Περὶ εὑρέσεως [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

[*](120)

6 Ἰστέον, ὅτι τὴν ἔνστασιν καὶ ἀντιπαράστασιν ἐναντία κεφάλαια τῆς ἀντιλήψεως ἡ διαιρετικὴ παρέδωκε τέχνη· οἷον ἐξῆν μοι κτεῖναι τὸν υlόνʼ τὸ κεφάλαιον, [*](1 τὸ - 19 λύσεως potius p. 134, 13 tractanda erant 2 Dem 7, 2. 3 5 πρότερον post δὲ add Ba 7 ἡ πρότασις Ba 8 προ- cῆκο m po ν a; προσήκειν Sc, Lem 9 τοῦτο PVcAc; μέχρι τούτου Ba, ng P 10 οὐδὲ (pro οὐ) c (alt ) ἐστι Ac ; om Pc 12. 18 ἐχυροὺς Po VcAc, (ὀ m po ; ex ε7) Pa; ὀχυροὺς Ba 1 κα- κ|ῶς m 2, ex ἀ] Ve 15 λέγηι c 16 τοῦτο mu. p. ex τούτου Pa 21 sq. cf. 67, 2 4 21 τὴν post καὶ supr. m2Ba 22 τῆς om oBa 22 cf 125, 10. 95, 8. 74, 12 ἀντιληπτικῶς ante τὸ add Sc, ng (vix v l ) P: ἀντιληπτικὸν m po Pac)

137
ε'τια ἡ ἔνστασις ‘οὐκ ἐξῆνʼ, εἶτα ἡ ἀντιπαράστασις ‘εἰ δὲ καὶ ἐξῆν, ἀλλʼ οὐκ ἐμώπιον τῆς μητρόςʼ. καὶ πάλιν ἀνεύθυνος ἐπὶ λόγοιςʼ τὸ κεφάλαιον, ἀλλʼ οὐκ ἀνεύθυνοςʼ ἡ ἔνστασις, εἰ δὲ καὶ ἀνεύθυνος, οὐχ ἵνα ὑβρίζῃς τὴν πόλινʼ ἡ ἀντιπαράστασις.

Χρὴ δὲ ἡμᾶς καθʼ ἕκαστον τῶν κεφαλαίων ἐν πάσῃ στάσει πειρᾶσθαι τὰς μάχας καὶ τὰς κατασκευὰς κατʼ εἰκόνα τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως εἰσάγειν· πάντως γὰρ δυοῖν θάτερον, ἢ τὸ τῆς ἐνστάσεως ἢ τὸ [*](210) τῆς ἀντιπαραστάσεως, βιαιότατον τὸν ῥήτορα ἀποδείξει, οἷον ἐὰν λέγωμεν ὅτι ‘δεῖ καινοτομεῖνʼ, χεφάλαιον, εἶτα λέγωμεν ὅτι καινοτομεῖν προσήκει ἐπὶ τῷ συμφέροντιʼ· τοῦτο γὰρ ἀντιπαραστατικῶς εἰσάξομεν· εἶτα ὅτι μηδὲ καινόνʼ, τοῦτο ἐνστατικῶς. καὶ πάλιν ὅτι δύσκολον τόδε ποιῆσαιʼ, κεφάλαιον· ‘ἀλλʼ οὐ δύσκολονʼ, ἐνστατικῶς· ‘εἰ δὲ καὶ δύσκολον, ποιητέονʼ, ἀντιπαραστατικῶς. Ἅμα γάρτοι καὶ ἡ εὐπορία τῶν νοημάτων καὶ τῶν ἐπιχειρημάτων ἀμύθητος καὶ πολλὴ γίνεται ζητούντων ἡμῶν, εἴτε τὴν ἔνστασιν πρώτην θείημεν εἴτε τὴν ἀντιπαράστασιν, καὶ εἰς ἐκείνην πρῶτον τὴν προκειμένην ἀπὸ τῆς περιστάσεως ζητούντων τὰ ἐπιχειρήματα, εἶτα εἰσαγόντων τὴν ἑτέραν καὶ πάλιν εἰς ἐκείνην ἀπὸ τῆς αὐτῆς περιστάσεως ζητούντων τὰ [*](121) ἐπιχειρήματα, καὶ εἰς ἄπειρον οὐτος ὁ λογισμὸς τὰ [*](1 [l] οὐκ Vc; ἡ οὐκ Ac Ba; εἰ οὐκ Sc | εἶτα ἡ ἀντιπαράστασις P, suppl. m 2Vc; (om. εἶτα) ἡ ἀντιπαράστασις post 2 μητρός add. V 3 cf 144, 5 | ἐπʼ ὀλίγοις m1 VcBa 1 ἀλλʼ οὐχ Pc: cf 48, 18. 73, 13 ann. 10 ἀποδείξει τὸν ῥήτορα 11 cf. 133, 5 cet. 12 εἴτε(?) m 1Vc Ba | λέγομεν m. 1Vc ὅτι om Ac | ἀλλʼ ante ἐπὶ add Sc, m.po.Vc 13 εἰσάξωμεν Ba 14 καινόν PAc; καινοτομεῖν ρBa 16 καὶ om Pc 18 καὶ τῶν ἐπιχειρημάτων om. Vc 21 ζητητέον V; om. Sc)

138
νοήματα ἐξάγει· εἰ γὰρ ἡ ἔνστασις εὕροι δύο ἐπιχειρημάτων πίστεις καὶ ἡ ἀντιπαράστασις δύο καὶ εἰς ἕκαστον ἐπιχείρημα ἐργασίαν δῶμεν καὶ καθʼ ἑκάστην ἐργασίαν αὐθις ἐνθύμημα, τῷ ὄντι εἰς ἄπειρον ὁ τοιοῦτος λογισμὸς τὰ νοήματα ἐξάγει. τοῦτο δὲ ἀπορήσασα ὀλιγάκις ἡ τέχνη πάσχει. ἤδη δὲ ἠρκέσθησαν οἱ παλαιοὶ πολλάκις καὶ δίχα τῶν ἐπιχειρημάτων ἐν ταῖς λύσεσιν αὐτῷ τῷ ἐνστατικῷ καὶ ἀντιπαραστατικῷ χρήσασθαι μόνοις, ὡς μυριάκις ἐν τοῖς ἀρχαίοις ἐπιδείξομεν. τάξιν δὲ οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει, τί πρῶτον θετέον, ἔνστασιν ἢ ἀντιπαράστασιν, ἀλλὰ τὸ παραδοξότερον ψὐτῶν καὶ βιαιότερον δεύτερον τάττεται, πάσχει δὲ τοῦτο ποτὲ μὲν ἡ ἔνστασις, ποτὲ δὲ ἡ ἀντιπαράστασις.

