Περὶ εὑρέσεως [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

6 Κἂν δημοσίων ἀδικημάτων κατηγορῶμεν, ἀπὸ τῶν πρεσβυτέρων ληψόμεθα· οἷον τριακόσιοι νύκτωρ τὰ δεσμὰ ῥήξαντες αἰχμάλωτοι ἀπὸ τῶν πολεμίων φυγόντες ἦλθον εἰς τὴν πατρίδα, νόμου κελεύοντος νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας οὐκ ἀνέῳξεν αὐτοῖς ὁ στρατηγὸς [*](2 τὰς ἑλληνίδας τὰς Pc 3 ἀνέσκαψαν, γρ ἀνέστησαν, Pc 6 εἴ τι, supr. ὅτι, Pa 8 τῆς ἱστορίας Ac | εὐσεβὲς Vc Ac 10 ὥσπερ καὶ Sc | p. 117, 6 12 βίαια om. Sc; βία, m. po. σ add., Pa 14 θέντες PV; correxi 15 βοηθούμενα m. 1Pc; βοη- θουμένας PaV; correxi 17 διηγήσεις m. 1Pa 18 χωροῦντες Vc 20 om. VcBa 22 cf. 121, 9 23 φεύγοντες Vc 25 θύ- πασ Ba)

119
καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ καὶ ὁ κατήγορος ἀπὸ πρεσβυτέρων ἀδικημάτων ἄρξεται λέγων ὅτι ῾ ἡμεῖς μὲν αὐτὸν ἐχειροτονήσαμεν στρατηγὸν πάντων προτιμήσαντες, ὃ δὲ δύσνους ὢν ἀρχῆθεν περὶ τὴν πόλιν ἐπέδειξε τοῦτο καὶ ἐν τῇ στρατηγίᾳ· οὕτω γοῦν φαύλως ἐστρατήγησεν, ὥστε καὶ ἡττήθημεν καὶ [*](91) ἧτταν βαρεῖαν, ἐν τριακοσίους πολίτας αἰχμαλώτους συνέβη γενέσθαι μετὰ τὸν τῶν ἄλλων φόνονʼ· εἶτα ἐπὶ τὴν διήγησιν χωρήσομεν ῾ ἀλλʼ ἐπειδὴ ἡ τύχη παρέσχε τοῖς πολίταις τόλμαν ῥῆξαι τὰ δεσμὰ δυνηθῆναι καὶ λαθεῖνʼ καὶ τὰ ἑξῆς.

Ἐὰν δὲ ἀπολογώμεθα· ῾ οὕτως ἐγὼ περὶ τὴν πόλιν εὔνους ἀρχῆθεν ἐγενόμην, ὥστε καὶ τοῦ πολέμου καταλαβόντος μᾶς τῆς ἐμῆς εὐνοίας ἔχοντες δείγματα πάντας παραλιπόντες τοὺς ἄλλους ἐμὲ στρατηγὸν ἐχειροτονήσατεʼ.

Τυραννοκτόνοι δὲ πάντες καὶ ἀριστεῖς ὁμοίως προδιηγήσεις ἕξουσι τοὺς βίους, ἀφʼ ὧν χωροῦμεν ἐπὶ τὰς διηγήσεις τῶν πραγμάτων, ἐφʼ οἷς αἱ κρίσεις.

[*](197)[*](21)

Ταυτὶ μὲν οὖν περὶ τῶν προκαταστάσεων τῶν ἐν 7 ταῖς διηγήσεσι καὶ ὅθεν δεῖ ἀρχομένους μὴ ἀκεφάλως ἐμβάλλειν τοῖς πράγμασι. Ῥητέον δὲ ἑξῆς, τίσι πλατύνεται [*](2 καὶ ὁ κατήγορος; pergit I. 12 | τῶν πρεσβυτέρων Ba 3 στρα- τηγεῖν AcΒa, v.l.P, m. 2Vc; cf. I. 15. p. 121, 13 6 γὰρ (pro γοῦν) Ac 9 χωρήσ⌊ο⌉μεν Vc 11 λαθεῖν : exsp. φυγοῦσιν ἐπ- ανελθεῖν 12 ἀπολογώμεθα πρὸς αὐτὸν Ac 13 οὕτως etiam ante εὔνους P 14 ὑμᾶς πολλὰ τῆς ἐμῆς εὐνοίας Sc; ὑμᾶς τῆς εὐνοίας (m .2 πολλὰ et ἐμῆς supr.) Vc | παραδείγματα Pc 15 παρα- λιπόντ⌊ε ex α⌉ς Pa | στρατηγεῖν, m.1, P 18 χωρῶμεν Vc ἐφʼ αἷς ἡ κρίσις Ac 21 ταῦτα Ac Ba, m.2Vc 22 λέλεκται ante καὶ add. Vc)

120
ἡ διήγησις τρόποις. ἡμιεῖς μὲν οὖν φαμεν πρῶτον χρῆναι τῶν λεγομένων ἕκαστον καὶ τρισὶ καὶ τέτρασι [*](92) κώλοις πλατύνεσθαι ἢ καὶ πλείοσιν ἐκφέρεσθαι πολλάκις· οὐ γὰρ ἐστενοχώρηται τῆς διηγήσεως ἡ δύναμις ῥητῷ μέτρῳ, καθάπερ καὶ τὸ προοίμιον, ἀλλʼ ἐξουσίαν ἔχει καὶ μέτρον τὴν βούλησιν ἢ τὴν δύναμιν τοῦ λέγοντος οἷον ῾ ἐγὼ περὶ τὴν πόλιν εὔνους οὐ τήμερον, οὐδὲ νῦν ἠρξάμην ἀγαπᾶν τὰ κοινά, ἀλλὰ τῆς πρὸς ὑμιᾶς εὐνοίας πάλαι καὶ πρόπαλαι πολλὰ ἐξενήνοχα δείγματα· καὶ ὅτι τὰ πρὸς ὠφέλειαν ὑμῖν ἀνασκοπῶ, μυριάκις δηλῶσαί μοι δοκῶʼ· τὸ γὰρ αὐτὸ πρᾶγμα πολλάκις ἑρμηνευθὲν κόσμον ἐνεδείξατο τοῦ λόγου. τρέφει δὲ καὶ τὴν δύναμιν τοῦ ῥήτορος μάλιστα ἐν ταῖς περιγραφαῖς τοῦτο ἀσκούμενον· ἐξ ἀνάγκης γὰρ ποικίλων ὀνομάτων καὶ διαφόρων εὐποροῦμεν ζητούντων ἡμῶν ποικίλοις καὶ πολυτρόποις ὀνόμασι μεταποιεῖν τὰ κῶλα.

Πρῶτον μὲν οὕτω μηκύνεται ἐξ ἑρμηνείας. ἔπειτα δὲ καὶ τὸ παραλειφθὲν ζητήσαντες λέξομεν κἀκεῖνο ἐν κώλοις ὅσοις ἂν δυνώμεθα, οἷον ῾ τόδε μὲν οὐκ ἐποίησα οὐδὲ εἰργασάμην, ἐκεῖνο δὲ οὐ διεπραξάμηνʼ.

