Περὶ εὑρέσεως [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

1 Διήγησίς ἐστι παντὸς μὲν προβλήματος αὐτὸ τὸ πρᾶγμα, ἐξ οὗ συνέστηκεν ἡ ὑπόθεσις. καὶ διὰ τοῦτο [*](1 cf Pollux Naucrat. apud Philostr V. S. II 12. Aps. I 2 p. 261, 20 Sp. -H. 2 αὐτοῖς ante τὸν add. Ba, m. 2 suppl. Vc οὖν om. V 4 ἄλλον m.1, τῶν ἄλλων m. 2, Vc 8 ποιου- μένους post 9 εὐδοξίας Vc Ac 11 οὖν om. V | γρ καὶ στῆναι P 12 τῆς om. Ba 14 καὶ ἐὰν δὲ Ba, (καὶ om.) Vc | ἐθελή- σωμεν AcBa 15 τὰ Vc | cf. 107, 3 16 πανηγυρικὴ καὶ οὕ- τως Ba | ὃν P; οὓς V Dox.: γράφεται καὶ ῾ διʼ ὅντιναʼ, φόρον δῆλόν γε ὅτι 17 ἀπ⌊αι m. po.⌉δίαν Pa | subscr τέλος τοῦ αʹ τό- μου P; τόμος α΄ Vc; om. AcBa 18 τόμος βʹ περὶ εὑρέσεως PV 19 προκαταστάσεως AcBa | ἤγουν διηγήσεως om. V 18. 19 τό- μος β΄ περὶ διηγήσεως Mr 20 μέν ἐστι παντὸς Ba)

109
διήγησιν μὲν εὑρεῖν οὐ δύσκολον· φαίνεται γὰρ τοῦ πράγματος πλατυνομένου τοῖς τρόποις, οἷς ἐκθήσομαι· τὴν δὲ προκατάστασιν τῆς διηγήσεως τὴν καὶ προδιήγησιν καλουμένην ἄξιον ἐξετάσαι, πόθεν ληφθήσεται καὶ ἀπὸ τρόπων ὁπόσων, καὶ εἰ ὁμοίως ἐν πᾶσι προβλήμασιν ἡ αὐτὴ ἢ καθʼ ἕκαστον εἶδος ζητήματος ἰδία τις εὕρεσις προκαταστάσεως γίνεται.

Ὡς ἐν κεφαλαίῳ μὲν οὖν εἰπεῖν πάσης διηγήσεως ἐν παντὶ προβλήματι ζητητέον τὰ πρεσβύτερα μέν, χρήσιμα δὲ τῇ ὑποκειμένῃ ἀξιώσει ἢ κρίσει, κἀκεῖθεν λαμβάνειν ἄξιον, καὶ προκαταστήσαντας ὡς προσήκει τὴν προδιήγησιν οὕτως εἰς αὐτὴν χωρῆσαι τὴν ἐμφαινομιένην ἐν αὐτῷ τῷ προβλήματι διήγησιν· ἄτεχνον γὰρ καὶ ἰδιωτικὸν τὸ τῆς διηγήσεως αὐτόθεν ἄρχεσθαι, ὅθεν καὶ τὸ πρόβλημα λέγει. ἀλλʼ ἐπεὶ τῶν προβλημάτων [*](82) εἴδη ποικίλα καὶ τῶν πραγμάτων αἱ ζητήσεις διάφοροι, ποικίλας καὶ τὰς εὑρέσεις παραδώσομεν, ὥστε τεθείσης ὑποθέσεως αὐτίκα εἰδέναι, ἐφʼ ὃ τρεπτέον ἐστὶν εἰς εὕρεσιν τῆς προκαταστάσεως τεχνικόν.