[*](104)

3 Ἐστι καὶ τρίτον εἶδος λύσεως, τὸ παραδοξότατον καὶ ἰσχυρότατον καὶ νικητικώτατον, ὅ καὶ βίαιον κέκληται· γίνεται δέ, ὅταν εἰς τὸ ἐναντίον περιιστάναι δῦ. [*](211) νώμεθα τὸν λόγον ἐξ αὐτῶν αἱροῦντες τὸν ἀντίδικον, οἷς θαρρῶν εἰσέρχεται, ὡς ὁ Δημοσθένης «τἀλλὰ ἀγανακτήσει ἴίλιππος, ἐὰν τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφίσησθε». διʼ γὰρ ἐκεῖνος οἴεται σωθήσεσθαι, διὰ ταῦτα δείκνυσιν αὐτὸν ἀπολωλέναι δίκαιον· ὅ μὲν γὰρ φήσει δεῖν φυλάττεσθαι τούς Ἀθηναίους, [*](4 ἐργασίαν om. Vc Ba ἐνθυμήματα Vc Ba 5 ὡς ἔφθην εἰ- πὼν ante τὰ add. Ac ἀπορήσασα post ὀλιγάκις Mr ; del.? 7 δί⌊χα⌉ Vc; ex διὰ Ac; ιὰ ex δίχα Ba 8. 9 χρήσασθαι καὶ ἀντιπαραστατικῶι μόν⌊οις Vc 9 παλαιοῖς Pc 10 τί — 11 ἀντι- παράστασιν suspecta (σ mg. P; fort. nota mg. repsit: ση- μείωσαι· τί πρῶτον κτλ.) 11 παραδοξότατον Pc 12 δεύτερον P. v.|.Vc; πρῶτον (ἀρμοζόντως m.2 supr.) Vc | αὐτὸ V 15 δὲ καὶ Vc 17.18 τὸν λόγον δυνώμεθα Ac 19 Dem. 19, 134 21 ἐκεῖ- νο⌊ς⌉ Vc; ἐκεῖνον Ac 28 φησι Ac, (ει supr) Pa Vc)

139
μὴ εἰς ὀργὴν προκαλέσωνται 〈ἴίλιππον, ὅ δὲ δείκνυσιν αὐτὸν τιμωρίας ἄξιον ἐξ αὐτοῦ τούτου μάλιστα, διότι τοῖς Ἀθηναίοις τοιαῦτα ψηφίσασθαι παρακελεύεται, διʼ ἂ μὴ χαλεπαίνει ἴίλιππος· ἐπιφέρει γὰρ οὕτως τέγὼ [*](105) δέ, εἰ τοῦτό ἐστιν ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν, ὅ τι μεῖζον τούτου κατηγορήσω. εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματα ἀναλώσας ὥστε τυχεῖν αὐτῆς, οὐτος οὕτω νῦν γέγονε φοβερὸς καὶ μέγας, ὥστε τῶν ὄρκων καὶ τῶν δικαίων ἀμελήσαντας ὑμᾶς ἤδη τί ψιλίππῳ xαριεῖσθε σκοπεῖν, τί παθόντες ἄν οἴ τούτων αιτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν;» ἢ ὅταν ἐναντία δείξῃ ποιοῦντα τὸν ἀντίδικον, ὧν φησὶν εἰργάσθαι, ὡς ἐπʼ ἐκείνης τῆς ὑποφορᾶς «τἂν τοίνυν ἀντὶ Πυλῶν καὶ ἴωκέων ὡς λερρόνησος περίεστι τῇ πόλει λέγῃ, μὴ ἀποδέξησθε, ὦ Ἀθηναῖοι, μηδὲ πρὸς οἷς ἐκ τῆς πρεσβείας ἠδίκησθε, καὶ ἐκ τῆς ἀπολογίας ὄνειδος προσκατασκευασθῆναι τῇ πόλει»· καὶ γὰρ ἐκεῖ κεχρημένος τῇ ἐνστάσει φανερῶς, ὅτι μὴ διὰ Φωκέας λερρόνησος σῴζεται ἡ πρὸ τεττάρων μηνῶν σῳζομένη, μέτεισιν ἐπὶ τὸ βίαιον δεικνύς τὸ ἐναντίον, οὗ φησιν ὁ ἀντίδικος, ὅτι μὴ μόνον αὐτὴν οὐκ ἔσῳζε διὰ ψωκέας, ἀλλʼ ὅτι καὶ κινδυνεύειν αὐτὴν ἐποίησε διὰ Φωκέας ἀπολωλότας «τεἶτα καὶ νῦν ἐν μείζονι κινδύνῳ τὴν λερρόνησον εὑρήσετε ἢ τότε· πότερον γὰρ εὐπορώτερον [*](1 ἐκκαλέσωνται Pc |τὸν φίλιππον 4 χαλεπαίνει, mpo. supr, Ba |Dem. 19,134 7 ἕνεκα post εἰρήνης add v.I.P 9 |τι mpo.] Ba; om. Sc |φιλίππου Ba 10 χαριεῖσθαι PBa 11 ἄν εἶεν Pc 12 εἰργάσασθαι sic Pa 14 χερρόνησος ὡς V, Dem. 19, 78 15 μηδὲ om. m.1 Vc; μηδʼ ὑπομείνητε Dem. 16 παρα- πρεσβείας Ba 17 προκατασκευασθῆναι m.1 Pc Vc 21 μὴ PVc Ac; οὐ Ba 22 ἀλλά τι, m 2 ὅτι supr Vc 23 Dem. 19, 79 24 πρότερον Ac, m.2Vc)
140
ἂν δίκην ἔδωκε ίλιππος ἐξαμαρτὼν εἰς αὐτήν» καὶ [*](106) τὰ ἐξῆς· πλὴν ὅτι τῆς ἐνστάσεως πολὑ διαφέρει τὸ βίαιον· ἡ μὲν γὰρ ἔνστασις ἀναιρεῖ τὸ λεγόμενον ὡς οὐκ ὄν, τὸ βίαιον δὲ παρίστησι τοῦ λεγομένου τὸ ἐναντίον. ἐναργῶς δὲ ἐμήνυσεν ἐνταῦθα ἑκάτερα, τῷ μὲν εἰπεῖν, ὅτι οὐ διὰ ψωκέας λερρόνησος σῴζεται τὴν ἔνστασιν πληρώσας, τῷ δὲ εἰπεῖν, ὅτι καὶ κινδυνεύει διὰ ἴωκέας Χερρόνησος, τὸ βίαιον παραστήσας.

[*](111)