Ἔπειτα μέντοι καὶ τοῦ πεπραγμένου τὴν αἰτίαν ζητήσομεν, καὶ ὅταν εὕρωμεν, ὅσοις ἄν δυνώμεθα κώλοις [*](1 μὲν om. | ὅτι post φαμεν add P 2 χρὴ m. po. ex χρῆ- ναι Pc 3 ἢ om Vc 7 cf. 119, 12 10 ὑμῶν Pc 10 11 ἀνασκοπῶ⌊ν m po.] Pc; ἀνασκοπῶν Pa; ἀνασκοπῶν 13. 14 μάλιστα om. Mr 14 γρ ἐν ταῖς γραφαῖς P; γρ καὶ συγγραφαῖς καὶ γραφαῖς Ba; ἔνια τῶν βιβλίων περιραφαῖςʼ ἔχει ἔνια δὲ ῾ συγγραφαῖςʼ· καὶ ἄλλα γραφαῖςʼ· ὁ μὲν οὖν ἐξηγητὴς ῾ περι- γραφαῖςʼ ἀναγνοὺς κτλ Dox. 15 16 mg. m. 1 εὐπορήσομεν Pa; ⌊Ι—ΙΙ⌉εὐπορ|οῦ m. po.⌉ μιεν Vc 18 οὖν οὕτως Ba 20 δυν|ώ m. po. ex ησό⌉μεθα Ba 21 δὲ οὐδὲ Ac 23 ἂν om. Vc)

121
ἕκαστα ἀφηγησόμεθα· οὐδεὶς γὰρ νοῦς οὕτω καλὸς εἰς κατασκευὴν διηγήσεως ὡς σἰτία.

Πλατύνουσι δὲ διήγησιν καὶ οἱ λογισμοί, εἰ πρὸ τῶν πράξεων λέγοιμεν βεβουλεῦσθαι, ὡς, εἰ μὲν τόδε ποιήσαιμι, τόδε ἀπαντήσεται, καὶ προστιθέναι τὰς αἰτίας· εἰ δὲ τόδε ἐργασαίμην, τόδε ἀπαντήσεται.

[*](198)

Καὶ παραδείγματος ἕνεκεν καὶ σαφηνείας τῶν θεωρημάτων [*](93) καὶ ἐπὶ προβλήματος λέξομεν· ἔστω δὲ ὁ στρατηγὸς ὁ μὴ ἀνοίξας τὰς πύλας. ἀπὸ τοῦ παραλειφθέντος πρῶτον ῾ ἡμεῖς γὰρ ἐνστάντος τοῦ πολέμου καὶ καταρραγείσης τῆς μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονεικίας ἄλλον μὲν οὐδένα τῶν πάντων στρατηγὸν ἐχειροτονήσαμεν οὐδὲ ἐπεστήσαμεν τοῖς πράγμασιν οὐδὲ τὸ στρατόπεδον ἐπιστεύσαμενʼ, εἶτα τὸ πραχθὲν ῾ τοῦτον δὲ στρατηγεῖν ἠξιώσαμεν καὶ τὸ ἀξίωμα τῆς πόλεως ἐπιστεύσαμεν καὶ πᾶσαν τὴν δύναμιν ἔχειν καὶ τάττειν ὅπως ἐθελήσειεν ἐπετάξαμενʼ, εἶθʼ ἡ αἰτία ῾ οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος, ἀλλʼ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων. ὅ δὲ ταῦτα πιστευθεὶςʼ πάλιν ἐκ τῶν παραλειφθέντων οὔτε ἐστρατήγει καλῶς οὔτε ἐξηγεῖτο τῶν πραγμάτων σεμνῶςʼ· εἶθʼ ἡ αἰτία τοῦ παραλειφθέντος ῾ δύσνους γὰρ ἦν περὶ τὴν πόλιν καὶ ἄδικος πάνυ· ἀλλὰ καὶ αἴτιος ἡμῖν ἥττης ἐγένετο. ἐπεὶ δὲ ὁ θεὸς καλῶς ποιῶν καὶ κηδόμενος τῶν τῆς πόλεως πραγμάτων καὶ ἐπανορθούμενος [*](1 οὕτω νοῦς V 8 οἱ Pc, (supr.) Pa; om V 6 τάδε ἀπαν- τήσεται Ba 7 ἕνεκα Ba | τῆς σαφηνείας V c 8 p. 118, 25 10 συστάντος Sturm 11 τῆς om. Ba 12 13 ἀπάντων Ac 17 θε- λήσειεν Vc Ba 18 αἰτία τοῦ πραχθέντος Ac, v. l P μὰ τὴν ἀθηνᾶν Ac 23 σεμνῶς Ba, m 2VcAc; om. Vc Ac; ὀρθῶς P 25 post ἐγένετο Vc m .1 mg. : ἣ διήγησις ἀυτmg. decurt.⌉)

122
τὰ τῆς πόλεως πταίσματα κατὰ νοῦν ἐποίησε τοῖς πολίταις ῥῆξαι τὰ δεσμὰ καὶ φυγεῖν δυνηθῆναι καὶ σωθῆναι πρὸς ἡμᾶς’, εἶτα ἀπὸ τῶν λογισμιῶν ‘ἐνταῦθα ὁ στρατηγὸς ἐλογίσατο, ὡς, εἰ μὲν ἀνοίξει τὰς πύλας, σωθῆναί τε παρασκευάσει τούς τριακοσίους καὶ οὐδὲν ὄφελος αὐτῷ τῆς προδοσίας ἔσται καὶ τῆς ἥττης ἡμῖν ἀπαντήσει παραμυθία, εἰ δὲ μὴ ἀνοίξειεν, ὡς πληρώσει τε τὴν ἐπιθυμίαν καὶ πάντες τεθνήξονται καὶ εἰς στενὸν κομιδῇ καταστήσεται τὰ ἡμέτερα — τοῦτο, ὃ καὶ πράττειν προείλετο’. καὶ παρατηρητέον, ὅτι καὶ τὰ πραττόμενα καὶ τὰς αἰτίας τῶν πραττομένων καὶ τὰ παραλειπόμενα καὶ τὰς αἰτίας τῶν παραλειπομένων καὶ τοὺς λογισμοὺς καὶ πάντα ἐν πολλοῖς [*](199) κώλοις καὶ ποικίλοις λέγειν δυνάμεθα.

Εἰ δὲ τρόπος ἐν διηγήσει τῶν πεπραγμένων πλατύνοιτο, διασκευάζεται τὸ πρόβλημα, οὐ διηγεῖται· αἰτία μὲν γὰρ διήγησιν, τρόπος δὲ διασκευὴν κατασκευάζει. τρόποι δὲ διηγήσεως τρεῖς, ἀπλοῦς, ἐγκατάσκευος, ἐνδιάσκευος. ὅταν μὲν οὖν ᾖ τὰ πράγματα πολλὰ καὶ ποικίλα καὶ ἱκανὰ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν δὲ βοηθῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει· οὐ δεῖται γὰρ [*](1 ταύτης τὰ πταίσματα Ac 2 τοῖς πολίταις om. VcBa | ῥῆξαι τὰ δεσμιὰ τοὺς πολίτας Ac 3 ὑμιᾶς Vc | τῶν om. Pa 7 ἀπαν– τήσοι Vc 10 ἡμέτερα 〈πράγμιατα〉 ? cf. p. 121, 20. 26 | ὃ Pa, (er.) Pc; om. | προείλ⌊ε m po.⌉ Pc 13 ⌊λο m.po. ex παραλο⌉γισμούς Pc 13. 14 πλείοσι Ba 14 καὶ ποικίλοις om. Vc 15 πραττο– μένων Vc 16 οὐ PAc; καὶ οὐ Vc; οὐχ ἀπλῶς BaVδ; καὶ οὐχ ἁπλῶς Sc; Dox.: ἔν τισι τῶν βιβλίων οὐ τέθειται τὸ ‘οὐχ ἁπλῶς’ κτλ. 16. 17 γρ καὶ οὕτως (mo. καὶ οὕτως Pc)· αἰτία μὲν γὰρ διήγησιν ἐγκατάσκευον· τρόπος δὲ διήγησιν ἐνδιάσκευον (Pc hic queoque ἐγκατάσκευον) κατασκευάζει mg. P, cf. Dox. v.l.; cf. P. 123, 9 18 διηγήσεων V 19 ἦ post 20 ποικίλα Pc | ἱκανὰ ἢ καὶ Ac 20 βαρ⌊ῆ m.po.⌉ Vc)

123
ἰσχυρῶν λόγων τὸ αὐτομάτως ἰσχῦον πρᾶγμα. ἐὰν δὲ σύντομος καὶ πολιτικὴ ἡ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ ταῖς αἰτίαις κατασκευάζοντες αὐτήν, ἵνα γένηται ῥητορικωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν εἰς τὴν κατασκευὴν βοηθουμένη. ἐἀν δὲ ᾖ σύντομος καὶ φαιδροτέρα, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρόπῳ μὴ φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευῶν· ἐνδιάσκευος γάρτοι διὰ τοῦτο κέκληται, ὅτι τοῖς ἀπὸ τῆς διασκευῆς μέρεσι βοηθεῖται. ἔφαμεν δὲ ῆδη φθάσαντες, ὅτι αἰτία μὲν κατασκευάζει, τρόπος δὲ διασκευάζει.

