Περὶ ἰδεῶν λόγου
Hermogenes
Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.
Ἀκριβῶς μὲν οὖν, ὅπερ εἶπον, οὐκ ἦν εὑρεῖν παρʼ οὐδενὶ τῶν ἀρχαίων τὸ τοιοῦτον, ὅτι καὶ φύσει δήπουθεν ἁμάρτημά ἐστι τὸ μονοειδῆ καὶ μὴ ποικίλον ἐργάζεσθαι λόγον· πλεονάζειν δʼ ἔφην ἄλλον κατ’ ἄλλο τι καὶ ταύτῃ συμβαίνειν τὸ τοιόνδε ἢ τοιόνδε αὐτῶν ἑκάστῳ τὸν λόγον γίνεσθαι. τό γε μὴν πλεονάζειν λέγω οὐ τὸ τοῖς πλείοσι χρῆσθαι τῶν εὖ ποιούντων ἰδέαν ἑκάστην, οἷον μεθόδῳ, σχήματι, συνθήκῃ, ἀναπαύσει καὶ τοῖς τοιούτοις· τάχα μὲν γὰρ καὶ τοῦτο ἂν εἴη τι, ἀλλʼ ὅ γε λέγω, τοιοῦτόν ἐστιν τὸ τοῖς κυριωτάτοις ἰδέας ἑκάαστη [*](272) μάλιστα χρῆσθαι· τοῦτο γὰρ καὶ τὴν ἰδέαν ὡς ἐπὶ [*](198) τὸ πλεῖστον ποιεῖ καὶ τὸ πλεονάζειν τοῦτ’ ἦν τὸ τοῖς κρατίστοις χρῆσθαι τοῦ εἴδους. ἔστι δʼ ὅτε, εἰ ταῦτα παραλείπει τις τοῖς ἄλλοις χρώμενος ἅποσιν, εἰ καὶ πλεονάζει κατ’ ἐκεῖνα, ἀλλὰ γοῦν ἧττον ἂν τυγχάνοι τοῦ εἴδους ὁ λόγος ἐκείνου, οὗπερ ἦν οἰκεῖα, οἷς ἐχρήσατο. περὶ τοίνυν τῆς δυνάμεως λεκτέον ἂν εἴη τῶν ποιούντων ὡς ἔφαμεν τὰ εἴδη τοῦ λόγου.
Ἔστιν οὖν πρῶτον μὲν καὶ ἰσχυρότατον ἁπανταχοῦ ἡ ἔννοια, μετὰ δὲ ταύτην ἡ λέξις, τὸ σχῆμα δὲ τρίτον, λέγω τὸ τῆς λέξεως, ἐπεὶ τό γε τῆς ἐννοίας, ὅπερ ἦν μέθοδος, τέταρτον λέγω — οὐ κατὰ δύναμιν τῶν ἐν δεινότητι· [*](δος ante 23 λόγων Pa 23 ἀπειργάσθαι; ἀπεργάσασθαι Pc; ἀπειργάσασθαι Pa | cf p. 337, 23 Sp.) [*](1 p 220,24 4 τὸν ante λόγον add. Ba, (supr.) Ac | p. 221, 4 5 συμβαίνει V | τὸ etiam post ἢ add. Vc Ba 6 τῶν λόγων Ac 7 εὖ V: ἐ⌊μ m po.⌉ Pa; er. Pc; om. Ld: cf l. 13 κρατίστοις ? 9 pr. καὶ om. Vc Ba 14 παραλ είπ P: παραλείπει Vc; παραλείποι Ac Ba | εἰ ⌊δὲ er⌉ καὶ Vc 15 πλεονάζ Pa τυγχάνηι Vc Ba 16 οὐκ add. ante ἦν Pe, post ἦν Ld, m.po. supr post οἷς Vc; οἷς ⌊lII.—IV⌉ Pa 18 p. 220, 5 19 ἔστιν ⌊cr III⌉ δῦν Vc: ἔστι ⌊l⌉ μὲν οὖν Ba: ἔστι τοίνυν Vδ 21 22 ἦν ἡ μέθοδος V | cf. 218, 19. 219, 6)