5 Εἴτε οὖν εἰσάγοιμεν ἡμεῖς κεφάλαιον εἴτε τεθὲν λύοιμεν, δεῖ ζητεῖν τὰ ἐπιχειρήματα ὅθεν εὑρεθήσεται καὶ ἀπὸ τρόπων ὁπόσων. εἴτε γὰρ κατασκευάζοιμιεν ειτε λύοιμεν, ἀπὸ τῶν αὐτῶν αἱ γενέσεις τῶν νοημάτων τοῖς ἐπιχειρήμασι καὶ παρὰ ταῦτα οὐδεὶς ἂν εὑρεῖν ἕτερον δύναιτο. εὑρίσκεται τοίνυν πᾶν ἐπιχείρημα γινόμενον ἀπὸ τῆς περιστάσεως· περίστασις δέ ἐστι τὸ πᾶν ἐν ἡμῖν καὶ λόγοις καὶ πράγμιασι καὶ δίκαις κοὶ ὑποθέσεσι καὶ βίῳ, τόπος, χρόνος, τρόπος, πρόσωπον, αἰτία, πρᾶγμα· προστιθέασι δὲ οἱ φιλόσοφοι καὶ ἕβδομόν [*](1 ἂν om. Ba 5 ἐνταῦθα ἐμήνυσεν V 6 addidi |σώιζεται χερόνησος Pc 7 καὶ om. 10 εἴτε τεθὲν P; εἴτε καὶ θέντες Ac; εἴτε θέντες Sc, (ex ἢ τεθέντος) Mr; |l. -lI| εἴτε θέντες (m po. γρ εἴτε τεθὲν) Vc; |ἢ m po lτεθ|ἐ]ν |lII] Ba; Dor.: ἔν τισι τῶν βιβλίων ‘ἢ τεθέντοςʼ εὑρὸν, ἐν ἑτέροις δὲ εἴτε θέντεςʼ, ἐν ἄλλοις δὲ ‘ἢ εἰ τεθέντεςʼ, ἐν ἐνίοις δὲ ‘ἢ εἰ τεθὲν λύομενʼ κτλ 11 λύομεν Pc 12 ἀπὸ τρόπων ὁπόσων (γρ καὶ ἀπὸ τινων) P. (τρ in ras ) Ba; ἀπὸ τίνων (om. τρόπων) Ac, m 1Vc |γὰρ m po suppl. 12. 18 εἴτε γὰρ ἀνασκευάζοιμν εἴτε κατασκευάζοιμε Sc εἴτε λύοιμεν om Vc Ba 18 alt. τῶν om. ν.l Dox. 16 τὸ — 17 ἡμῖν vix sana 17. 18 καὶ πράξεσι καὶ βίῳ καὶ δίκαις καὶ ὑποθέσεων περιστάσεσι Dox W Il 215, 1 18 cf. 43, 1 19 schol P (in Herm. Π ἰδ. p 276, 9 sq Sp) W VII 921, 2: ὁ φιλόσοφος Πορφύριος . . . ἑπτά)