Οἱ περὶ μετοικίας βουλευόμενοι δυοῖν τούτοιν ἕνεκεν 2 θατέρου τὴν βουλὴν ἔχουσιν· ἢ γὰρ προσόντος [*](1 μὲν om. V 2 p. 119, 23 3 καὶ om. m. 1Pa 7 καὶ οὐχ ἡ αὐτὴ add. ante γίνεται Ac; Dox.: τινὲς ἐσφαλμένον ἐνόμισαν εἶναι τὸ παρὸν χωρίον· καὶ δεῖ (sic Vδ) μᾶλλον εἶπον οὕτως αὐτὸ ἀναγινώσκεσθαι καὶ εἴ τις εὕρεσις προκαταστάσεως καὶ οὐχὶ αὐ- τὴ γίνεταιʼ ἢ οὕτως καὶ εἰ ὁμοίως ἐν πᾶσι προβλήμασιν ἡ αὐτὴ εὕρεσις προκαταστάσεως γίνεται ἢ καθʼ ἕκαστον εἶδος ζητήματος ἰδία τιςʼ 11 προσῆκε 12 διήγησιν Pa 13 γὰρ om. m. 1Ac 15 λέγειν VcAc; λέγεται Va 15. 16 πρ|οβλημά m. po.⌉ των Pc 18 τῆς ὑποθέσεως Vc 19 τεχνικήν Vc; schol. P: ἐφʼ ὂ τεχνι- κὸν τρεπτέον ἐστί, δηλονότι θεώρημα κτλ. 20 τούτοις, i. e. τοῖς προβλήμασι; cf etiam 75, 1 ann. 21 μετοικεσίας Mr)

110
ἀγαθοῦ καὶ ἀφανισθέντος λύπῃ τῶν ἀπολωλότων βουλεύονται μετοικεῖν, οἷον Λυδοὶ μὴ ῥέοντος τοῦ Πακτωλοῦ τὸν χρυσὸν ἢ Αἰγύπτιοι μὴ ὑπερβαίνοντος τοῦ Νείλου καὶ ἄρδοντος τὴν γῆν· ἢ προσεπιγενομένου κακοῦ ἀπροσδοκήτου, οἷον σείεται Σικελία συνεχῶς καὶ βουλεύονται μετοικεῖν, ἢ πάλιν ῥεῖ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτνης τὸ πῦρ καὶ βουλεύονται μετοικεῖν.

Εἰ μὲν οὖν ἀγαθοῦ τινος ἐπιλείποντος βουλευόμεθα μετοικεῖν, τὴν προκατάστασιν λέξομεν λαβόντες ἐντεῦθεν ῾ οἷ πρόγονοι τὰς πόλεις ἔκτισαν ἢ τὴν πόλιν ἐνταῦθα οὐδενὶ τῶν ἄλλων ἐπαρθέντες ἢ τούτῳ τῷ ἀγαθῷ. μέχρι μὲν οὖν πάγιον ἦν καὶ βέβαιον, εἰκότως ἐμένομεν· καὶ γὰρ ἀπελαύομεν τῶν ἀγαθῶν· ἐπεὶ δὲ οἴχεται, μετοικισθῆναι δίκαιονʼ. εἰ δὲ κακὸν ἐπιγένηταί [*](83) τι, λέξομεν τὴν προκατάστασιν ὡς ῾ οἷ πρόγονοι μηδεμιᾶς ἐλπίδος ἐμφαινομένης τοιούτου κακοῦ ἔκτισαν ἐνταυθοῖ τὴν πόλιν· εἰ γὰρ ᾔδεσαν, οὐκ ἂν ἔκτισανʼ. ὁ δὲ ἀξιῶν μένειν ὁμοίως καὶ αὐτὸς ἀναβήσεται ἐπὶ τὰς κτίσεις τῶν προγόνων, ὧν πρεσβύτερον οὐδέν, λέξει δὲ ἀγαθοῦ μέν τινος λείποντος ὡς ῾ οὐ διὰτο ἔκτισαν ἐνταυθοῖ τὴν πόλιν οἱ πρόγονοι οὐδὲ τούτῳ μόνῳ ἐπαρθέντες, ἀλλὰ καὶ ἄλλοις πολλοῖς, ὧν προσόντων οὐ δεῖ τὴν ἀπουσίαν τοῦ ἑνὸς ὁδύρεσθαιʼ. ἐὰν δὲ κακοῦ ἐπιγενομένου, λέξει ὅτι ῾ οὐχ ὡς ἀπαθῆ καὶ [*](2 οἷον suppl. m. 2Vc 4 προσεπιγινομένου PcV 5 ἀδοκή- του, γρ ἀπροσδοκή, P; ἀπροσδοκήτως Ac 6 cf. Thuc 3, 116 cf. p. 228, 14 Sp.; Aps. l 2 p. 255, 7 Sp. -H. 8 γρ΄ ἐπιλιπόντος P 10. 11 οἱ πρόγονοι τὴν πόλιν ἔκτισαν ἐνταῦθα? 14 ἐπιγίνεταί VcAc 16 ἐκφαινομένης Ac 18 εἰς VcAc 19 τῶν προγόνων om. V 20 ἐπιλιπόντος AcBa | οὐ om. Pc 24 ἐπιγινομένου VcAc | schol P: λείπει τὸ δημηγορῆ καὶ προσεπακουστέον)

111
ἀθάνατον ἔκτισαν οἱ πρόγονοι τὴν πόλιν, ἀλλʼ ὡς ὑποκειμένην καὶ αὐτὴν πάθεσιν ἀνθρωπίνοιςʼ.

