαι καί τινες ἕτεραι, περὶ ὧν ὕστερον λέξομεν ἐν τῷ περὶ αὐτῆς τῆς γλυκύτητος λόγῳ. ἀλλʼ ἔννοιαι μὲν αὗται, μέθοδοι δὲ τὸ προηγουμένως καὶ σὺν ἀφηγήσει αὐτὰς διεξιέναι, ἀλλὰ μὴ ἐξ ὑποβολῆς ἢ πως ἑτέρως. λέξις δὲ ἡ διὰ ἐπιθέτων καὶ ὅση δριμεῖα καὶ τῆς ποιητικῆς ἡ μὴ διηρμένη μηδὲ πλατεῖα φύσει αἵ τε τῆς καθαρότητος ἅπασαι. τῆς δʼ αὖ λέξεως σχήματα μὲν τὰ κατʼ ὀρθότητα ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ χωρὶς ἐπεμβολῆς, κῶλα δὲ [*](195) τὰ ὀλίγῳ τῶν κομματικῶν μείζονα ἢ καὶ τὰ κομματικὰ αὐτά, συνθήκη δὲ κατὰ μὲν τὰ τοῦ λόγου μέρη μᾶλλον ἡ ἀνειμένη διὰ τὴν τοιαύτην λέξιν, οὐ μὴν ἥ γε διεστηκυῖα πάντ — δεῖ γάρ τι καὶ κατὰ τὸν ῥυθμὸν ἔχειν τὴν γλυκύτητα ἡδονῆς —, κατὰ δὲ τὰς βάσεις ὅση δακτυλική [*](270) τε καὶ ἀναπαιστική. τὸν δὲ περὶ ῥυθμοῦ τι λέγοντα καὶ συνθήκης ἀνάγκη καὶ περὶ συλλαβῶν καὶ στοιχείων διαλαβεῖν· ἐκ γὰρ τούτων καὶ τῆς ἀναπαύσεως ὁ ῥυθμός· δῆλον δὲ ἔσται μᾶλλον ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων τοῦτο. ἀλλὰ συνθήκη μὲν αὕτη γλυκύτητος, ἀνάπαυσις δὲ ἡ βεβηκυῖα μᾶλλον. ὁ δὲ ῥυθμὸς ὥσπερ εἶδός τι ἐπακολουθεῖ τῇ τε συνθήκῃ τῇ ποιᾷ καὶ τῇ ἀναπαύσει ἄλλο τι ὄν παρὰ ταῦτα, καθάπερ οἰκίας ἢ [*](1 ἐπειδὴ δέ ἐστιν ἴσως ἔτι ἀσαφὲς |τὸ εἰρημιένον Ld Vd 4 τε om. V | ἕτεραι P Ac; ὅμοιαι hic quoque Vc Ba Syr.: καὶ εἴ τινες ἕτεραι ταύταις ὅμοιαι 5 p. 357 Sp. 6 μέθοδος V δ 10 διηρμένη v .I.P Ba, Sic. VI 126,2 W., Dox.; διηιρημένη PV, Syr 15. 16 πάντη διεστηκυῖα V, Syr. 16 γάρτοι Pc, (ex cr ) Pa | καὶ τὰ κατὰ Pc 17 ὅση PV ἡ Syr 24 τε P Ac; γε VcBa 25 ῶν Pa 25 sq cf Dion De c v 6 lI 1 p 24, 4 sq. Us.)

220
πλοίου τῶν τοιῶνδε λίθων ἢ ξύλων τόνδε πως ἢ τόνδε τὸν τρόπον συντεθέντων καὶ μέχρι τοῦδε παυσαμένων τοιόνδε τὸ εἶδος ἢ τοιόνδε γίνεται, ἄλλο τι παρὰ τὴν συνθήκην καὶ τὴν ἀνάπαυσιν ὄν.

Πάντα μὲν οὖν εἴδη λόγων ἐν τούτοις τεθεώρηται καὶ διὰ τούτων γίνεται, ἐννοίας, μεθόδου, λέξεως, σχήματος, κώλου, συνθήκης, ἀναπαύσεως, ῥυθμοῦ. ἔγὼ δʼ, ὅτι μὲν καὶ τούτοις ἐπὶ τοῖς προειρημένοις δεῖ σαφηνείας τινός, οὐκ ἀγνοῶ, οὐδʼ ὡς οἴονται τινὲς γενέσθαι ἂν ἴσως ταῦτα σαφῆ διὰ τῶν παραδειγμιάτων, εἰ προτεθείη· οὐ μὴν ἀλλὰ τὸ μὲν δεῖν παραδειγμάτων αὐτοῖς [*](196) ὁμολογῶ, τὸ δέ, εἰ τεθεῖεν νυνὶ παραδείγματα, γενέσθαι ἂν σαφές, περὶ οὗ ὁ λόγος, οὐκέτʼ ἂν συγχωρήσαιμι· ἐπεὶ τοὐναντίον, εἰ νῦν καὶ ἐνταῦθα καὶ καθʼ ἕκαστον τῶν προειρημένων τεθείη τὰ παραδείγματα, μηκύνοιτό τε ἂν διʼ αὐτὸ μᾶλλον ὁ λόγος καὶ ταραχή τις ἂν πλείων εἰκότως γίνοιτο· ἔπειτα μέντοι καὶ τὸ παρὸν οὐ περὶ γλυκύτητος προὔκειτο λέγειν — ὕστερον γὰρ ἀκριβέστερον καὶ περὶ ταύτης ἐροῦμεν —, ἀλλʼ ὅσον ἐμφῆναι, διὰ τίνων γένοιτʼ ἄν ἀκριβὲς ἕν αὐτὸ ἕκαστον λόγων εἶδος, ἵν’ ἀπὸ τούτων, ὅπερ ἔφην, εὐμαθέστερον ἔχοντες ῥᾳδίως ἑποίμεθα τοῖς ἐφεξῆς. οὐκοῦν ἐκεῖσε ἐπάνειμι.