141
τι, τὴν ὕλην, ἢν ὁ ῥήτωρ οὐκ ἰδίᾳ χωρίσας ἔχει, πιθανῶς δὲ ἐπιμερίζει τῶν ἄλλων ἑκάστῳ, ὅτῳ ἂν καὶ δύνηται. εἴτε οὖν ἀξιοῖμεν γενέσθαι τι, φήσομεν ἐπιχειροῦντες δεῖν αὐτὸ γενέσθαι, καλὸν γὰρ εἶναι ἢ διὰ τὸν τόπον ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρόπον ἢ διὰ τὸ πρόσωπον ἢ διὰ τὴν αἰτίαν ἢ διὰ τὸ πρᾶγμα· εἴτε ἀντιλέγοιμεν ἀξιοῦντες μὴ δεῖν γενέσθαι, φήσομεν μὴ δεῖν αὐτὸ πραχθῆναι, φαῦλον γὰρ εἶναι ἢ διὰ τὸν τόπον ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρόπον ἢ διὰ τὸ πρόσωπον ἢ διὰ τὴν αἰτίαν ἢ διὰ τὸ πρᾶγμα· εἴτε ἐπὶ [*](112) [*](13) τοῦ παρελθόντος εἴτε ἐπὶ τοῦ μέλλοντος· ‘πραχθήσεται τόδε διὰ τὸν τόπον ἢ χρόνονʼ καὶ τὰ ἐξῆς ἢ οὐ πραχθήσεται διὰ τὸν τόπον ἢ χρόνονʼ καὶ τὰ ἑξῆς.— Καταμάθωμεν δὲ καὶ ἐπὶ παραδειγμάτων, ἀφʼ ὧν πάντα σαφῆ γίνεται. οἷον ἐπὶ τοῦ στοχασμοῦ πρῶτον ἐμιπίπτει κεφάλαιον παραγραφικόν, εἶτα ἡ τῶν ἐλέγχων ἀπαίτησις, εἰ μή τι πρὸ αὐτοῦ παραδόξως ἕτερον εὑρεθείη, καθὰ συμβαίνει πολλάκις· ἔστω δὲ πρόβλημα ὁ Περικλῆς ὁ κρινόμενος προδοσίας, ὅτι μὴ ἐδήωσεν αὐτοῦ τοὺς καρπούς Ἀρχίδαμος. εἴτε γὰρ ἀπαιτοίη τοὺς μάρτυρας ὁ Περικλῆς, ἐπιχειρήσει λέγων τῇ τῶν ἐλέγχων ἀπαιτήσει πρῶτον μὲν ἀπὸ τοῦ πράγματος ὅτι ‘δεῖ ἐλέγχους παρέχεσθαι προδοσίαςʼ τὸ κεφάλαιον ὁρίσας, [*](5 ἢ διὰ τὸν τρόπον om Vc Ba; supr. post τόπον 2Vc 7 [δεῖν] γενέσθαι? 7. 8 φήσομεν ἐπιχειροῦντες μὴ δεῖν Sc, v l .Pc, (φή- σομεν καὶ) v.l.Pa; cf. l. 3 9 ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τρό- πον post 10 αἰτίαν Vc Ba 10 εἴτε — 11 μέλλοντος suspecta 12 ἢ δία τὸν τρόπον ἢ Ba |τὸν om Pc | ἢ οὐ om Ac 13 διὰ — ἐξῆς om. Ac 16 cf. 43, 18 κεφάλαιον om. Vca | εἶτα om Vc Ba 17 παραδοξότερον εὑρεθείη Mr 19 cf. 146, 2 20 τοὺς καρποὺς αὐτοῦ Pc, m 1 Vc 21 cf. 132, 13 sq. 22 ἀπὸ τοῦ πράγματος post 142, 1 ἐπιχείρημα transq., 23 τὸ κεφάλαιον ὁρί- σας post 22 μὲν? cf. 142, 14 sq. 143,9 28 παρασχεσθαι (m.1Pa?))
142
εἶτα ἐπιφέρων ἐπιχείρημα ‘παντὸς γὰρ πράγματος κρινομένου δεῖ τοὺς ἐλέγχους παρέχεσθαι· δίκαιον γὰρ τοῦτό γεʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ δεῖ Περικλέα μὴ ἄνευ μαρτύρων κρίνεσθαι προδοσίαςʼ· εἶτα ἀπὸ τοῦ τόπου ὅτι καὶ μὴ δεῖ ἐν δημοκρατίᾳ ἄνευ μαρτύρων τὰς κρίσεις γίνεσθαιʼ· εἰτα ἀπὸ τῆς αἰτίας ὅτι καὶ διὰ τοῦτο δεῖ μάρτυρας παρέχεσθαι τοῦ Περικλέους τῆς προδοσίας καὶ ἀπαιτεῖν, ἵνα τοῦτο προεγνωκότες σἱ κατήγοροί μὴ συκοφαντῶσι προπετῶς, [*](113) γινώσκοντες ὅτι συκοφαντίας ἁλώσονται προπετῶς κατηγοροῦντες, ἐὰν μὴ παρέχωσι μάρτυραςʼ. εἰ δὲ ἀντιλέγοιμεν μὴ δεῖν μάρτυρας παρέχεσθαι, καὶ τότε ὁμοίως ἐπὶ τὴν περίστασιν βαδιούμεθα λέγοντες καὶ πρῶτον μὲν τὸ κεφάλαιον ὁρίζοντες ὀοὐ δεῖ μάρτυρας παρἐχεσθαι τῆς προδοσίας τῆς Περικλέουςʼ, εἶτα ἐπιφέροντες ἐπιχείρημα ἀπὸ τοῦ πράγματος πᾶν γὰρ πρᾶγμα, ᾧ πρόσεστιν ἀδίκημα, κρύφα πράττεται πρὸς τῶν πονηρῶν, ἵνα μὴ κατάφωροι γινόμενοι διδῶσι τιμωρίαςʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ μαρτυρεῖν οὐδεὶς ἐθελήσει κατὰ Περικλέους φοβούμενος τὸ ἀξίωμα τοῦ ἀνδρόςʼ· εἶτα ἀπὸ τῆς αἰτίας ὅτι καὶ μὴ δεῖ μάρτυρας ζητεῖν πάντων τῶν ἀδικημάτων, ἀλλὰ καὶ ἀπὸ τῶν εἰκότων [*](21) κρίνειν· εἰ δὲ μή, πειράσονται πάντες ἄνευ [*](2 παρασχέσθαι Vc Ba 7 δεῖ post μάρτυρας Ac; supr. Pa| παρασχέσθαι Ac 7 8 τῆς προδοσίας τῆς περικλέους 8 καλ ἀπαιτεῖν om. Ac 9 προπετῶς, φανῶς m.2 supr , c 11 εἰ δλμ μὴ εὐποροῦμεν μαρτύρων καὶ τότε Ac, v lP, (μιάρτυρας) m.. Ve Bu; εἰ δὲ μὴ εὐποροῦμεν μαρτύρων καὶ ἀντιλέγοιμεν ὅe 13 τὴν om Ac ι λέγοντες - 14 μὲν om ρBa 14 τὸ κεφάλαιον λέγοντες (omn καὶ πρῶτον μὲν et ὁρίζοντες) Ac 14. 16 παριπ- σχέσθαι παρασχέσθαι μάρτυρας Ac 15 alt τῆς om A| addIdi 16 ἐπιχείρημα pout πράγματος oBa 18 γενόμεντνε Pc 21 καὶ om Ac 22 ἀπὸ add ante πάντων Pa καὶ om. Vc Ba)
143
μαρτύρων ἐπιτίθεσθαι τοῖς ἀδικήμασιν ὡς ἐξ οὐδενὸς ἄλλου ἁλωσόμενοι πλὴν τούτουʼ· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ ἐν Ἀθήναις, ὅπου καὶ ἡ ἀλήθεια τῶν πραγμάτων πλέον ἰσχύει τῶν μαρτύρων. ὡς ἐν τῷ Κατὰ Τμάρχου φησὶν Αἰσχίνης, ὅτι καὶ τοὺς ξένους οὐκ ἀπὸ τῶν μαρτύρων ἐν τοῖς δήμοις, ἀλλʼ ἀπὸ τῆς ἀληθείας εὑρίσκετε. καὶ ἐπὶ τῆς βουλήσεως ὁμοίως τὸ [*](114) κεφάλαιον ὁρίσαντες ὅτι οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέαʼ τρεψόμεθα πάλιν ἐπὶ τὰ ἐπιχειρήματα ἀπὸ τοῦ πράγματος οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα· φαῦλον γὰρ πρᾶγμα ἡ προδοσία καὶ ὅ ἂν ἡδέως ὑποσταίη νοῦν ἔχωνʼ, καὶ ὅτι ἀντὶ πολλῶν καὶ μεγάλων ἀγαθῶν οὐκ ἂν πονηρὸν πρᾶγμα εἶλόμηνʼ· εἶτα ἀπὸ τοῦ προσώπου οὐκ ἂν ἠθέλησα προδοῦναι, Περικλῆς ὤν, φιλόπολις ἀεὶ καὶ φιλαθήναιος καὶ κρείττων χρημάτωνʼ· εἶτα ἀπὸ τῆς αἰτίας οὐκ ἂν ὑμᾶς προῦδωκα· οὐ γὰρ ἐδεόμην χρημάτων πλούσιος ὥν, οὐδὲ ἐμισούμην παρʼ ὑμῶν ἀλλʼ ἐθαυμαζόμηνʼ· εἶτα ἀπὸ τοῦ χρόνου ὅτι μηδὲ προδοῦναι ἂν ήθέλησα νῦν, ἔχων τηλικαύτην δόξαν καὶ τοσαύτηνʼ. καὶ ἡ δύναμις ὅτι οὐκ ἂν ἠδυνήθην προδοῦναιʼ, καὶ πρῶτον μὲν ἀπὸ τοῦ πράγματος ὅτι προδοσία πρᾶγμα δύσκολον καὶ οὐ ῥᾳδίως πραχθῆναι δυνάμενονʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ Περικλεῖ δύσκολον, ὄς ἐν [*](3 alt καἰ om. Vc Ba 4—7 delevi verba ab Aeschine aliena (nec 1,153 nec 1, 89 sq conferri possunt) declamationem sa- piunt 7 καὶ ἡ βούλησις Vc Ba | cf. 46,8 ὁμοίως om. Pa 8 ὅτι - 9 Περικλέα om Ac 9 τρεψώμεθα P τὸ ἐπιχείρημα Ac 10 πρῶτον ἀπὸ Ac ὅτι οὐκ Ac 11 περικλέα om PAc 12 ἡδέως om. Pc 18 ἄν τι Ac 14 τοῦ om Ac 15 cf Thuc 2, 60 18 ὑμῶν Ac, (ι supr.) P; ὑμῖν Vc Ba 19 οὐδὲ VcBs 21 alt. καὶ om v 22 τὸ πρᾶγμα (om. ἀπὸ) v 24 καὶ om Ac)
144
προσχήματι τιμῆς ἀεὶ πρὸς Ἀθηναίων φυλάττεται, κρύφα μηδὲν πρᾶξαι δυνάμενοςʼ· εἶτα ἀπὸ τοῦ χρόνου ὅτι καὶ τότε δύσκολον, ὅτε ἡ πόλις ἐφυλάττετο, μήτε εἰσιόντος τινὸς μήτε ἐξιόντοςʹ. — Καὶ ὁ Δημιοσθένης ἐν τῷ Περὶ παραπρεσβείας ἀνεύθυνος, φησίν, ἐπὶ λόγοιςʼ, [*](115) εἶτα οὐκ ἀνεύθυνοςʼ, καὶ πρῶτον ἔλαβεν ἀπὸ τοῦ πράγματος οὐδὲν γὰρ πρᾶγμα ἀνεύθυνον, ᾧ πρόσεστιν ἀδίκημαʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι καὶ ῥήτωρ ἀνεύθυνος ἐν λόγοις οὐκ ἂν εἴη· ἕκαστος γὰρ ὦν [*](215) ἐστι κύριος, τούτων τὰς εὐθύνας δίδωοσινʼ· εἶτα ἀπὸ τοῦ τόπου ὅτι καὶ ἐν δημοκρατίᾳ οὐδεὶς ἀνεύθυνος ἐν λόγοιςʼ, τοῖς γάρ ἐστιν ἐν λόγοις ἡ πολιτεία, πῶς, ἂν οὗτοι μὴ ὦσιν ἀληθεῖς, ἀσφαλῶς ἔστι πολιτεύεσθαι; καὶ καθάπαξ, ὡς ἔφαμεν, πάντα τὰ κεφάλαια οὕτω καὶ ἀνασκευασθήσεται καὶ κατασκευασθήσεται. οἶον συνεχῶς κατατρέχει λερρόνησον ίλιππος, καὶ γράφει Δημοσθένης διορύξαι τὸν σθμόν. κεφάλαιον ‘καινὰ γράφεις, καινοτομεῖν δὲ οὐ δεῖ’· πρῶτον ἀπὸ τοῦ πράγματος ‘πονηρὸν γὰρ ἡ καινοτομίαʼ· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ μὴ δεῖ καινοτομεῖν Ἀθηναίους, τοὺς συνετοὺς καὶ τοῖς ἀρχαίοις ἀεὶ καὶ νόμοις καὶ ἔθεσι χρωμένουςʼ· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘χαὶ μὴ δεῖ ἐν πολέμῳ καινοτομιεῖν· ἀγαπητὸν γάρ, εἰ καὶ τὰ συνήθη φυλάττων τις ἐν ἐκείνῳ σωθήσεται. καὶ πάλιν ‘δεῖ [*](1 ἀθηναίων v l P,m po ἀθηναίους ὢν PV 4 Dem. 19, 182; cf. 129, 3 5 φησὶν om Vc Ba εἴτα P Ac; ἢ Vc Ba 9 ἐν Vc Ba,Dem., (m 1 ἐπὶ supr Pa ἐπὶ Pc Ac 12 pr ἐν ἐ Pc Dem. 19, 184 | ἐν λόγοις ἐστὶν Pc 13 ἔστι om. v l Ρ 14 p 140 12 sq. |οὕτως τὰ κεφάλαια 15 γρ καὶ πάλιν οἶον συνεχῶῖ Pa, (οἱ pro οἶον) Pc cf. 134, 6 16 |l] φίλιππος Vc 17 τὸ κεφά- λαιον Vc Ba 18 cf 149, 15 sq 21 τοῖς P τοὺς V 22 καὶ om. Vc Ba 24 καὶ πάλιν m 2Vc Ac, v.I.P;om PV | δεῖ V, v.I.Pa; δεῖν P)
145
καινοτομεῖνʼ, ἡ λύσις ἀπὸ τοῦ πράγματος ‘xαλὸν γὰρ [*](116) τὸ καινοτομεῖν καὶ ὁ βίος ἀεὶ καινοτομεῖται τοῖς πράγμασι καὶ διὰ τοῦτο βελτίων γίνεται’· εἶτα καὶ ἀπὸ τοῦ προσώπου ‘δεῖ καινοτομεῖν Ἀθηναίους· ὡς νεωτεροποιοὶ γὰρ καὶ παρὰ τοῖς ἐχθροῖς ἐπαινούμεθα’· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ δεῖ ἐν πολέμῳ καινοτομεῖν· καινοτόμον γὰρ πρᾶγμα ὁ πόλεμος καὶ ἀφʼ ἑαυτοῦ τεχνᾶται τὰ πολλά’· κεφάλαιον ἕτερον ἐμπίπτει πάλιν ὅτι δύσκολον διορύξαι λερρόνησον’· ἀπὸ τοῦ πράγματος αὐτὸ γὰρ τὸ διορύσσειν δύσκολον’· εἶτα ἀπὸ τοῦ προσώπου ὅτι ‘καὶ Ἀθηναίοις δύσκολον τοῖς ἀήθεσιν’· εἶτα ἀπὸ τοῦ τόπου ὅτι ‘καὶ μακρὰν τῆς πατρίδος δύσκολον’· εἶτα ἀπὸ τοῦ καιροῦ ὅτι ‘καὶ ἐν πολέμῳ δύσκολον ταῦτα ποιεῖν’. ἡ λύσις ‘οὐ δύσκολον· τό τε γὰρ πρᾶγμα ῥάδιον καὶ ἐν τῇ ἡμετέρᾳ χώρφ’, [*](216) εἶτα ὅτι καὶ Ἀθηναίοις πάντα ῥάδιαʼ. Αἱ μὲν οὖν γενέσεις τῶν ἐπιχειρημάτων αὖταί.

Πολλάκις δὲ ἀπὸ μιᾶς γενέσεως καὶ δύο καὶ τρία εὑρίσκεται ἐπιχειρήματα, οἷον ἀπὸ τοῦ προσώπου, ὅτι μὴ ὁ δεῖνα τόδε ἐποίησεν· ἔστι γὰρ τοῦτο τοῦ ποιοῦντος. εἶτα, ὅτι μηδὲ κατὰ τῶνδε ἐποίησεν· ἔστι γὰρ ἀπὸ προσώπου, καθʼ ὧν δοκεῖ πεποιηκέναι. εἶτα, ὅτι μηδὲ ὑπὲρ τῶνδε ἐποίησεν· ἔστι γὰρ ἀπὸ προσώπου [*](1 εἶτα ἐπιχείρημα ante ἀπὸ add. V, v.l. Pa 3. 4 εἶτα ὅτι καὶ δεῖ καινοτομεῖν ἀθηναίους ἀπὸ τοῦ προσώπου ὡς 5 τοὺς ἐχ- θροὺς Vc 6 καὶ om. Vc Ba 7.8 ἀπʼ αὐτοῦ Vc Ba; at 174, 8 8 καὶ κεφάλαιον V | ἕτερον om. Vc Ba 9 εἶτα ante ἀπὸ add Ac, m. 2Vc 10 εἶτα καὶ Ac 12 μακρὰν ἀπὸ τῆς 15 τὸ γὰρ διο- ρύσσειν πρᾶγμα ῥάδιον p 134, 12 | καὶ om. 16 ῥάιδιον ποι- εῖν Ac | οὖν P; om. Vc Ba; γὰρ Ac 19 τοῦ om. Vc Ba 20 τοῦ- το P; τὸ πρόσωπον v. l.P, m.2Vc; ἀπὸ προσώπου Sc; om. V 21 μὴ (om. δὲ) Pc 22 καὶ ἀπὸ προσώπου τῶν καθʼ Vc Ba 23 πεποίηκεν Pc)