Ἁπλῆ μὲν οὖν διήγησις παρὰ Δημοσθένει ἐν τῷ [*](95) Κατὰ Κόνωνος αἰκίας «τέξήλθομεν εἰς Πάνακτον ἔτος τουτὶ τρίτον. καὶ μεθʼ ἡμῶν ἐσκήνωσαν οί Κόνωνος υἱεῖς καὶ προσούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατερρήγνυον»· οὐ γὰρ εἶχε μιᾶλλον δεινῶσαι τῷ λόγῳ ἢ τὰ πράγματα λέγων αὐτὰ ὁ ῥήτωρ ψιλά, ἂ ἔπραττον ἐκεῖνοι· γυμνὰ γάρτοι λεγόμενα πλέον ἰσχὑν ἔλαβεν, ἢ εἴ τις αὐτὰ ἐκόσμει λόγοις.

Ἐγκατάσκευος δέ ἐστιν ἡ Κατὰ Ἀριστοκράτους. φάσκων γὰρ λερρόνησον κινδυνεύειν τῇ πόλει τὰς αἰτίας [*](1 ὅταν Ba 2 ἡ om. Mr | τῷ om. Vc Ac 6 σφοδροτέρα Dox. 7 διασκευῶν Ba, (δι m.po in ras.) Pc 8 γάρτοι καὶ Vc 10 διήγησιν κατασκευάζει Vc; γρʹ καὶ οὕτως (om. καὶ οὕ- τως Pa) ὅτι αἰτία μὲν διήγήσιν ἐγκατάσκευον· τρόπος δὲ διήγησιν ἐνδιάσκευον κατασκευάζει mg. P, cf Dor. v.l.; cf p 122, 16 12 ἡ διήγησις Pa 13 Dem. 54, 3. 4 ||ἀρίσι mpo.]ωνος Pa 14 ἀρίστω- νος PV (κόνωνος m. 2VcBa, m.po P); Dox.: ἔν τισι τῶν βιβλίων ‘οἱ τοῦ κόνωνος υἱοὶ’ γέγραπται κτλ. | pr καὶ om. Ρ 16 ειν δηλῶ- σαι, ειν m.2, Vc | τὸν λόγον P, m. 2Vc 17 ὁ ῥήτωρ post ψιλὰ Pc, post 16 εἶχεν Ba 18 mg. πλείονα m.po.Ma | ἰσχύος Portus 19 λόγ Pa λόγοις Pc 20 δὲ διήγησίς ἐστιν Ba | ἡ vix san 21 τὴν πόλιν Vc)

124
λέγει, διʼ ἅς ἐσῴζετο, καὶ τὰς αἰτίας, ἐξ ὧν ἀπολεῖται· «ἔστι γὰρ τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ [*](200) [*](96) Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθʼ ἑνὸς ὕρκης γενέσθαι βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὐτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύεινx. καὶ καθάπαξ ἡ διήγησις πᾶσα διὰ τῆς θεωρίας πεπλήρωται ταύτης.

Ἐνδιάσκευον δὲ ἐκεῖνο τὸ μέρος τῆς διηγήσεως ἐν τῷ Περὶ τῆς παραπρεσβείας παρὰ τῷ Δημοσθένει «θέαμα δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεεινόν· ὅτε γὰρ νῦν ἐπορευόμεθα εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, τείχη σεριῇρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς».

Τὸ δὲ ἄριστον καὶ ἀναγκαιότατον εἰδέναι, ὅτι τῶν διηγήσεων αἱ μὲν πλεῖσται πᾶσιν ὑποπίπτουσι τοῖς τρόποις, ὥστε τινὰ μὲν αὐτῶν μέρη ἀπλᾶ εἶναι, τινὰ δὲ ἐγκατάσκευα, τινὰ δὲ ἐνδιάσκευα, ὡς φαίνεται ἡ διήγησις αὕτη παρὰ τῷ Δημοσθένει, μᾶλλον δὲ αἱ πλείους· τὸ μὲν γὰρ λέγειν ὑμεῖς τοῦτον ἐχειροτονήσατε πρεσβευτὴν οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, ἀλλʼ ὡς τῶν φυλαξόντων τοὺς ἀλλουςʼ τῆς ἐγκατασκεύου μέρος ἐστί, τὸ δὲ λέγειν ‘ὁ δὲ τῇ πρώτῃ τῶν ἐκκλησιῶν πάντα εἰπὼν κατὰ ψιλοκράτους, τῇ δʼ ὑστεραίᾳ μεταβαλόμενος δῆλός ἐστι προδιδόναιʼ ἀπλῶς [*](1 ἅς m 2 ex ὡν Vc αἰτίας om Vc |ἐξ ὧν Pc V, v.l.Pa; δι᾿ ἅς Pa 2 ἔστι τοίνυν ὧ ἄ Ἀθ. τοῦτο, τὸ τελευτήσαντος Dem. 23, 8 7 ταύτης πεπλήρωται Pc 9 Dem. 19,65 | περὶ τῆς P om Vc; περὶ om. Ba (cf 127, 11. 23 cet.); τῆς om. Ac 10 δει- νὸν post ἀθηναῖοι Ac ἄνδρες om. Ba 17 τὰ (pro alt. τινὰ) Ve 18 τινὰ δὲ ἐνδιάσκευα om Pc |τινὰ Pa Ba; τὰ Vc Ac 20 cf. Dem. 19, 12 22 τῶν om Ba 23 τῶ Ba |λέγειν suspect. cf Dem. 19, 15 25 μεταβαλλόμενος V)

125
λέγει καὶ ἀπλῶς διηγεῖται, ἐπὶ τέλει δὲ ἐδείξαμεν ὅτι ἐνδιασκεύως τὰ περὶ Θωκέας διηγεῖται.

Ἀκμὴ δὲ διηγήσεως τριχῶς γίνεται, ἤτοι τοῦ πράγματος αὐτοῦ ἢ τῆς ἀξιώσεως ἢ τῆς αἰτίας τῆς ἀξιώσεως συνεχῶς διαφόροις κώλοις καὶ ποικίλοις λεγομένης, ἢ καὶ τῶν δύο ἢ καὶ τῶν τριῶν πολλάκις ὁμοίως παραλαμβανομένων· οὕτω γὰρ ἡ ἀκμὴ μείζων γίνεται [*](201) καὶ ποικίλη μᾶλλον, ἐὰν τὸ πρᾶγμα τρισὶ κώλοις ἤ τέτρασιν εἴπωμεν, ἐπὶ τέλει δὲ καὶ τὴν ἀξίωσιν καὶ τῆς ἀξιώσεως τὴν αἰτίαν. οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τὸν υίὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξἐθανεν ἡ μήτηρ, καὶ κρίνεται ὁ πατὴρ αἰτίας θανάτου· ‘καὶ συλλαβὼν τὸν υίὸν ἔπαιεν, ἐτίτρωσκεν, ἐφόνευεν ὁμοῦ τῇ γυναικί, ὡς ἀλλοτρίους, ὡς ἐχθρούς, ὡς ἔκ τινος τῶν πολεμίων γεγονόταςʼ τὸ πρᾶγμα τοῦτο· εἶτα ἡ ἀξίωσις ‘τίς οὐκ ἀγανακτεῖ, τίς οὐκ ὀργίζεται, τίς οὐ χαλεπαίνει τοῖς γεγενημένοις; τίς οὐκ ἀπαιτεῖ τὴν προσήκουσαν τιμωρίανʼ, εἶτα ἡ αἰτία διʼ ὃν πεπλήρωται μιασμάτων ἡ οἰκία, διʼ ὅν ἄθεσμοι φόνοι, διʼ ὅν ἀσεβεῖς σφαγαί, διʼ ὅν γένος ὅλον ἔρριπται πεφονευμένον, παρʼ οὗ ἥκιστά τις ἂν προσεδόκησεν;ʼ