Μικρὰ δὲ ἀναλαβόντες περὶ ἀπάντων τῶν προειρημένων ὡς ἐν κεφαλαίῳ, ἐπʼ αὐτὸν ἤδή τὸν περὶ τῶν ἰδεῶν λόγον χωρήσομεν. τίνα μὲν γάρ ἐστι τὰ τὰς ἰδέας ποιοῦντα τοῦ λόγου, καὶ ποία τις ἡ τούτων δύναμις, κἀκ τίνων ὁ Δημοσθενικὸς λόγος συνέστηκε, καὶ διʼ ἣν αἰτίαν τοῦτον προχειρίσασθαι δεῖν τὸν ἄνδρα κρίνομεν, εἴρηται. ἐπεὶ δὲ χωρὶς μὲν αὐτὴν καθʼ αὐτὴν οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν ἐξειργασμένην ἰδέαν διαρκῶς U+00AF πλὴν εἰ τὸ ἑκάστου ἔργον ἰδέαν λέγοι τις οἷον Πλατωνικὴν ἢ Δημοσθενικήν U+00AF, ἀλλʼ ἐπειδὴ αὐτὴν μὲν καθʼ ἑαυτὴν ὅπερ ἔφην σεμνότητα ἢ τι τῶν ἄλλων [*](200) ἀδύνατον παρά τινι τῶν ἀρχαίων εὑρεῖν ἦν διηνεκῶς, μῖξιν δὲ οὔτε λόγου οὔτε ἄλλου τινὸς τῶν πάντων οἷόν τέ ἐστι γνῶναι καλῶς ἤτοι ποιήσασθαι μὴ πρότερον αὐτὰ ἕκαστα, ἐξ ὧν ἡ κρᾶσις γέγονεν ἢ γένοιτο ἄν, ἐπιγνόντα U+00AF οἷον λευκοῦ καὶ μέλανος φύσιν, ἐξ ὧν τὸ φαιόν, εἰ κραθείη, γίνεσθαι πέφυκεν U+00AF· ἐπειδὴ οὖν τοῦθʼ οὕτως ἔχει, ἀνάγκη πάντων τούτων ἀπαλλαγέντας U+00AFτῶν κατʼ ἄνδρα λέγω, Πλάτωνος, Δημοσθένους, Ξενοφῶντος, τῶν ἄλλων ἀπάντων U+00AF ἐπὶ τὰ ἐξ ἀρχῆς ἰέναι οἱονεὶ στοιχεῖα λόγου καὶ περὶ ἑκάστου χωορὶς διαλαβεῖν. ῥᾴδιον [*](1 ἀλλὰ μὴ Pa V ἢ Pc |ὅσον V 4 ὡς om. Vc κεφαλαίοις Ac 5 χωρήσωμεν c, (ομεν cr ) Pc τ|ὰ m po , ex ῆ]ς Pa Ba 5 sq. p.218,18sq. 7 τίνος Vc Ba p 217,21 8 p. 215,19 9 ἐκρί- ναμεν Syr καὶ καθʼ Ve Ba 11 |l] εἰ |μὴ m po.l τὸ Pa 12 ἢ Ac; καὶ Pa Vc Ba: ἢ καὶ Pc 14 ἦν om. Ac 10 ἤτοι Pc Ac, (ἢ m. po. supr ) Pa, (cr. m.po ) Ba, (ex ἢ τῶι cr. m.1) Vc 18 cf e. g. Plat Tim 68 C 19 ἐπεὶ Ac 20 ἔχει Ac, v l P; om. P ἔχοι Vc Ba πάντων post τούτων Ac; om. Pc 20 21 λέγω δὴ τῶν κατʼ ἄνδρα Pc 22 οἱονεὶ P Ac; οἷον Vδ; om. Ba, (m.1 suppl οἷον) Vc)
Οὐκοῦν ἐφʼ ἃ προὐθέμεθα ἐξ ἀρχῆς ἐλθόντες λέγωμεν τὰς ἰδέας, ἐξ ὧν ἔφην τὸν Δημοσθενικὸν συγκεῖσθαι λόγον· τὰς δὲ ὑποβεβηκυίας αὐταῖς ἢ καὶ συμπληρούσας αὐτὰς ἰδέας ἰδόντες εὐκρινές τι ἂν περὶ ἑκάστης λέγοιμεν. ἦσαν δὲ δήπουθεν αἵδε· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης. περὶ τοίνυν τούτων λεκτέον καὶ πρῶτόν γε περὶ σαφηνείας καὶ τῶν ἰδεῶν, αἵ ποιοῦσιν αὐτήν. θαυμάζειν δὲ οὐ χρή, ἐάν τινες ἰδέαι κοινωνοῦσαι κατά τι ἑτέραις εὑρίσκωνται, οἷον ἢ κατʼ ἔννοιαν ἢ κατὰ λέξιν ἢ τι ἕτερον, ὥσπερ ἡ καθαρότης τῇ ἀφελείᾳ κατά τε ἄλλα τινὰ καὶ κατὰ τὸ τῆς ὀρθότητος σχῆμα κεκοινώνηκεν, οἷον «Σαννίων ἔστι δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων»· καὶ γὰρ [*](201) καθαρὸν τοῦτο καὶ ἀφελές. καὶ πάλιν ἡ τραχύτης καὶ ἡ ἀκμὴ κοινὰς ἔχουσι τὰς ἐννοίας· αἰ γὰρ ἐπιτιμήσεις οὖσαι τραχύτητος ἴδιαι ποιοῦσι τὴν ἀκμήν, ὅτε κώλῳ καὶ σχήματι μακρῷ ἐξαγγελθεῖεν. οὕτω δὲ δήπουθεν καὶ λαμπρότητι ἡ ἀκμὴ κοινωνοῦσα εὑρίσκεται. ἀλλʼ οὐ χρὴ τοῦτο θαυμάζειν· τῷ μὲν γὰρ ὅλῳ ἑκάστη ἰδέα ἑτέρα τῶν ἄλλων εὑρίσκεται, μέρη δέ τινα οἷον [*](1 p. 213, 6 sq. 2 pr. καὶ supr. Pa, om. Va ἀκριβεστέρας V; ἀκριβεστάτους Pc 4 ἐξετάζειν 〈ἢ〉 ? 5 λέγομεν V, (ω supr ) Pa 6 p. 2217, 23 7 αὐτ|αῖ m.po.]s Ba 9 p. 217, 23 ann. 10. 11 τούτων τοίνυν Vc Ba 11 περὶ Vc Ba; om. Pa Ac, (m2 suppl.) Pe 13 τι om. Vc Ba ἕτερον Pa Ac Ba, (αις m 2 supr ) Pc, (mg m 2 τι ἑτέροις) Vc: cf 218, 6. 8 εὑρίσκονται Ba, m 1 Ve 14 οἷον om. Vδ 15 τὸ suppl. m 2 Pc; om. Va 16 οἷον om. Ba Dem 21, 58 ἔστι om Pa 21 ἐξαγγελθείη Vc Ba, (εν supr ) Pa)
Ἀλλὰ περὶ μὲν τούτων ἅλις, ἐπὶ δὲ τὸν περὶ σαφηνείας ἤδη λόγον ἰτέον, ἣν δὴ καὶ πρώτην ἐθέμεθα, διότι καὶ παντὶ λόγῳ τούτου δεῖ μάλιστα, τῆςνείας, ᾗπερ ἐναντίον ἐστὶ δήπουθεν ἡ ἀσάφεια, ᾖ ὑποβέβηκε τὸ καθαρὸν καὶ εὐκρινές.
2 Σαφήνειαν τοίνυν λόγου ποιεῖ εὐκρίνεια καὶ καθαρότης. γίνεται δὲ καθαρὸς μὲν λόγος ἅπασι σχεδὸν τοῖς προειρημένοις, ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς· εὐκρίνεια δὲ τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον, τάχα δʼ ἄν τι καὶ τῶν ἄλλων εὐκρίνειαν ποιοίη.
Ἀλλὰ πρῶτόν γε περὶ καθαρότητος λεκτέον, ᾗ πάλιν ἐναντίον ἐστὶν ἡ περιβολὴ κατά τι — οὐ γὰρ κατὰ πάντα —, περὶ ἧς ἐν τῷ περὶ μεγέθους καὶ ἀξιώματος λόγῳ λέξομεν.
[*](1 οὔσας Vc Ba τινὰς Vc Ba, m 2Pc; τινὸς P Ac τὰς αὐτὰς Vc Ba |γρ οἷον διαφορὰς οὔσας τινὰς ἔχειν τὰς αὐτὰς ἰδέαν ἥν- τινʼ οὐ κεκώλυται; ∼ γρ διαφορὰς οὐσίας τινὰς (τινὸς Pc) ἔχει ἑτέρας τὰς αὐτὰς ἰδέαν ἡντιναοὗν οὐ κεκώλυται mg. P 3 τὸ δʼ Bs, m 1 Vc 5 τοῖς θεοῖς, m.po. supr., Vc εὐθὺς om Pc 6 δι- ωρισάμην Vd p 218,6 10 διὸ Ba δὴ Pc 13 ἧι ὁποβέβηκε τὸ καθαρὸν καὶ εὐκρινές add V, sicut l.11 12: utrobique del. ? | ἰδέα πρώτη mg. Pa cf. Aristid II 499 Sp. 15 ὁ λόγος Vδ 18 ποιοίη Ac; ποιεῖ P Vc, (ῆι m.po.) Ba 22 p 277, 19)