146
[*](117) τῶν, διʼ οὕς κρίνεταί τις. οἷον ἐπὶ παραδειγμάτων ὅτι ‘οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα, τὸν συνετόν, τὸν οὕτω λαμπρὸν καὶ μέγαν καὶ στρατηγὸν ἔνδοξονʼ, ἀπὸ τοῦ Περικλέους τοῦτο· ὅτι μηδὲ εἰκὸς ἐθελῆσαι προδοῦναι Ἀθηναίους, τοὺς τιμῶντας αὐτόνʼ ἄλλο πρόσωπον· ὅτι μηδὲ εἰκὸς ἐθελῆσαι προδοῦναι Λακεδαιμονίοις, τοῖς ἐχθροῖς, τοῖς ἐπι;ουλεύσασιν αὐτῴʼ καὶ τοῦτο ἄλλο πρόσωπον. καὶ πάλιν ‘δεῖ καινοτομεῖν Ἀθηναίουςʼ ἀπὸ τοῦ προσώπου, ἀεὶ γὰρ Ἀθηναῖοι καινοτόμοιʼ, καὶ ‘δεῖ καινοτομεῖν κατὰ Φιλίππου τι ποιοῦντας· καινοτόμος γὰρ καὶ ψίλιππος, δεῖ δὲ μιμεῖσθαι τὰς τῶν πολεμίων ἐπιτηδεύσεις ἐν τῷ πολέμιῳʼ καὶ ταῦτα ἄλλα πρόσωπα. καὶ πάλιν ὅτι χαλεπὸν διορύσσειν λερρόνησονʼ, καὶ λήψῃ ἀπὸ τοῦ τόπου ἐπιχείρημᾶ ‘μακρὰν γὰρ Ἀθηναίων Χερρόνησοςʼ καὶ πάλιν ‘χαλεπὸν διορύξαι λερρόνησον· μέγας γὰρ ὁ τόπος. ὅν ἀξιοῦσι διορύξαι, πέντε καὶ τετταράκοντα σταδίωονʼ. εὑρίσκεται δὲ πολλάκις οὕτω καὶ ἐπὶ τῆς αἰτίας, οἶον συμβουλεύει ὁ Θεμιστοκλῆς ἐν τῇ θαλάττῃ μυεῖν, ἀλλὰ δέος, μὴ ἐπιστήσηται βασιλεὺς μυοῦσιν ἡμῖνʼ. ἀλλʼ οὐκ ἐπιστήσεταιʼ, ἀπὸ τῆς αἰτίας, ‘ἴνα μὴ δόξῃ περὶ τοὺς θεοὺς ἀσεβὴς εἶναι, κωλύων γενέσθαι μυστήριαʼ καὶ πάλιν οὐκ ἐπιστήσεται, ἴνα μὴ ἀσεβήσας ἡττηθῇʼ ἔστι γὰρ ιδιον μὲν τὸ ἵνα μὴ δόξη ἀσεβὴς εἶναιʼ, [*](118) ἴδιον δὲ ‘ἵνα μὴ ἀσεβήσας ἡττηθῇʼ, ἐπεὶ καὶ ἐν εἰρήνῃ [*](217) [*](2 cf 141, 19 |τὸν συνετόν om Ac Ba (sed ad λαμπρὸν mg m 1 : συνετὸν |καὶ m. po Ba) | post συνετόν add. Vc, v I.P: ἀθηναίους τοὺς φίλους λακεδαιμονιοις τοῖς ἐχθροῖς 8 | II—IV τὸν Ve 4 τοῦ om. v l Pc 7 ἐπιβουλεύιυσιν Sc 8 cf 133, 5 cet. 13 τοῦτο V | ἄλλο πρόσωπον Vc Ba ; ἄλλου προσώπου Ac, m 2Vc |ct 145, 9 5 τῶν ἀθηναίων Ac 20 ἐπιστήσεται V ὑμῖν Pc 23 24 ἡττηθῆι καὶ διατοῦτο· ἔστι γὰρ ἄλλο μὲν Vc Ba 25 δὲ τὸ ἵνα Pc)
147
φυλάξεταί τις ἀσεβὴς εἶναι δοκεῖν, κἂν μηδὲν διὰ τοῦτο φανερὸν ἠδη φοβῆται κακόν. καὶ ὅλως εὑρίσκεται ἐπὶ πάντων, πλὴν οὐκ ἀεί, σπανιάκις δέ γε.

Ὥσπερ τοίνυν τοῦτο ἴσμεν, ὅτι πολλάκις ἡ μία γένεσις τοῦ ἐπιχειρήματος δύο καὶ τρία παρατυχὸν εὑρίσκει ἐπιχειρήματα, οὕτως ἰστέον, ὅτι καὶ πολλάκις ἕν ἐπιχείρημα εὑρίσκεται κοινὸν καὶ δύο καὶ τριῶν γενέσεων, ὡς δύνασθαι τὸ αὐτὸ δοκεῖν εἰναι καὶ καιροῦ καὶ τόπου ἢ αἰτίας καὶ πράγματος ἢ προσώπου καὶ τόπου, οἷον ὅτι μὴ δεῖ τῶν κρίσεων ἐλέγχους παρἐχεσθαι παρʼ ὑμῖν τοῖς δημοκρατουμιένοιςʼ· τοῦτο γάρ ἐστι κοινὸν καὶ τοῦ προσώπου τῶν δημοκρατουμένων καὶ τοῦ τόπου, ἔνθα ἐστὶν ἡ δημοκρατία· καὶ πάλιν ‘δεῖ λόγων εὐθύνας εἶναι παρʼ ὑμῖν τοῖς δμμοκρατουμένοιςʼ· κοινὸν γάρ ἐστιν, ὡς ἔφην, ἀμφοῖν.

Ταῦτα δὲ πάντα ἐξεθέμην, ὅπως εἰδείημεν καὶ τὰς εὐπορίας μὴ περιττὰς εἶναι δοκεῖν, ἅς ὑποβάλλει τὰ ἐπιχειρήματα, ὅταν ἐξῇ πολλὰ λαβεῖν, καὶ τὰς ἀπορίας, καὶ ὅτι μὴ παρʼ ἡμιᾶς ἀπαντᾶν τὰ νοήματα προσήκει νομίζειν, καὶ μάλιστα ὅταν ἕν νόημα καὶ ἕν ἐπιχείρημα ἐπικρατῇ πολλῶν γενέσεων. τὸ πρᾶγμα γάρ ἐστι [*](119) τὸ πάσχον τὴν ἀπορίαν ἢ δεχόμενον τὴν εὐπορίαν, ὁ μέντοι τεχνίτης εἰς τὴν θεωρίαν ἀποβλέπων εἴσεται, περὶ τί συμβαίνει ἡ ἀνιγκη ὥστε εἰδέναι τοῦτο καὶ [*](2. 3 εὐρίσκεται ἐπὶ πάντων (m.2 corr.) Vc 5 τοῦ νοήματος παρὰ τυχὸν v l. P, v.l Dox (cf 184, 15); παρὰ τὸ τυχὸν VP 6 καὶ om Vc Ba 10 μὴ Ba, m .po Pa; καὶ PAc; |lI. -II] Vc cf 141, 23. 142,12 143, 3 | cf 144, 11 12 καὶ κοινὸν καὶ Pc 15 cf 144, 11 19 μὴ E; μηδὲ Ac; μὴ δεῖ Vc Ba | ἀπαντᾶν P; ?ἅπαντα V, v.l Pc |προσήκει om Vc Ba 21 ἐπικρατῆι P, (-τεῖ) Ac; κοι- νὸν ἡι Vc, (γρ ἐπικρατεῖ) Ba; mog m 1 καὶ ἕν ἐπιχείρημα κοινὸν ἢ πολλῶν γενέσεων Pa, (γρʹ καὶ; πολλῶν ἦν κοινὸν) Pc 22 ἀνα- δεχόμενον ; γρ καὶ ἀναδεχόμενον καὶ ἐπιδεχόμενον mg P 24 συμβαίνειν ἀνάγκη Ac)

148
μὴ λυπεῖσθαι αὐτὸν καθάπερ ἀνόητον, εἰ μὴ δυναμένης τῆς τέχνης ὑποβαλεῖν τῷ πράγματι ἐπιχειρήματα αὐτός ἐστιν ἐν στενῷ κομιδῇ τῆς εὐπορίας τῶν νοημάτων. ἔστι δὲ τῷ τρόπῳ τῆς μεταποιήσεως καὶ τὰ πλήθη συστεῖλαι τῶν νοημάτων καὶ τὰ ἄπορα ἐκτεῖναι καὶ πολλὰ ποιῆσαι ταῖς κατὰ τὴν ἑρμηνείαν θεωρίαις· ἐπεὶ μηδὲ Δημοσθένης ᾐδέσθη πολλάκις ἐνὶ χρησάμενος ἐπιχειρήματι καὶ ποτὲ μὲν αὐτὸ τρέψας καὶ μεταποιήσας, ὡς ἐν τῷ τῆς Παραπρεσβείας πρώτῳ μεταστατικῷ, [*](218) ποτὲ δὲ μηδὲ ἐργασάμενος, ὡς ἐν τῷ Περὶ τοῦ στεφάνου «ἀλλ’ ἀδίκως, φησίν, ἡρξας. εἶτα παρών, ὅτε με εἰσῆγον οἱ λογισταί, διὰ τί οὐ κατηγόρεις;» ἠρκέσθη γὰρ τῷ ἀπὸ τοῦ χρόνου ἐπιχειρήματι νικῆσαι τὴν ὑποφορὰν νῦν οὖν κατηγορεῖς, δέον ὅτε ἐκρινόμην καὶ τὰς εὐθύνας ἐδίδουν;ʼ