[*](1 λέγει ν . . διηγεῖται Pa |p 124,8 4 5 τῆς ἀξιώσεως P Βa, (ex τῶν ἀξιώσεων) Ac; om Vc 5 κώλοις om. Pc | καὶ ποικίλοις om Vc Ba 5 6 γινομένης Ac 7 μείζων ἡ ἀκμὴ γενήσεται Vc Ba, (γίνεται) Ac 8 ἔνθα (pro ἐὰν) Vc | |τρι]σὶ Pa 8.9 εἴπω- μεν (ω m 2 ex ο Vc) ἢ τέτρασιν (τέσσαρσιν Ba) 9 pr καὶ om Ac 10 τὴν τῆς ἀξιώσεως αἰτίαν Vc cf. 95, 8 17 ἀπαιτεῖ 〈τοῦτον〉 . . δι ὅν? 18 αἰτία τῆς ἀξιώσεως Vc 18. 19. 20 ὅν ex ὧν Vc 21 subscr. τέλος τοῦ βʹ τόμου P; om. V)
126
[*](98)

1 Τὸ τρίτον μοι σύνταγμια τουτὶ γέγονεν, ὦ κράτιστε Ἰούλιε Μᾶρκε, περὶ ὡν ἤδη σοι φθάνω καὶ διʼ ἐμαυτοῦ πολλάκις τεχνολογήσας, τοῦ κορυφαίου τῆς ῥητορικῆς μέρους· ἔστι δὲ ἥ τε τῶν κεφαλαίων εἰσαγωγὴ καὶ οἱ τρόποι τούτων καὶ διʼ ὅσων γίνονται, εἶτα περὶ τῶν λύσεων καὶ ἐξ ὅσων συνίστανται, εἶτα ἐπιχειρημάτων καὶ τῶν τόπων, ἐξ ὧν λαμβάνονται, εἶτα ἐργασιῶν, αἳ καθʼ ἕκαστον τῶν ἐπιχειρημάτων ἐκλαμβάνουσαι ἐργάζονται, καὶ μὴν καὶ τῶν ἐπὶ τούτοιςμημάτων ἐμοὶ παρευρεθέντων, ἀφʼ ὧν τὸ ἀκρότατον τῆς δριμύτητος καὶ παρὰ τοῖς ἀρχαίοις εὑρίσκεται· περαιτέρω δὲ τούτων προβαίνουσαν τὴν ρρητορικὴν οὐχ εὑρήκαμεν, ἀνακυκλουμένην δέ γε. πρὸ δὲ τούτων βραχέα μοι περὶ προκατασκευῆς εἰπεῖν ἔδοξεν.

[*](99)[*](202)

2 Ἡ προκατασκευὴ πρεσβύτερόν ἐστι μέρος λόγου τῆς κατασκευῆς, ὡς δηλοῖ καὶ τοῦνομα. ἔργον δὲ αὐτῆς τὸ προεκτίθεσθαι τὰ κεφάλαια καὶ τὰ ζητήματα, οἰς περιπλακεὶς ὁ λόγος συμπληρώσει τὴν ὑπόθεσιν, οἷόν ἐστιν [*](1 τόμος γʹ. περὶ εὑρέσεως PVcAc; περὶ εὑρέσεως· τόμος τρί- τος Βa; τόμιος γʹ περὶ τῆς τῶν κεφαλαίων εἰσαγωγῆς Pπ 3 ἰού- λιε μάρκε PΒa; μάρκε ἰούλιε, mg m 2 γρ καὶ μάρκε αἴλιε, Vc; μάρκε m.1, ἰούλιε m 2 suppl , Vbd ; θεόφιλε Ac | τινὰ τῶν βι- βλίων προσκείμενον ἔχει τὸ καὶ διʼ ἐμαυτοῦʼ κτλ Dox 6 τινὰ τῶν βιβλίων καὶ οἱ τούτων τρόποι καὶ διʼ ὅσων γίνεταιʼ ἔχει . . . ἀλλʼ ἄμεινον καὶ οἴ τρόποι ταύτηςʼ κτλ. Dox 7 γίνονται Ba 7. 8 περὶ ἐπιχειρημάτων Sc; |circ. lII ἐπιχειρημάτων Vc 12 ἀρχαιοτέροις P 15 ἔδοξεν εἰπεῖν Pc 17 ἡ om. Pc c | εἶχε τὸ παλαιὸν πρεσβύτερόν ἐστι μέρος τῆς διηγήσεως τοῦ λόγου τῆς κατασκευῆς ὡς δηλοῖʼ Dox. 18 δὲ |II—lII] αὐτῆς Vc)

127
ἐκεῖνο παρὰ τῷ Δημοσθένει τδίκαιον δέ ἐστιν ἴσως ἐμὲ τρία ὑμῖν ὑπεσχημένον, ἕν μὲν ὡς παρὰ τούς νόμους τὸ ψήφισμα είρηται, δεύτερον δὲ ὡς ἀσύμφορόν ἐστι τοῦτο τῇ πόλει, τρίτον δὲ ὡς ἀνάξιός ἐστι τούτων τυχεῖν Χαρίδημος, ἀπάντων τούτων ὑμῖν αἵρεσιν δοῦναι, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ὑμῖν ἐστιν ἀκοῦσαι2· ταῦτα γάρτοι προειπὼν πᾶσαν ἡμῖν ἐπὶ κεφαλαίου τὴν τομὴν ἐσήμανε τοῦ λόγου, εἶτα καθʼ ἕκαστον αὐτῶν λαβὼν διεπεράνατο ταῖς κατασκευαῖς τὰς ἁρμοττούσας ἑκάστῳ τῶν ἐπιχειρήσεων προσαγαγὼν δυνάμεις. καὶ μὴν καὶ ἐν τῷ τῆς Παραπρεσβείας λόγῳ προκατασκευῆς ἔχει χώραν καὶ δύναμιν τὸ λέγειν αὐτὸν «σκέψασθε παρʼ ὑμῖν αὐτοῖς, τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λοβεῖν· πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον [*](100) δὲ ὧν προσετάξατε αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων· ἐφʼ ἄπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως ἢ μὴ ταῦτα πάντα πέπρακταιx· καὶ γὰρ ἐνταῦθα ἐπὶ κεφαλαίων τὰ ἐγκλήματα προῦθηκεν, ὧν καθʼ ἕκαστον ἐξελέγξει καὶ ἀποδείξει. εἰ δὲ ζητοίης, εἰ τούτοις τέτμηκε τοῖς κεφαλαίοις τὸν λόγον ἢ εἰ τούτοις μόνοις ἢ εἰ τῇ τάξει ἐχρήσατο τῆς ἐπαγγελίας ἐν τῇ κατασκευῇ, λόγον ἴδιιν ζητεῖς θεωρίας καὶ τέχνην τοῦ τῆς Παραπρεσβείας καὶ οἰκονομίαν, οὐκ ἀναιριῖς τὸ μὴ οὐ προεκτίθεσθαι τὰ [*](1 ἐκείνω m.1Ρa | Dem. 23, 18 2 ὑπεσχημένον εἰπεῖν Ba 3 δὲ om. Pc 4 ἔσται VcAc |alt ἐστι om VcAc 4. 5 τούτου Ac Ba 7 ἡμῖν Pc Ac 8 κεφαλαίων Spengel, cf l. 18 10 ἔκάστωι Pa 11 alt καὶ om Pa 18 τὸ [l] Ve |cf Π ἰδ p. 281, 22 sq Sp ; Aps l 2 p. 247, 12 Sp H 14 τῆ πόλει post προσήκει add Ba, Dem. 19, 4 16 τὸν χρόνον V 18 παντα om Pc 20 |ἀ m.1 ex ὑ ]ποδείξει Pc τετ| l μηκε Pa 24 ἀναιρεῖς m po Pc; ἂν ἐρεῖς ΡV Mr (οὐκ ἂν m .1, οὔκουν m 2VcBa))
128
κεφάλαια τὸν ῥήτορα, ὅ τῆς προκατασκευῆς ἐστιν ἴδιον· πολὑ δὲ δήπουθεν διενήνοχε τεχνολογῆσαι διδασκαλικὴν [*](203) θεωρίαν ἢ θεωρῆσαι δικανικὴν ἀνάγκην λόγου πρὸς τὸ χρήσιμον τῶν ζητουμένων διοικονομουμένου· ἐπεὶ κἀκεῖνό σοι ἀστεῖον καὶ χάριεν προειρῆσθαι, ὡς τετηρήκαμεν τὴν προκατασκευὴν ταύτην οὐ μιᾷ χώρᾳ συνεζευγμένην ἀλλὰ διπλῇ· ποτὲ μὲν γὰρ μετὰ τὰ προοίμια τάττει τὴν προκατασκευήν, ὡς ἐν τῷ τῆς Παραπρεσβείας λόγῳ, ποτὲ δὲ μετὰ τὴν διήγησιν, ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους λόγῳ.