Θῶμεν δὲ καὶ ἐπὶ παραδείγματος· βουλεύονται Αἰγύπτιοι μετοικεῖν τοῦ Νείλου μὴ ἐπαναβαίνοντος ἔτι· ἐρεῖς οὕτω ‘δοκῶ τοι καὶ τοὺς προγόνους οὐδενὶ τῶν ἄλλων ἐπαρθέντας τὴν Αἴγυπτον οἰκῆσαι, ἐπεὶ μήτε ὀρῶν ἀσφάλεια μήτε ποταμῶν ἄλλων κάλλος ἐν Αἰγύπτῳ φαίνεται μήτε πρὸς φυτείαν ἐπιτήδειος — οὔτε γάρ εἰσιν ἐλαῖαι παρʼ ἡμῖν οὔτε ἄμπελοι —, τῇ δὲ [*](191) τοῦ ποταμοῦ χαίροντας φορᾷ καὶ τῇ παραδόξῳ γεωργίᾳ’. ὁ δὲ ἀξιῶν μένειν ἐρεῖ ὡς ‘οὐ διὰ τὸν ποταμὸν μόνον οἱ πρόγονοι τὸν οἰκισμὸν ἐποιήσαντο τῆς Αἰγύπτου, ἀλλὰ πολλὰ αὐτῆς καὶ ἄλλα θαυμάσαντες, τὴν κρᾶσιν τὴν τῶν ἀέρων, τὸ τῶν πεδίων εὐήλατον, τὸ εἰς τὰ ἄλλα τῆς γῆς εὔφορον, τὴν τῆς θαλάσσης γειτνίασιν καὶ τὴν τοῦ ποταμοῦ πρὸς τὰ ἄλλα χρείαν, καὶ οὐ διὰ τὴν ἀρδείαν μόνον, ἣν καὶ αὐτὴν ἔχειν ἔστιν ἀνθρώποις γε οὖσι καὶ παρὰ τοῦ θεοῦ· οὐ γὰρ ἔξω που τῶν ὅρων οὐρανοῦ τὰς πόλεις ὑπετίθεσανʼ. — Καὶ πάλιν· ῥεῖ τὸ πῦρ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτνης [*](84) καὶ βουλεύονται μετοικεῖν· ὁ μὲν ἀξιῶν μετοικεῖν ἐρεῖ τὸν τρόπον τοῦτον ‘οὐδὲ γὰρ τοὺς προγόνους μοι δοκῶ κτίσαι τὴν Κατάνην ὑπὸ τὴν Αἴτνην φέροντας, εἰ τοιαύτας ἔσεσθαι συμφορὰς προσεδόκησαν, ἀλλὰ νομίζοντας ἐν ὁρίοις στήσεσθαι τὸ πῦρ. μέχρι μὲν οὖν [*](3. 4 οἱ αἰγύπτιοι PaAcBa 5 ἐρεῖ οὕτως | τι Pa; μοι Sc (cf. l. 22) 6 εἰς τὴν αἴγυπτον κτίσαι Vc, (om. εἰς) Ba 7 mg. m.1 ἄλλον Pa, γρʹ καὶ ἄλλο Pc 8 ἐπιτήδειον Vc, (ut vid .) m.1 Ba 10 χαίροντας Sc; χαίροντες PV 11 νοτισμὸν? cf. l. 17 13 καὶ ἄλλα om. 14 τὴν om. V 16 alt. καὶ — 17 μόνον om. Pc 18 ἐν ἀνοις Pc 19 ὑπε⌊l-II⌉⌊τ⌉ίθεσαν Vc 20. 21 ἀπὸ τῆς αἴτνης om. VcAc 25 ὅροις Pc | οὖν om. Pc)