[*](122)

7 Ὥσπερ τοίνυν τῆς λύσεως εὑρεθείσης καθʼ ἕκαστον κεφάλαιον ἤτοι ἐκ τῆς ἐνστάσεως ἢ ἀντιπαραστάσεως δεόμεθα τῶν ἐπιχειρημάτων εἰς κατασκευὴν τῆς λύσεως, οὕτω δεησόμεθα πάλιν ἐργασίας εἰς τὴν κατασκευὴν τοῦ ἐπιχειρήματος. ἐργάζεται δὲ πᾶν ἐπιχείρημα ἀπὸ τούτων, ἃ δοκοῦσιν εἶναι τινὲς ἐπιχειρήματα, οἷον ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, ἀπὸ μικροτέρου, [*](2 ὑποβάλλειν Ac 8 ἀπορίας vulg. 9 cf Dem. 19, 8 cet (schol P ═ W V 400, 6) | ἐν er Ba 9 10 πρώτωι μεταστατικῶι Vc Ba; τῶι πρώτω τὸ μεταστατικόν PAc 10 μὴ Vc | Dem 18, 117 12 εἰσήγαγον Pc | διατί P; om. V, Dem (cf 135, 23) 15 ἐδί- δουν m. 1Ba; ἐδίδων PAc: ?m 1Vc 17 vix san. 18 ἢ Pa V καὶ Pc | τῆς post ἢ add. Ac, supr. Pa 19 τὴν κατασκευὴν Ac 22 schol. P Μινουκιανὸν λέγει καὶ dητροφάνην (de interpretis auctoritate dubitat Glöckner, Quaest. rhet. 44))

149
ἀπὸ μείζονος, ἀπὸ ἴσου, ἀπὸ ἐναντίου. καὶ ἡ μὲν γένεσις τῶν ἐπιχειρημάτων ἀπὸ περιστάσεως, ταῦτα δὲ οὐ καθʼ ἕκαστον κεφάλαιον ζητηθήσεται, ἀλλὰ καθʼ ἕκαστον ἐπιχείρημα. ὥσπερ δὲ κεφαλαίου τεθέντος εἰς τὴν λύσιν ἢ κατασκευὴν πολλάκις μὲν πολλῶν εὐποροῦμεν ἐπιχειρημάτων, πολλάκις δὲ ὀλίγων, οὕτω καὶ ἐπὶ τοῦ ἐπιχειρήματος πολλάκις μὲν ἀπὸ τῆς ἐργασίας εἰς κατασκευὴν εὑρέθη τοῦ ἐπιχειρήματος πλείονα, πολλάκις δὲ ἐλάττονα. οἷον τὸ ἐπιχείρημα ἔστω εἰ τύχοι ἀπὸ προσώπου· πολλάκις μὲν εἰς κατασκευὴν τοῦ ἐπιχειρήματος τοῦ ἀπὸ τοῦ προσώπου εὕρηται ἐργασία ἐκ παραδείγματος μόνον, πολλάκις δὲ καὶ ἐκ παραδείγματος καὶ ἐκ παραβολῆς, πολλάκις δὲ καὶ ἐκ τούτων καὶ ἐκ τοῦ ἐναντίου, πολλάκις δὲ καὶ ἐκ πλειόνων. — Θῶμεν δὲ καὶ ἐπὶ παραδείγματος. οὐ δεῖ [*](219) καινοτομεῖνʼ, κεφάλαιον. ἡ λύσις ὅτι ‘δεῖ καινοτομεῖν, εἰ συμφέρειʼ· ἐπιχείρημα ἀπὸ τοῦ προσώπου ὅτι καὶ δεῖ [*](123) καινοτομεῖν Ἀθηναίους ὄντας· καινοτόμοι γάρ ἐσμενʼ· εἰτα ἐργασία ληφθεῖσα ἐκ παραδείγματος εἰς κατασκευὴν τοῦ ἐπιχειρήματος τούτου ὅτι Ἀθηναῖοι καινοτόμοι ‘χαὶ οἱ πατέρες ἡμιῶν ἐκαινοτόμησαν τόδε καὶ τόδεʼ· καὶ πολλάκις οὐχ ἕν εὑρίσκεται παράδειγμα ἀλλὰ πλείονα, καὶ τοῖς μὲν ἀπείροις ἔδοξε πολλὰ εἶναι ἐπιχειρήματα, ἡμῖν δὲ οὐκ ἐπιχειρήματα ἀλλʼ ἐργασία, καὶ [*](2 περιστάσεωοξ Ρ 5—9 et 12—14: πολλάκι P 7 ἐπὶ τοῦ ἐπιχειρήμιατος P Ba, m.1Vc; ἐπιχειρήματος εὑρεθέντος (om ἐπὶ τοῦ) Ac,m 2Vc, v.l.P 11 alt τοῦ om. Vc Ba 12 μόνου Vc Ba | καὶ om. Pc 15 cf. 137, 11 144, 18 16 ὅτι καὶ δεῖ V 17 ἐὰν συμφέ- ρηι τοῦ om. Pc | καὶ om. Pc 20 τοῦ[του]? 22 sic V Vδ ἕν παράδειγμα οὐχ εὑρίσκεται P: Dox.: τὰ πλείω τῶν βιβλίων ἀντὶ τοῦ ‘εἰς ἕν εὑρίσκεται ἐπιχείρημαʼ οὐγ ἕν εὑρίσκεται παρά- δειγμαʼ ἔχει 22.23 ἀλλὰ καὶ πλείονα Pc 24 cf 148, 22 |ἐργα- σίαι Vc Ba)
150
ἐργασία ἀπὸ παραδείγματος μία, κἂν ἦ τὰ παραδείγματα πολλά. καὶ ὁ Δημοσθένης εἶπέ που λέγων «τοὐ δὴ θαυμιαστόν, εἰ στρατευόμενος ἐκεῖνος καὶ παρὼν ἐφʼ ἅποσιν ἡμιῶν μελλόντων καὶ ῥᾳθυμούντων περιγίνεται», τοῦτό ἐστιν ἐπιχείρημα ἀπὸ τοῦ πράγματος· εἶτα ἐργασίᾳ κέχρηται ἀπὸ τοῦ ἐναντίου «τοὐναντίον γὰρ ἦν θαυμαστόν, εἰ μηδὲν μὧν δεῖ ποιοῦντες ἡμεῖς τοῦ πάντα ἅ προσήκει ποιοῦντος περιῆμεν». ἂν δὲ λέγῃς ‘καλὸν τὸ τιμᾶν γονέαςʼ, ἐπιχείρημα ἀπὸ τοῦ πράγματος, ἐπιφέρῃς δὲ καὶ γὰρ τὰ θηρία τοῦτο ποιεῖʼ, ἐκ παραβολῆς ἐργασίαν τῷ ἐπιχειρήματι δίδως. κἂν λέγῃς ἐπιχείρημα πάλιν ἔξεστι τῇ πόλει παρʼ ἑαυτῇ [*](124) ποιεῖν, ἅ βούλεταιʼ, εἶτα ἐπιφέρῃς ‘χαὶ γὰρ ἐν ταῖς οἰκίαις ἔξεστιν ἑκάστῳ δεσπότῃ ποιεῖν, ἅ βούλεταιʼ, ἐργασίαν ἀπὸ τοῦ μικροτέρου λέγεις.