Καὶ τοῦτο μὲν ἐξήρκεσεν ἂν εἰπεῖν ἄλλῳ, ὅτι διττὴν ἔχει χώραν, σοὶ δὲ οὐκ ἀποκρύψομαι παραστῆσαι, τί ποτε τῷ ῥήτορι ἐνενόησα. καὶ γὰρ οὖν καὶ αὐτῷ διαπορῆσαί μοι παρέστη γενομένῳ τοῦ πράγματος ἐν ἐπιστάσει καὶ εὑρὸν τὸν ῥήτορα, εἰ μὲν ἀπατήσειν μὴ μέλλοι τοὺς δικαστάς, ἀλλὰ πληρώσειν τὴν ἐπαγγελίαν καθαρῶς, μετὰ τὴν διήγησιν τιθέντα τὴν προκατασκευὴν καὶ ἅμα συνάπτοντα καὶ ἐπάγοντα τὴν κατασκευήν, [*](101) ὥστε ἔτι τῆς μνήμης οὔσης ἐναύλου τῆς κατὰ τὴν ἐπαγγελίαν μηδὲν ψεύδεσθαι δοκεῖν, ἀλλʼ ὡς ἐπηγγείλατο τιθέντα τὴν κατασκευὴν οὕτως· ὅταν δὲ μέλλῃ δικαίως μὲν δοκεῖν ἐπαγγέλλεσθαι, τὴν ἐπαγγελίαν δὲ παρʼ οὐδὲν τίθεσθαι, τηνικαῦτα μετὰ τὰ προοίμια προκατασκευάζοντα καὶ μεταξὑ τὴν διήγησιν τάττοντα, εἶθʼ οὕτω τῆς μνήμης διὰ τῆς διηγήσεως ἐξελόντα τὴν ἐπαγγελίαν κατασκευάζοντα ὕστερον, ὡς βούλεται· καθάπερ [*](1 κατασκευῆς Pc 4 τῶι ζητουμένῳ Ac 5 ἀστεῖόν σοι AC προσειρῆσθαι Spengel 11 ἄλλ|ωι, ex οις?] Vc 14 πάρεστι γενομέν|ῳ m po. | Ba 18 pr καὶ — κατασκευήν om Pc 21 τιθέ- ναι? 24 καὶ μὴν καὶ ὡς ὅτι δύναται μηκίστην ταύτην ποιεῖ post τάττοντα add Ac, (ποιοῦντα) v .l P)

129
οὖν ἐν τῷ τῆς Παραπρεσβείας ἑάλωκε λόγῳ· καὶ γὰρ ἐνταῦθα φήσας δεῖν πρῶτον εὐθύνας ἀπαιτεῖν ὧν ἀπήγγειλε, τὸ ‘ἀνεύθυνος ἐπὶ λόγοις’ μετὰ πολλὰ τέθεικε κεφάλαια, καὶ ὅλως τὴν τάξιν τῆς ἐπαγγελίας συγχέας οὐχ ὡς ἐπηγγείλατο κατεσκεύασεν. εἰ δὲ εἰς τὸν λόγον αὐτὸν δέοι λέγειν, καθʼ ἕκαστον τῶν μερῶν ἰδίας ἔχει τέχνας καὶ ἀπορρήτους, οὐ μέντοι τὰ τῆς οἰκονομίας ἐκείνης ἴδια κοινὰ διδασκαλίας τεχνῶν τοιούτων δύναται γενέσθαι.

[*](204)

Εὗρον καὶ ἄλλο προκατασκευῆς εἶδος παρευρεθὲν τοῖς ἀρχαίοις, ὃ κεφαλαίων μὲν ἐπαγγελίαν οὐκ ἔχει, ἀπόδειξιν δὲ παρίστησι τοῦ κατὰ τοὺς νόμους δοκεῖν εἰσέρχεσθαι τὴν κρίσιν. προκατασκευὴ δʼ ἂν καλοῖτο καὶ τοῦτο εἰκότως, ὅτι λόγος ἐστὶ πρὸ τῶν κεφαλαίων λεγόμενος εἰκόσι λογισμοῖς πᾶσαν τὴν κατασκευὴν προκαλούμενος. καὶ τούτῳ κέχρηνται πολλοὶ τῶν ἀρχαίων, ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ Κατὰ Μειδίου. τῆς γὰρ [*](102) στάσεως οὔσης ὁρικῆς, καὶ τεμνομένων τῶν ὅρων οἷς ἴσμεν τόποις, κέχρηται νοήμασι τοῖς διδοῦσι κατὰ τῶν οὕτως ἀδικησάντων περὶ τὴν ἑορτὴν ἐξουσίαν εἶναι προβολῆς τοῖς κατηγορεῖν ἐσπουδακόσιν, εἰ παρὰ τὰ διωρισμένα τις ἐκ τῶν νομίων ἐν τοῖς Διονυσίοις ποιεῖ, καὶ τοῦτο ἀποδείξας καὶ ἀναγνοὺς ἐκ νόμων οὕτως ἐχώρησεν εἰς τὴν μελέτην τοῦ ὅρου· καίτοι τό γε τὴν κατηγορίαν ἐκ νόμων εἰσιέναι ταύτην οὐδὲν ἔμελλε [*](1 τῆς PVcAc; περὶ Ba | p 127, 14 ἐφωράθη m.2Ba, v.I.P 8 Dem. 19, 182 (cf p. 144, 5); cf. Aesch. 3, 205 | ἀνεύθυνον Ac, ?m1Vc 4 cf. schol. Demosth. p. 351, 19 Dind. 7 ἰδίας τὰς τέχνας ἔχει Ac, (om. τὰς) Ba; ⌊lII⌉ ἰδίας ἔχει τέχνας Vc 12 τοὺς om. Ac Ba 15 λεγόμενος PV; καλούμενος Pc 17 Dem 21, 9 19 τόποις PV κεφαλαίοις ascript. m.po. 19. 20 γρ καὶ οὕ- τως· τοῖς διδοῦσιν ἐξουσίαν κατὰ τῶν οὕτως ἀδικησάντων P 20 ἐξουσίαν etiam ante 19 κατὰ (er.) Vc)