112
ἐφύλαττε τοὺς ὅρους, καὶ ἡμεῖς ἐμένομεν· ἐπεὶ δὲ ὑπερβαίνει καὶ κατατρέχει τὴν πόλιν, μετοικιζώμεθα᾿ . ὁ δὲ ἀξιῶν μένειν οὕτως ῾ οὐδὲ γὰρ τοὺς προγόνους τοὺς κτίσαντας τὴν Κατάνην ἐνταῦθα ἔλαθε πλησίον οὖσα ἡ Αἴτνη, καὶ ὡς πυρὸς ἔχει ῥύακας, καὶ ὡς φύσις αὕτη πυρὸς ὑπερβαίνειν τε τοὺς ὅρους, ἐν οἷς ἂν ἑστήκῃ, καὶ ῥεῖν· ἀλλʼ οὐχ ὡς ἀθάνατον οὐδʼ ὡς ἀπαθῆ κακῶν ἐσομένην καὶ ἀπείρατον πυρὸς ἔκτιζον τὴν Κατάνην· πολλοῖς γάρτοι καὶ μὴ Κατάνην οἰκοῦσιν ἠνώχλησε πῦρ τοῖς μὲν αὐτόματον, τοῖς δὲ ἐξ ἐπιβουλῆς, τοῖς δὲ καὶ ἐξ οὐρανοῦʼ.

3 Αἱ δὲ τῶν νόμων εἰσφοραὶ μετὰ περιστάσεως καὶ αἱ λύσεις τῶν νόμων μετὰ περιστάσεως προδιηγήσεις ἕξουσι τοιαύτας καὶ λαμβανομένας οὕτως· ἐὰν μὲν λύωμεν τὸν νόμον, λέγοντες ὅτι τοῦτον ἐχρῆν μηδὲ γεγράφθαι [*](192) [*](85) τὸν νόμον τὴν ἀρχήνʼ· οὐδὲ γὰρ ἔστι τούτου τι πρεσβύτερον οὐδὲ τῇ ἀξιώσει μᾶλλον ἁρμόδιον τοῦ φάσκειν λελύσθαι τὸν νόμον τοῦ μηδὲ τὴν ἀρχὴν οὐτὸν γεγράφθαι. κατασκευασθήσεται δὲ προχωρῶν ὁ λόγος [*](2 μετοικιζόμεθα Ac, (ω) Vc, (ό) Pc 3 alt. τοὺς om. Vc 4 τὴν om. V 5 cf. Thuc. 3, 116 5. 6 φύσις πυρὸς ἐστὶν αὕτη (mg. σις αὕτη πυρὸς, m. 2?) Vc 6. 7 ἑστήκει PAc, (ει in ras.) Vc 7 οὐκ, om. ὡς, 10 τὸ πῦρ Vc 11 καὶ om. VcBa 12 add καὶ θέσεως ἢ διαθέσεως Pa, (er.) Pc; add. καὶ θέσεως ἢ διαλύσεως Va; add. (sic) περὶ νόμων θέσεως ἢ διαθέσεως Ac 13 et 14 αἱ ante μετὰ m. po. supr. Ac 15 ἃς λαμβάνομεν οὕτως? 17 τὸν νόμον post 16 ἐχρῆν Ac 17.18 τι τούτου Pc 18 τὸ (οῦ m.po.) Pa; τῶ ⌊m. 2⌉ Pc 19 δεῖν ante λελύσθαι add. Pe, εἰς τὸ add. mg. m. po. Pa | τοθ, sed ω er,, Pa; τὸ VcAc; ἢ τὸ Ba 20 δεῖν γεγράφθαι Pe)

113
ἐκ τῶν συμβάντων ῾ οὐ γὰρ ἂν τοιῶνδε καὶ τοιῶνδε ἐπειράθημεν κακῶν· ἐπεὶ δὲ ἐτέθη καὶ ἐπάθομεν τὰ καὶ τά, λῦσαι δίκαιον᾿ . δῆλον γάρ, ὡς λύσει τις νόμον ἐν προβλήματι κακοῦ τινος ἀπαντήσαντος ἐξ αὐτοῦ τοῦ νόμου, καὶ ὡς ἂν μηκέτι τοῦτο γίγνοιτο σκοπούντων τινῶν· οἷον Λακεδαιμόνιοι μετὰ τὰ ἐν Μα. ραθῶνι βουλεύονται λύειν τὸν τῆς πανσελήνου νόμον, οἷον ῾ ἔδει μηδὲ κεῖσθαι τοῦτον τὴν ἀρχὴν ἐν Λακεδαίμονι τὸν νόμον· οὐ γὰρ ἂν δόξης ἀπεστερήμεθα τοιαύτης καὶ τροπαίων καὶ κατορθωμάτων καὶ τῶν συμβεβηκότων. δεῖ γάρ, ὡς ἔφην, περίστασιν ἔχειν τὰς λύσεις τῶν νόμων ἢ τὰς εἰσφοράς· αἱ γὰρ ἄνευ αἰτίας καὶ περιστάσεως εἰσφοραὶ νόμων ἢ λύσεις γυμνάσματά ἐστι μόνα, ὅθεν οὐδὲ διηγήσεις ἔχει.