8 Τὸ δὲ ἐνθύμημα δόξαν δριμύτητος ἀποφέρεται μείζονα γνωσθέν, ὅ τί τέ ἐστι καὶ ὅπως εὑρίσκεται καὶ ὅπου. καὶ γὰρ ἡ τάξις αὐτὴ τὴν τῆς δριμύτητος δόξαν ἐξ ἀνάγκης αὐτῷ προστίθησι· δεῖ γὰρ τεθέντος κεφαλαίου λῦσαι πρῶτον ἀπὸ τῆς ἐνστάσεως ἠ ἀντιπαραστάσεως, εἶτα προσλαβεῖν τὸ ἐπιχείρημα εἰς κατασκευὴν ἀπὸ τῆς περιστάσεως, εἶτα ἐργάσασθαι ἀφʼ ὧν τὴν [*](220) [*](2 Dem 2, 23 5 τοῦ om Pc 9 ὅτι καλὸν Pc τοῦ om. Pc 10 ἐπιφέρεις V 12 τῇ om. Vc Ba 18 ἃ V |ἐπιφέρεις 14 ὅ 15 τοῦ om. Ac 16 capita π ἐνθυμιήματος, (π. ἐπενθυμή- ματος,) π τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους (150, 16 — 162, 17) post caput π. διασκευῆς (166— 170) transq Mr |ἐνθυμημάτων Ac 17 cf Aps. l 2 p. 289, 18 Sp -H | δὲ om Mr |ἐν ἑαυτῶ ἀποφέρε- ται v l P 19 αὕτη PV 22 εἶτα — 23 περιστάσεως m 2 suppl. Vc 22 τῆς λύσεως post κατασκευὴν add. Ba, (m 2) Vc, v.l.P ἐργάζεσθαι VcBa)

151
ἐργασίαν ἔφαμεν γίνεσθαι τοῦ ἐπιχειρήματος, εἶτα τὸ ἐνθύμημα ἐπενεγκεῖν τῇ ἐργασίᾳ. οἷον κεφάλαιον ὑποκίσθω χαλεπὸν διορύξαι λερρόνησονʼ, εἶτα ἡ λύσις ἀπὸ τῆς ἐνστάσεως ὅτι οὐ χαλεπὸν τὸ διορύξαιʼ, εἶτα ἐπιχείρημα ἀπὸ τοῦ πράγματος ‘γῆν γὰρ ὀρύξομεν, παιδιὰ δὲ τὸ ὁρύσσεινʼ, εἰτα ἐργασία ἐκ παραδείγματος ὅτι ‘καὶ βασιλεύς Περσῶν δεηθείς ποτε διώρυξε τὸν Ἄθωʼ, εἶτα ἐνθύμημα εἰς τοῦτο καίτοι ἐκεῖνος μὲν διώρυσσεν ὄρος, ἡμεῖς δὲ γῆν ὁρύξομενʼ· ὥσπερ γὰρ ἡ ἐργασία κατασκευάζει τὸ ἐπιχείρημα, οὕτω καὶ τὸ [*](125) ἐνθύμημα κατασκευάζει τὴν ἐργασίαν, καὶ πάλιν ὥσπερ καθʼ ἕκαστον ἐπιχείρημα ζητοῦμεν ἐργασίαν, οὕτω καθʼ ἑκάστην ἐργασίαν ζητοῦμεν ἐνθύμημα. ὥστε εἰς ἄπειρον προχωρεῖν δύνασθαι τὴν δριμύτητα, εἰ ἡ λύσις μὲν εὐπορήσειεν ἐνστάσεως τε καὶ ἀντιπαραστάσεως, τούτων δὲ ἑκάστη πάλιν ἐπιχειρημάτων δύο ἢ τριῶν, τῶν δὲ ἐπιχειρημάτων ἕκαστον ἐργασιῶν ὁμοίως δύο ἢ τριῶν, τῆς δὲ ἐργασίας ἑκάστης ἰδιον ἐνθύμημα εὑρούσης πάλιν.

Ἰστέον δέ, ὅτι καὶ πολλάκις ἐργασία μία πολλὰ εὑρίσκει ἐνθυμιήματα, καὶ εἰ ζητοίη τις οὕτω καθʼ ἑκάστην ἐργασίαν τὸ ἐνθύμημα, ἀπὸ τῶν αὐτῶν περιστάσεων [*](1 p. 148, 21 3 cf. 146, 13 |ἡ om Ac 4 τῆς om. Vc | om. Vc Ba 9 διώρυξεν Portus | ὀρύξομεν γῆν Pc 10 καὶ om. V 14 χωρεῖν Vc Ba | εἰ Ba; καὶ Ac; καὶ εἰ P Vc schol. P: προσεπακουστέον τὸ μάλιστα . . καὶ στικτέον ἀπὸ τοῦ ‘εἰ καὶ ἡ λύσιςʼ μέσας ἄχρι τοῦ εὑρούσης πάλινʼ, ἐκεῖσε δὲ στικτέον τε- λέαν 15 εὐπορήσει Ac Ba |τε om 16 et 18 ἢ καὶ Pc 19 ad πάλιν m 2Vc: λείπει et mg. κείμενον· εἰς ἄπειρον προχεορεῖ ὁ λόγος; schol. P (W) VII 767 ann 23): τινὲς . . φάσκουσιν ἐλλι- πῶς ἔχειν τὸ χωρίον λείποντος τοῦ ‘πλείων ἡ δριμύτης γίνεταιʼ . . ἀλλὰ μόνον προσυπακούειν δεῖ τῷ ‘εἰ καὶ ἡ λύσιςʼ τὸ μά- λιστα κτλ. 21 καὶ om. V 22 καὶ πάλιν ante ἀπὸ add. Vc Ba, πάλιν καὶ Ac)

152
ζητήσει, ἀφʼ ὡν ἐζήτησεν ἂν τὰ ἐπιχειρήματα τοῦ τεθέντος κεφαλαίου. ἔτι ὅ λέγω σαφέστερον ἐκθήσομαι, ὅτι καθʼ ἑκάστην ἐργασίαν τὰ ἐνθυμήματα εὑρίσκεται σχῆμα μὲν ἔχοντα συγκριτικόν, εὕρεσιν δὲ ἐν τῇ συγκρίσει ἀπὸ τοῦ τόπου ἢ χρόνου ἢ τρόπου ἢ προσώπου ἢ αἰτίας ἢ πράγματος· συμβήσεται γὰρ οὔτως [*](126) ἐν ἐργασίᾳ μιᾷ καὶ δύο καὶ πλείονα εὑρεθῆναι τὰ ἐνθυμήματα, ἄπερ εὑρεθέντα δόξαν ἐπενθυμημάτων παρέχει.