130
διοίσειν οὔτε τῇ κατασκευῇ τοῦ ὅρου οὔτε τῇ νίκῃ τοῦ τὸ πραχθὲν ἀσέβειαν εἶναι δοκεῖν, οὐχ ὕβριν. — Καὶ μέντοι καὶ Αἰσχίνης ἐν τῷ Κατὰ Τμάρχου λόγῳ τῷ αὐτῷ τρόπῳ τῆς προκατασκευῆς ἐχρήσατο. καὶ γὰρ ἐκεῖνος πορνείας γραφὴν ἐνστησάμενος καὶ τοῦ τὰ πατρῷα κατεδηδοκέναι τὸν Τμαρχον προκατασκευῇ κέχρηται τῇ διδούσῃ κατὰ τῶν ἀσελγῶς ζησάντων ἐξουσίαν εἶναι κατηγορίας καὶ γραφῆς· καίτοι τοῦτο οὔτε τοῦ στοχασμοῦ τῶν κεφαλαίων ἄπτεται οὔτε πρὸς τὴν νίκην αὐτῷ τοῦ τὸν κρινόμενον αἱρήσειν συναγωνίζεται· καὶ γὰρ εἰ τὰ μάλιστα διδόασιν οἱ νόμοι τὴν ἐἔουσίαν τοῖς βουλομένοις κατηγορεῖν κατὰ τῶν οὕτω ζησάντων, οὐδέν τι παρὰ τοῦτο μᾶλλον ὁ ΤΠμαρχος ἐλήλεγκται τοιοῦτος ὢν ἐκ τούτων τῶν νοημάτων. οἶον αὐτὸν ἐν τοῖς κεφαλαίοις ἀποδείξει, ἀλλʼ ἔστιν ἀπηλλοτριωμένη τῶν ζητημάτων ἡ τοιάδε προκατασκευή.— [*](103) ΚΙ δέ μοι λέγοι τις, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ [*](205) ΤΠμοκράτους λόγῳ μεταξὑ τῶν δύο νομίμων, τοῦ τε παρανόμως εἰσενηνοχέναι τὸν νόμιον Τμοκράτην δεικνύντος καὶ τοῦ τὸν εἰσενηνεγμένον εἶναι παράνομον τὸν ὑπὸ ΤΠμοκράτους γραφέντα, μέσῳ κέχρηται τούτῳ τῷ νοήματι ἐν τοῖς κεφαλαίοις, ὅτι κατὰ τῶν μὴ ποιησάντων, ὅ προστάττουσιν οἱ νόμοι, νομοθετοῦντες καὶ [*](1 συν m 2 οἴσειν Vc Ba; cf. schol P: συνοίσειν ὠφελήσειν 2 καὶ mpo. add. ante οὐχ Pa 3 Aesch. 1, 13 sq 7 τῆι δηλού- σῃ m 1Vc, v .1.P | et 13 ζη|τη er ]σάντων Pa 8 cf 131, 7 10 αὐ- τῶι P ; αὐτὸν Pa 13 τοῦτο m.2 (ex τούτων?) Vc 17 λέγει v 19. 20 addidit Portus, (παράνομον εἶναι) m poPu 21 τὸν ὑπὸ τιμοκράτους γραφέντα del. m po. Pa, om. Portus τοῦ τιμιο- κράτους VcAc | post γραφέντα mg m po. Ba: καὶ τοῦ ὅτι ἐναν- τίος ἐστὶν ο νόμος τούτου τοῖς πάλαι κειμένοις (cf. Dem 24, 32) 22. 23 ποιησάντων m.1, ποιεῖν m. po, Pc 22 22 cf. Dem 24, 18 23 καὶ post νόμοι add .m.2Ba | νομοθετοῦντες PaAc; νομοθε-)
131
τὸ πῶς, διδόασιν ἐξουσίαν κατηγορίας τοῖς βουλομένοις, ἐρῶ τὰς αἰτίας, καθʼ ἅς ἐκεῖ μὲν κεφαλαίωυν μέρος ἐγένετο, προκατασκευῆς δὲ ἐνταῦθα. ὅταν μὲν γὰρ ἄλλης στάσεως ὁ λόγος ἧ κεφαλαίοις ἄλλοις διαιρουμένης, τῷ νομίμῳ δὲ οὐ κατασκευασθησομένης, τότε προκατασκευὴ τὸ νόμιμον γίνεται, ὡς ἐν τῷ Κατὰ Πμιάρχου στοχασμοῦ τῆς στάσεως οὔσης προκατασκευὴ τὸ νόμιμον ἐγένετο καὶ ἐν τῷ Κατὰ ΜΔειδίου ὅρου οὔσης τῆς στάσεως ἀπὸ τῆς προκατασκευῆς τὸ νόμιμιον ἐγένετο· οὔτε γὰρ ὄρος οὔτε στοχασμὸς τούτῳ τῷ κεφαλαίῳ τέμνονται. ὁ δὲ Κατὰ Τμοκράτους λόγος πραγματικῆς ὧν τῆς κατὰ νόμου εἰσφορᾶς ὀφείλων τῷ νομίμῳ κατασκευασθῆναι τὸ ἐκ τοῦ νόμου βοηθοῦν μέρος αὐτῷ τετήρηκε τῷ νομίμῳ. ἄξιον δὲ κἀκεῖνο τηρῆσαι τῶν ῥητόρων ἐν τούτοις, ὅτι καινοὺς ἀγῶνας εἰσιόντες ὅ μὲν πορνείας, ὅ δὲ τῆς περὶ τὰ Διονύσια προβολῆς, οἰς οὐκ ἡσαν Ἀθηναῖοι συνειθισμένοι τῷ μηδένα τοιοῦτον πρότερον εἰσελθεῖν, ἀναγκαίως ἐχρήσαντο ταύτῃ [*](104) τῇ προκατασκευῇ, ὡς ἄν μὴ προσκρούοιεν τοῖς δικασταῖς ἐκ τοῦ τὰ πρὸς μηδενὸς ἄλλου γενόμενα τολμᾶν εἰσάγειν, ἀλλὰ προσεκτικὸς καὶ διδασκαλικὸς τῆς κατηγορίας ὁ λόγος γένοιτο τοῖς δικασταῖς μαθοῦσιν, ὅτι, περὶ ὧν πρῶτον δικάζουσιν, ἐκ νόμων ὥρμηνται καὶ ἀπὸ τῆς τῶν νόμων βουλήσεως.

[*](τούντων Pc Vc Ba |τὸ scripsi coll schol P (W VII 742, 1); τοῦ PBa; om Ac, m 1Vc νομοθετοῦντες — πῶς om. Portus, del. (ὀρθῶς supr.) m. po Pa |καὶ τοῦ πῶς del. m po Ba)[*](2. 3 ἐγένετο PaV; εἰσάγεται Pc 6 νόμιμον mn po (ex νόημα ?) Vc 13 αὐτῶι μέρος Vc 14 νόμωι Pc 15 sic Dem 19, 120 ἀγῶνας καινούς (cf. schol. Dem p 396, 3 Dind.) 16 ct. Dem. 21, 1 17 οἱ ἀθηναῖοι Vc Ac |εἰθισμένοι Ba; συν|ει ex η]θισμένοι Vc 17 18 τοιο|ῦτο]ν Pc; τῶν τοιούτων VcAc 18 ἐχρήσατο Pc 20 γινόμενα Vc 23 ὦν P οὗ |ὥρμηται Ac Βa; (ν er.) Vc 24 κολάσεως, mu 1 βουλή supr., Pc)
132
[*](106)

4 Περὶ μὲν τῆς τῶν κεφαλαίων εὑρέσεως κατὰ τὴν διαιρετικὴν ἐξεθέμεθα τέχνην, καὶ ὅσα ἑκάστης τῶν [*](206) στάσεων ἴδια καὶ ὅσα κοινὰ καὶ τὰ τούτων διάφορα· νυνὶ δὲ πρόκειται δεῖξαι, πῶς τῆς διαιρετικῆς τέχνης ὑποβαλλομένης τῶν κεφαλαίων ἕκαστον ἡμεῖς ἐκλαβόντες αὐτὸ κατασκευάσομεν· τὸ γὰρ πᾶν τῆς ῥητορικῆς ἰσχυρὸν ἐν τούτοις ἵσταται καὶ τὸ τῆς νίκης κράτος ἐν τῇ κατασκευῇ τῶν κεφαλαίων διαφαίνεται.