Ἐὰν δὲ γράφωμεν νόμον καὶ εἰσφέρωμεν, ἡ προκατάστασις τῆς διηγήσεως γενήσεται ἡ αὐτή, οἷον ῾ τοῦτον ἐχρῆν πάλαι κεῖσθαι τὸν νόμον, ἐξ ἀρχῆς. οὐ γὰρ ἂν τούτου κειμένου ταῦτα ἡμᾶς συνέβη παθεῖν, ἃ πεπόνθαμεν μὴ κειμένου τοῦ 0νόμουʼ· οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον εἰσφέρει νόμον μηδένα στρατηγὸν ἀπὸ στρατοπέδου ἀνακαλεῖσθαι· φήσει γὰρ ῾ τὸν νόμον τοῦτον ἐχρῆν πάλαι γεγράφθαι καὶ γεγενῆσθαι κύριον· οὐ γὰρ ἂν ἔβλαψε μὴ ἀνακαλουμένους ὑμᾶς Ἀλκιβιάδην ἐκ Σικελίας᾿ . ἢ ὡς ἐκεῖνο τὸ πρόβλημα· τοὺς μοιχοὺς χρήματα ἐκτιννύναι, πολλοὶ μοιχεύουσι [*](86) [*](3 γὰρ, supr. δὲ, P; δὲ Ac b μη⌊κέτι m. 2 supr.⌉ Vc 6 ἡμῶν Ac 8 μὴ, om. δὲ, Pc | τὴν ἀρχὴν om. V 10. 11 [καὶ τῶν τυμβεβηκότων]? (fort v. l. aberravit, quae ad l. 1 astcripta erat) 11 p. 112, 14 14 cf. 26, 14 | εἰσίν (om. μόνα) Dox. lI 554, 10 W. 15 16 ἡ κατάστασις Vc 16 γενήσεται τῆς διηγήσεως V | αὕτη m. 2 ex ἡ αὐτή Pc | οἷον om. V 17 τὸν νόμον κεῖσθαι Pc 21 φησὶ Ac 23 ἔβλαψε ex ἔβλεψα Pa | μὴ om. m.1Ac)

114
καὶ καταβάλλουσι χρήματα, καὶ γράφει τις κτείνειν τοὺς μοιχούς· ἐνταῦθα γὰρ καὶ εἰσφορὰ νόμου καὶ λύσις ἐστί· καὶ προκατάστασις γενήσεται τῆς διηγήσεως, ὅτι μήτε ἐκεῖνον ἐχρῆν γεγράφθαι τὸν νόμον τὸν περὶ τῶν χρημάτων καὶ ὅτι τοῦτον ἐχρῆν γεγράφθαι [*](193) τὸν νόμον ἀρχῆθεν τὸν ἀξιοῦντα κτείνειν τοὺς μοιχούς.

4 Ὁμοίως κἂν πολεμεῖν γράφωμέν τισιν ἢ καταλύειν πόλεμον, χρησόμεθα ταῖς προκαταστάσεσιν οὕτως· ἂν μὲν γράφωμεν πολεμεῖν τισιν, εἰς τὰ πρεσβύτερα τῶν ἐγκλημάτων ἀνατρέχοντες καὶ λέγοντες ὅτι τούτοις πάλαι ἐχρῆν πολεμεῖν· ἔχθροὶ γὰρ καὶ πρὸ τούτων τῶν ἀδικημάτων ἄλλα εἰς ἡμᾶς πολλὰ εἰργασμένοιʼ, εἶτα καταβαίνοντες εἰς τὰ νῦν γεγενημένα. τὰ μὲν γὰρ πρεσβύτερα τῶν ἀδικημάτων προκατάστασίς ἐστι τῆς διηγήσεως, ἃ δὲ νῦν διὰ τὸν πόλεμον γράφεις, ἡ διήγησις· οἷον ἔχρησεν ὁ θεὸς τῷ Κροίσῳ τοὺς ἀρίστους ἑλέσθαι τῶν Ἑλλήνων συμμάχους, εἵλετο Λακεδαιμονίους, καὶ συμβουλεύει τις Ἀθηναίοις Κύρῳ συμμαχεῖν ῾ εδει Κροίσῳ καὶ πάλαι πολεμεῖν· ἐξ οὗ γὰρ τὴν ἀρχὴν διεδέξατο παρὰ Ἀλυάττου τοῦ πατρός, καὶ τοῖς Ἕλλησιν [*](1 καταβιλλονται, Vc 2 γὰρ om. VcAc 4—7 sic Pa, (ἀρ- χῆθεν om.) Pc, (γράφεσθαι τὸν περὶ τῶν χρημιάτων νόμων; 5 ὅτι om.) Ba; ὅτι μήτʼ ἐκεῖνον ἐχρῆν γεγράφθαι τὸν νόμον ἀρχῆθεν . . . μοιχούς· καὶ ὅτι τοῦτον ἐχρῆν γεγράφθαι τὸν περὶ τῶν χρη- μάτων νόμον m.1 Vc; ὅτι μήτε ἐκεῖνον ἐχρῆν γεγράφθαι τὸν περὶ τῶν χρημάτων νόμον ἀρχῆθεν τὸν ἀξ. κτ. τ μοιχούς m. 1Ac 8 om. Ac 9 καὶ m.1Pa 12 ἀνατρέχοντες ante 11 εἰς V | τούτους Ac 14 πολλὰ om. Pc 16 ἐστι om. 17 δια supr. (m. 1?) Pa 18 cf. Herod. 1, 53 19 τῶν ἑλλήνων ἑλέσθαι Pc, cf. p 115, 6 20 καὶ om. Pc 21 οἷον ἔδει Vc 22 ἀλυάττου P; ἀλυάττεω)