Ἐχόντων γὰρ τούτων ταύτῃ καὶ πάσης ἰδέας λόγων συνισταμένης διὰ τῶν προειρημένων, ἀκριβῶς μὲν διὰ [*](1 τῶν Vaδ, v l.Dox.; ἢ τῶν PcV, (ἢ er ) Pa πως om Ba 2 συνεκτεθέντων Ba 8 ἐπὶ V, v .l.P καὶ P 9 γενέσθαι Pa 10 αὐτὰ V 10 11 παρατεθείη v .l.P; προστεθείη Ld 12 τεθ⌊εῖ m2 ⌉εν Ba; τεθείη Ac νῦν Ac 15 τὰ er Pa; om. Ac 16 alt. ἂν om Ac 17 γίνοιτο Ac, (ε supr.) Pa; γένοιτο Pc Vc Ba 18 προὔκειται sic Vc Ba 19 καὶ om Ac 20 γένοιτο, om ἂν, v 21 p 218, 15 2 l. 6)

221
[*](271) πάντων ἑνὸς εἴδους οἰκεῖον εἰργασμένον λόγον, οἷον ἐννοίας, μεθόδου, λέξεως καὶ τῶν λοιπῶν, σφόδρα χαλεπὸν μᾶλλον δὲ ἀδύνατον εὑρεῖν παρά τινι τῶν ἀρχαίων, τῷ δὲ πλεονάζειν τοῖς οἰκείοις ἑκάστης ἰδέας τὸ τοιόνδε ἢ τοιόνδε ἕκαστον αὐτῶν εἶναι συμβέβηκεν. ἐξαιρῶ μέντοι τοῦ λόγου τὸν ῥήτορα· οὐ γὰρ κατὰ ταὐτὰ ἐκείνοις μιᾷ τινι τῶν προειρημένων πλεονάσας ἰδέᾳ καὶ αὐτός, ἀλλὰ μέρει μέν τινι μᾶλλον δὲ εἴδει μιᾶς πλείονι χρησάμενος τῶν λοιπῶν, λέγω τῇ περιβολῇ (διότι δὲ τοῦτο πεποίηκεν, ἐν τῷ περὶ μεγέθους ἡμῖν καὶ τῆς περιβολῆς αὐτῆς ἀκριβῶς λελέξεται), ἀλλʼ ὅπερ ἔλεγον, τούτῳ γάρ, ὃ δὴ πολλοστόν ἐστι μέρος ἢ εἶδος ἰδέας μιᾶς, πλείονι χρησάμενος τῶν λοιπῶν, τοῖς δὲ ἄλλοις ἅποσιν ἑκάστῳ τὸ κατʼ ἀξίαν νείμας καὶ τὰ μὲν ὑψηλὰ σφόδρα καὶ λαμπρὰ τῶν νοημάτων μεθόδοις τισὶν ἢ σχήμασιν [*](197) ἤ τινι τῶν ἄλλων καθαιρῶν, τὰ δʼ αὖ λεπτὰ καὶ μικρὰ διὰ τῶν αὐτῶν τούτων ἐγείρων τε καὶ ὀρθῶν καὶ ἕκαστα τῶν ἄλλων κατὰ ταὐτὰ μιγνὺς τοῖς οὐκ οἰκείοις οὐδὲ ἰδίοις αὐτῶν μέρεσι καὶ καταποικίλλων, οὕτω τὸν λόγον αὐτοῦ πάντα πεποίηκεν ἁρμόττειν αὐτοῖς καὶ τὸ ὅλον ἓν εἶναι πασῶν αὐτῷ διʼ ἀλλήλων ἡκουσῶν τῶν ἰδεῶν, ὥστʼ ἐξ ἀπάντων τῶν καλῶν ἕν τοῦτο κάλλιστον εἶδος ἀπειργάσθαι λόγων τὸ Δημοσθενικόν.

[*](1 πάντων τῶν Pe |οἰκεῖον Pa Ac, (ίων m.2) Pc Ba, (mg τῶν οἰκείων, m. 2?) Vc; om. Syr. 2 μεθόδων Vc Ba λέξεων V 4 τὸ Vc Ba | ἰδίοις Ac 7 p. 217, 23 8 πλέονι V 9 λέγω δὴ Pa διὰ τί Vc Ba 10 p. 324, 28 Sp. 11 τοῦτο Vc, (m 2, ex τούτω) Ba 12. 13 πλέονι V, (ει supr.) Pa 14 15 ὑψηλὰ καὶ σφόδρα λαμπρὰ Ac 17 τε er Pa; om. Vc Ba | διορθῶν Vc Ba καὶ (ante ἕκαστα) Pc; om. Pa 18 κατὰ ταὐτὰ Pc, (m po καὶ ταῦτα) Pa; κατὰ ταῦτα Vc, (m.po καὶ) Ba; κατὰ ταῦτα καὶ Ac; γρ καὶ ταῦτα μιγνύς· καὶ οὕτως καὶ ἕκαστα τῶν ἄλλων κατα τὰυτὰ καὶ μιγνύς Pa, (ult καὶ om.) Po 20 ὑποστικτέον εἰς τὸ αὐτοῦ Dox. 21 ἓν m po. suppl. Vc Ba | αὐτῶν Vc Ba 22 εἶ-)
222