Κεφάλαιον τοίνυν ἤτοι παρʼ ἡμῶν αὐτῶν εἰσάγομεν, ὅ δεῖται κατασκευῆς, ἢ παρὰ τῶν ἐχθρῶν τίθεται, ὅ δεῖται λύσεως. οἷον ἐὰν μὲν ἀπολογώμεθα ἐν τοῖς στοχασμοῖς, τὴν τῶν ἐλέγχων ἀπαίτησιν ἡμεῖς εἰσάγομεν λέγοντες ἐλέγχους πάρασχεʼ, εἶτα κατασκευάζομεν ἐκ τῶν ἐπιχειρημάτων συνιστάντες ὅτι δεῖ παντὸς πράγματος ἐλέγχους παρέχεσθαι καὶ παντὸς ἐγκλήματοςʼ. [*](107) ἐὰν δὲ κατηγορῶμεν, ἀνάγκη τοῦ ἐχθροῦ τὸ κεφάλαιον τιθέντος καὶ λέγοντος ἐλέγχους πάρασχεʼ ἡμᾶς λύειν [*](1—148, 15: ordinem commentarii Mr secutus sum; cf. Spengel, Praef. p XI, Ζuncheneι Gel. Αnεeigen 1835 p 265. Grdο Ba: π. κεφαλαίων, π. βιαίου, π.ἑπιχειρημάτων, π. ἐνστάσεως καὶ ἀντι- παραστάσεως. P VcδAc: π βιαίου, π. κεφαλαίων, π. ἐπιχειρῇ- μάτων, π. ἐνστάσεως κ. ἀντ.; Dox.; μήπω τοίνυν ἄμεινον p (ἦν Vδ) λέγειν λήθη τῶν ἀντιγράφων τὸ περὶ βιαίου προταγῆναι τοῦ περὶ τῶν κεφαλαίων, ὀφεῖλον ὑπὸ τὴν ἔνστασιν 〈καὶ〉 ἀντιπαράέ- στασιν ταχθῆναι μετὰ τὸν περὶ κεφαλαίων λόγον Portus: π. εἰσαγωγῆς κεφαλαίων, π. ἐπιχειρημάτων, π εἰσαγωγῆς καὶ λύσεως κεφαλαίων κατʼ ἔνστασιν καὶ ἀντιπαράστασιν, π λύσεως κεφα- λαίων κατὰ βίαιον ὅρον 3 ἐξεθέμην Ac Βa, v l Pa, W VII 55, 10 μέθοδον (pro τέχνην) W VII liber ille deperditus est; cf. etiam Hern p 28, 12. 36, 3. 43, 15 sq. 4 τού| των ex οις] Pc 10 αὐτῶν om Ac εἰσάγεται ν l P, m 2VcBa 12 μὲν οὖν Ac 14 cf. 141, 22 sq 15 συνιᾶάντες Pa; συνιστῶντες PcAc, (άν m 2 supr.) Vc, (ex cr m po ) Ba 16 παρασχέσθαι m2 ex παρ- ἐχεσθαι Vc (cf. p. 133, 1) 17 τὸ κεφάλαιον τοῦ ἐχθροῦ Vc)

133
λέγοντας οὐ δεῖ ἐλέγχους παρέχεσθαι παντὸς πράγματοςʼ καὶ εἰς τοῦτο κατασκευῆς εὐπορῆσαι τῆς ἀπὸ τῶν ἐπιχειρημάτων, ἵνα δείξωμεν, ὅτι μὴ δεῖ τούς ἐλέγχους ἀπαιτεῖν. καὶ ἐν ταῖς πραγματικαῖς, εἰ τύχοι, ἢ τιθέ. μέθᾳ κεφάλαιον λέγοντες οὐ δεῖ καινοτομεῖνʼ ἢ οὐ δεῖ παρὰ τὰ δόξαντα λέγεινʼ ἢ ‘οὐ δεῖ ἔθος καταλύεινʼ, καὶ ὅ τι ἂν τούτων εἰσάγωμεν, ἐκ τῶν ἐπιχειρημάτων εἰς τὰς κατασκευὰς βοηθούμεθα δεικνύντες, ὅτι μηδὲν τούτων δεῖ ποιεῖν, ἢ καινοτομεῖν ἢ τὰ δόξαντα λύειν ἢ ἔθος παραβαίνειν· ἢ τεθὲν παρὰ τῶν ἀντιδίκων λεγόντων, ὅτι οὐ δεῖ ταῦτα ποιεῖν, ἡμεῖς αὗθις δεόμεθα λύσεως, ἵνα δείξωμεν, ὅτι δεῖ καινοτομεῖν καὶ τὰ δόξαντα λύειν καὶ ἔθος παραβαίνειν, καὶ εἰς τὴν τούτων κατασκευὴν βοηθούμεθα τοῖς ἐπιχειρήμασι.

Πολλῶν δὲ πολλὰ ἐκθεμένων περὶ ἐπιχειρήματος καὶ πολύν ἀναλωσάντων λόγον καὶ μηδενὸς δυνηθέντος [*](207) σαφῶς παραστῆσαι, πειράσομιαι ὅτι μάλιστα σαφέστατα διακρῖναι, τίς εὕρεσις ἔπιχειρήματος, ὅ κατασκευάζει τὸ κεφάλαιον ἢ τὴν λύσιν, καὶ τίς εὕρεσις ἐργασίας, ἢ κατασκευάζει τὸ ἐπιχείρημα, καὶ τίς εὕρεσις ἐνθυμήματος, ὅ κατασκευάζει τὴν ἐργασίαν. ἐὰν μὲν οὖν ἡμεῖς εἰσάγωμεν κεφάλαιον, ἁπλῆς δεήσει τῆς θέσεως καὶ τῆς εἰς τοῦτο κατασκευῆς εὐπορήσομεν ἀπὸ τῶν ἐπιχειρημάτων μετὰ προτάσεως. τὸ δὲ ἐντελέστερον, ἐὰν [*](108) τιθῆται ἀπὸ τῶν ἐχθρῶν καὶ εἰσάγηται· τότε γὰρ δεῖ κοσμῆσαι τὸ κεφάλαιον προτάσει, ὑποφορᾷ, ἀντιπροτάσει, [*](1 παρασχέσθαι Vc 2 εὐπορήσομεν Ba, v l Pa 5 cf 76, 16 sq 137, 11 cet. 5 ἢ - 6 λέγειν m.upo. suppl Ac 6 γρʹ παραβαίνειν P 9 pr. ἢ — 10 παραβαίνειν suspecta 11 ὅτι om V 15 ἐπι- χειρήματος PcAc, (ων m 1 supr ) Pa; ἐπιχειρημάτων VcBa 19 τὸ κεφάλαιον ἢ m. po 8uppl. Pc 23 καὶ τὴν τούτου κατασκευὴν εὑρήσομεν Vc 25 ὑπὸ Ba)