115
ἐπεβούλευε, καὶ τοῖς ἐν τῇ Ἀσίᾳ Δωριεῦσι καὶ Ἴωσι καὶ Αἰολεῦσι· πρὸ γὰρ τῆς Κροίσου ἀρχῆς πάντες [*](87) Ἕλληνες ἦσαν ἐλεύθεροιʼ, καὶ τοῦτο πλατυνόμενον προκατάστασις ἔσται καὶ προδιήγησις· εἶτα ἡ διήγησις ῾ ἐπεὶ δὲ καὶ νῦν, χρήσαντος αὐτῷ τοῦ θεοῦ τοὺς ἀρίστους τῶν Ἑλλήνων ἑλέσθαι συμμάχους, εἵλετο Λακεδαιμονίους καὶ τὴν πόλιν ἡμῶν ὕβρισε, πολεμῶμεν αὐτῷ συμμαχοῦντες Κύρῳʼ. — Καὶ πάλιν ἅρματι νικήσας Ἀλκιβιάδης Ὀλύμπια, ἐρομένων Ἠλείων ὅθεν εἴη, ῾ τῆς ἀρίστηςʼ ἔφη ῾ πόλεωςʼ, ἐμαστίγωσαν αὐτόν, ἐπανελθὰν γράφει στρατεύεσθαι ἐπὶ τοὺς Ἠλείους· ἡ προκατάστασις τῆς διηγήσεως ῾ ἐχρῆν Ἠλείοις πάλαι πολεμεῖν· ἐχθροὶ γὰρ ἡμῶν εἰσι καὶ βοηθοῦντες ἀεὶ Λακεδαιμονίοις καὶ Κορινθίοις, καὶ ναῦς διδόντες καὶ χρήματα εἰς τὸν καθʼ ἡμῶν πόλεμονʼ. ὅθεν καὶ Θουκυδίδης εἴρηκεν «Ἠλείους δὲ ναῦς ᾔτησαν κενὰς καὶ χρήματα». εἶτα ἡ διήγησις ῾ ἐπεὶ δὲ καὶ νῦν ἐνίκησα τὸν ἀγῶνα καὶ ἠρώτησαν ὅθεν εἴην, ἐγὼ δὲ τὰ βέλτιστα ἀπεκρινάμην, οἳ δὲ ἐμαστίγωσάν με τὴν πόλιν ὑβρίζοντες, στρατεύειν ἐπʼ αὐτοὺς ἄξιονʼ.

Ἐὰν δὲ καταλύωμεν πόλεμον, ἡ προκατάστασις γενήσεται τῆς διηγήσεως ὅτι ῾ μηδὲ τὴν ἀρχὴν ἐχρῆν κε- [*](V (-άτεω Ac); ex Herod. 1, 6, de eodem exemplo cf. Dion. Hal. De c. v. 4 II 1 p. 18 Us. | τοῦ τούτου πατρὸς Ac) [*](1 ἐπεβούλευσε V 2 γὰρ PV; δὲ Herod. ε ἕλληνες ἦσαν AcBa, Herod. ἦσαν ἕλληνες PVc 4 ἐστι Pc | καὶ ⌊πρὸ m.2 supr.⌉ διήγησις Vc 7 ὑμῶν m. 1Pa 10 ἔφη πόλεως Pa 11 καὶ ἐπανελθὼν Vc | γράφει ἐπανελθὼν Pc 13 ἡμῶν om Ba 15 delevi (ut p. 143, 4) | ὅθεν P: οὕτω V, v I.P; ἔνθεν v.l. Dox. 16 Thuc. 1, 27 | κενὰς Pa: ⌊ε m. po.⌉ Pc Vc Ba 17 ἡ om. (καὶ supr.?) Vc 18 ἂν εἴην Pa 20 strate;yesuai Vc; cf. l. 11 21 ἡ om. Ac; ⌊l⌉ Vc 22 τῆς διηγήσεως supr. (m 1?) Ac)

116
κινῆσθαι τοῦτον τὸν πόλεμονʼ, καὶ προσχρησόμεθα ταῖς ἀπὸ τῆς ἱστορίας αἰτίαις, ἐὰν ἔχωμεν· οἷον σείεται ἐν τῷ πολέμῳ τῷ Πελοποννησιακῷ Δῆλος, καὶ γράφει τις καταλύειν τὸν πόλεμον ἐν τοῖς Ἕλλησι λέγων ὅτι [*](88) ῾ μηδὲ τὴν ἀρχὴν ἐχρῆν κεκινῆσθαι τοῦτον τὸν πόλεμον ἐν ἡμῖν συμμάχους γε ὄντας καὶ φίλους καὶ τοῖς βαρβάροις ἀεὶ μαχομένους πρότερον, ἀφʼ οὗ καὶ ἐνδοξότεροι διατελοῦμεν ὄντες πολέμουʼ, τοῦτο ἡ προκατάστασις· εἶτα ἡ διήγησις ῾ ἐπεὶ δὲ καὶ νῦν Δῆλος σείεται χαλεπαίνοντος τοῦ θεοῦ ἐπὶ ταῖς ἡμετέραις διαφοραῖς, καταλύσωμεν τὸν πόλεμονʼ. — Ἐὰν δὲ μὴ βοηθώμεθα ἀπὸ τῆς ἱστορίας, ἡ προκατάστασις διαβολὴν ἕξει τοῦ πολέμου ὅτι ῾ οὐκ ἐχρῆν οὐδὲ τὴν ἀρχὴν τὸν πόλεμον τοῦτον ἄρασθαι καταλιπόντας εἰρήνην· χαλεπὸν γὰρ πρᾶγμα πόλεμος καὶ δύσκολονʼ καὶ ὅσα ἔχει ἐν αὐτῷ κακά, ῾ ἡ δὲ εἰρήνη καλόνʼ καὶ ὅσα ἔχει ἐν αὑτῇ καλά· οἷον πολεμούντων τινῶν ἐξέλιπεν ὁ ἥλιος, καὶ γράφει τις λελύσθαι τὸν πόλεμον· ἐνταῦθα γὰρ ὃν ὑπεθέμην τρόπον προδιηγούμενοι κακίσομεν τὸν πόλεμον καὶ τὴν εἰρήνην ἐπαινεσόμεθα, εἶτα χωρήσομεν εἰς τὴν διήγησιν, τὴν ἔκλειψιν διηγούμενοι τοῦ ἡλίου καὶ ὅτι διὰ τοῦτο προσήκει καταλῦσαι τὸν πόλεμον.

[*](1 χρησόμεθα Pc 2. 8 cf. Thuc. 2, 8 4 τὸν om. Ac 6. 7 συμμάχοις γε οὖσι καὶ φίλοις . . .μαχομένοις Ba, m po.Pc Vc 7 ἔν- δοξοι Vc δ Ac; γρ καὶ ἔνδοξοι διατελοῦμεν ὄντες· τὸ (sic) πολέμου δηλονότι μὴ προκειμένου Pc, (προ⌊Ι⌉κειμένου) Pa; γρ΄ καὶ ἐν δόξῃ διατελοῦμεν ὄντες πολέμου Dox. 8 ὄντ Pa; ὄντ⌊ες m.po.⌉ Pc | πολέμου P; ⌊circ VII⌉ Vc; om. AcBaVδ 10. 11 καταλύ- σομεν Ac 12 τῆς om. Ba 14 ἄρασθαι v. l.P; αἱρεῖσθαι PV | μὲν γὰρ V 15 δύσκολος Pc 17 ὁ ἥλιος ἐξέλιπεν Ac Ba; cf. 98, 20 18 l. 11 19 διηγούμενοι Pa | κακίσ⌊ο⌉μεν Vc 20 ἐπαι- νεσ⌊ό⌉μεθα Vc | χωρήσ⌊ο⌉ μεν Vc)
117
[*](195)