134
λύσει τῇ καὶ ἀνθυποφορὰ καλουμένῃ. ὃ δὲ τούτων ἕκαστόν ἐστι, σαφῶς παραστήσω· πρότασις μὲν γάρ ἐστιν ἡ ἐπαγγελία τῆς ὑποφορᾶς, ὑποφορὰ δὲ ὁ τοῦ ἐχθροῦ λόγος, ἀντιπρότασις δὲ ἡ τῆς λύσεως ἐπαγγελία, εἶτα ἡ λύσις, ἢν ποιούμεθα ἐκ τῆς τῶν ἐπιχειρημιάτων κατασκευῆς. οἷον εἰ τύχοι κατατρέχει Χερρόνησον ίλιππος, γράφει Δημοσθένης διορύξαι τὸν σθμόν· ‘τάχα τοίνυν καὶ τοιοῦτος ῆξει λόγος παρὰ τῶν ἀντιδίκωνʼ τοῦτο ἡ πρότασις, ‘ὡς χαλεπὸν διορύξαι λερρόνησονʼ τοῦτο ἡ ὑποφορά, ἔστι δὲ τοῦτον αὐτῶν οὐ χαλεπὸν διαλῦσαι τὸν λόγονʼ τοῦτο ἡ ἀντιπρότασις, ‘τὸ γὰρ διορύσσειν πρᾶγμα ῥάδιονʼ τοῦτο ἡ λύσις, ἥτις δεῖται ἐπιχειρημάτων. Τ μὲν οὑν πλῆρες κεφάλαιον οὕτω. — Δείπει δὲ πολλάκις ἡ πρότασις οὐδὲν βλάπτουσα τὴν ὑποφοράν — κόσμος γάρ ἐστι τοῦ λόγου καὶ πλέον οὐδὲν πολλάκις· ἐσθ’ ὅτε γὰρ καὶ θεωρίας ἐνδείγματα καλλίστης ἐμφανίζουσιν ἥ τε πρότασις καὶ ἡ ἀντιπρότασις, εἰ τῆς ἑρμηνείας τοῖς ὀνόμασι προσέχοιμεν, ἐξ ὧν τὸ εἶδος τῆς ὑποφορᾶς ὅπως διασύρεται καὶ διαδείκνυται θεωροῦμεν —, οἷον τὰγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡ ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει». εἰ μὲν γὰρ ἔλεγε πυνθάνομαι τοίνυν αὐτὸν [*](208) [*](109) περιάγοντα κατὰ τὴν ἀγορὰν λέγειν, ἅ καὶ νῦν ἴσως πρὸς ὑμᾶς ἐρεῖ ἀγανακτῶν, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξειʼ, μετὰ προτάσεως [*](6 συνεχῶς κατατρέχει p 144, 15 (Aps. l 2 p 226, 19 233, 18. 254, 20 255, 10 Sp -H ) 10 χερρόνησον m 1, τὸν ἰσθμόν m. po Pa | τούτων Vc Ac 11 αὐτὸν Ba 12 τοῦτό ἐστιν Ac 14 οὕτω m. po ex τοῦτο Ba 15 cf. 135, 19 18 ἡ om. Pc 20 Dem 19, 182 21 ὡς ἐγὼ πυνθάνομαι m po. suppl Ba 22 ἐνταῦθα Ba 24 κατὰ m po suppl Ve 25 ἡμᾶς Ba | ἐνταῦθα Pc Vc Ac)
135
ἔκειτο· ἐν οἷς γὰρ λόγοις ἐλπίζεται ἡ ὑποφορά, τοῦτύ ἐστιν ἡ πρότασις· τὸ δὲ λέγειν τὰγανακτήσει τοίνυν, εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει» τοῦτό ἐστιν ἡ ὑποφορά. — Ποτὲ δὲ ἡ ἀντιπρότασις λείπει, τουτέστιν ἡ τῆς λύσεως ἐπαγγελία, οἶον «ἔστι δὲ οὐκ ἄδηλον, ὦ Ἀθηναῖοι, τοῦθʼ, ὅτι Αεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦx μέχρι τούτου ἡ πρότασις· τρήσει δὲ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας» τοῦτο ἡ ὑποφορά· «τέγὼ δὲ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστίν, ἐάσω τοῦτο εὐθέως ἡ λύσις. λείπει δὲ ἡ ἀντιπρότασις· ἦν δὲ ἄν πλῆρες, εἰ ἔλεγε ‘χρὴ δὲ ὑμιᾶς, ὦ Ἀθηναῖοι, μηδαμῶς ἀποδέχεσθαι τοῦτον τὸν λόγον· τὸ γὰρ τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν ἄδικον´. — Καὶ ἡ ἀντιπρότασις μέντοι λείπουσα οὐδὲν τῷ νοήματι λυμαίνεται, ἀλλὰ τὴν αὐτὴν ἔχει δύναμιν τῇ προτάσει, ἥτις μόνον κόσμος ἐστὶ τῷ λόγῳ· ἐπεὶ πολλάκις καὶ χῶρὶς προτάσεως καὶ ἀντιπροτάσεως εὑρίσκομεν παρὰ τοῖς ἀρχαίοις, οἷον «ἀλλ’ ἀδίκως, φησίν, ἦρξας» ἡ ὑποφορὰ χωρὶς προτάσεως· «τεἶτα παρων, ὅτε με εἰσῆγον [*](110) οἱ λογισταί, οὐ κατηγόρεις; ἡ λύσις χωρὶς ἀντιπροτάσεως. [*](2 λέγειν ὅτι Pc 8 ἐνταῦθα Vc 6 Dem 20, 1 | ὧ ἄνδρες ἀθηναῖοι Ba 9 εὑραμένους Vc Ba 12 τῶν — ἐάσω om. 18 εὐθέως Pa ἐκ τοῦ εὐθέος Pc 14 πληρὲξ Pa; (ε m.2 ex η) Vc; πλήρης Ac | ἔλεγες Pc; ἔλεγε⌊l⌉ Vc 16 πάντων Ac 17 ἡ mu.2 suppl. Vc | τῶν νοημάτων τί m.1Vc 18 αὐτοῦ Pc 19 μό- νος m.2 suppl Vc | p. 134, 15 | καὶ PV κεφάλαια? 20 προτά- σεως καὶ om m.1 Vc 21 Dem 18, 117 (ἦρξα; om. φσίν) 22 εἷ- τα — 23 ἀντιπροτάσεως m. po suppl. Ac | μὲν (pro με) Ba 23 διὰ τί ante οὐ add Ba, m. 2Vc, m. po. Ac (cf l 22 ann.); cf.148, 12)
136
— Τὸ δὲ πλῆρες ἀπὸ τῶν ἀρχαίων οὕτω «εῶΦίλιππος γὰρ ἄρχεται μὲν περὶ Ἁλοννήσου λέγων, ὡς ὑμῖν δίδωσιν ἑαυτοῦ οὗσαν, ὑμᾶς δὲ οὔ φησι δικαίως αὐτὸν ἀπαιτεῖν· οὐ γὰρ ὑμετέραν οὖσαν οὔτε [*](209) λαβεῖν οὔτε νῦν ἔχειν. ἔλεγε δὲ καὶ πρὸς ἡμᾶς τοιούτους λόγους, ὅτε πρὸς αὐτὸν ἐπρεσβεύομεν» τοῦτο ὅλον πρότασις· εἶτα ἡ ὑποφορὰ «ὡς λῃστὰς ἀφελόμενος ταύτην τὴν νῆσον κτήσαιτο, καὶ προσήκει αὐτὴν ἑαυτοῦ εἶναι», τοῦτο ἡ ὑποφορά· «τοῦτον δὲ τὸν λόγον, ὡς οὐχ ἔστι δίκαιος, οὐ χαλεπόν ἐστιν αὐτοῦ ἀφελέσθαι» τοῦτο ἡ ἀντιπρότασις· τᾶπαντες γὰρ οἷ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες καὶ τούτους ἐχυροὺς ποιούμενοι ἐντεῦθεν τούς ἄλλους κακῶς ποιοῦσιν. ὅ δὴ τοὺς λῃστὰς τιμωρησάμενος καὶ κρατήσας οὐκ ἄν δήπου εἰκότα λέγοι, εἰ φαίη, ἂ ἐκεῖνοι ἀδίκως καὶ ἀλλότρια εἰχον, ταῦτα ἐᾶν ἑαυτοῦ γίνεσθαι2 τοῦτο ἡ [*](111) λύσις· καὶ ἡ τοῦ κεφαλαίου εἰσαγωγὴ ἐκ τῶν τεττάρων πεπλήρωται, προτάσεως, ὑποφορᾶς, ἀντιπροτάσεως, λύσεως.