Ἐὰν δὲ ἀσεβείας κατηγορῶμέν τινος, πρὸ τοῦ κατηγορουμένου ἐγκλήματος τὰ πρεσβύτερα ζητοῦντες ἀδικήματα [*](89) προδιηγησόμεθα, καὶ εἴ τι ἀσεβὲς φθάνοι ἄλλο προειργασμένος. κἂν μὲν ἱστορίαν ἔχωμεν, ἀπʼ ἐκείνης ζητήσομεν· ἂν δὲ ἰδιωτικὸν ᾖ τὸ πρόβλημα, κατὰ παράλειψιν διασύροντες φήσομεν ῾ ἐγὼ τὸν μὲν ἄλλον βίον παραλιμπάνω λέγειν ὡς ἀσεβὴς καὶ ἐναγὴς καὶ κατὰ πάντα ἀποτρόπαιος, ὡς ἂν μὴ δοκοίην ἐνοχλεῖν ὑμᾶς μάτην, περὶ ὧν νῦν οὐ δικάζετε, περὶ τούτων ἀκούοντας, ἀλλὰ τὸ τελευταῖον αὐτῷ τολμηθὲν ἀσέβημα διέξειμι πρὸς ὑμᾶςʼ· οἷον μυούμενός τις ἐμάνη καὶ ἀσεβείας κρίνεται· ἡ αὐτὴ γὰρ προδιήγησις ἁρμόσει τῷ προβλήματι, εἶτα καταβησόμεθα εἰς τὴν διήγησιν ῾ ἐπειδὴ γὰρ ὁ καιρὸς ἐνέστη τῶν μυστηρίων καὶ ἔδει μυεῖσθαι καθαρούς εἰσιόντας εἰς τὸ ἀνάκτορον, τηνικάδε καὶ οὗτος οὔτε καθηράμενος ἀπὸ τῶν ἀσεβημάτων οὔτε ἁγνεύσας οὕτωʼ καὶ τὰ ἑξῆς. ἐν δὲ τοῖς ἀπὸ ἱστορίας οὕτω· κρίνονται Ἀθηναῖοι ἀσεβείας ἐπὶ Ποτιδαίᾳ· ὅτι Ἀθηναῖοι ἀρχῆθεν ἀσεβεῖς, καὶ ὅτι Λακεδαιμόνιοι διὰ τοῦτο πρὸς αὐτοὺς τὸν πόλεμον ἐξενηνόχασι, καὶ ὅτι πρῶτον μὲν τὸ Κυλώνειον ἄγος οὐκ [*](1 καὶ Vc | ἢ φόνου om. Ba 3. 4 ἀδικήματα Pa V; ἐγκλή- ματα Pc 4 προηγησόμεθα Pa 4. 5 φθάνοι . . προειργασμένος Ba, (φθάνει) Vδ; φθάνουσιν προειργασμένοι P Vc Ac 6 εἴη Pc 10 δοκιμάζετε Ac 11 τολμηθὲν αὐτῶι Ac | ἀδίκημα Ba 13 καὶ αὕτη (αὐτὴ Ac Ba) γὰρ ἡ Vδ; Dox.: τινὲς παρέλκειν ἐνόμισαν τὸν ῾ καί᾿ . . . ἔνιοι δὲ . . . ῾ καὶ τούτω γὰρ τῷ προβλή- ματι ἁρμόσει ἡ παροῦσα προδιήγησιςʼ 16. 17 τηνικαῦτα δὲ καὶ Vc 18 οὕτω om. Ba 19 cf. Aps. l 2 p. 230, 4 Sp. -H. | οἱ ἀθη- ναῖοι Ba 19. 20 ποτίδαιαν m. 1 Vc Ac 20 ⌊ἀθηναῖοι m. po.⌉ Vc | sq. Thuc. 1, 66. 126 cet. 21 τὸν supr. Vc; om. PAc)

118
ἠθέλησαν ἐλάσαι, εἶθʼ ὅτι τὰς τριακοντούτεις σπονδὰς ἔλυσαν, εἶθʼ ὅτι πόλεις ἀσεβῶς Ἑλληνίδας τὰς μὲν ἀνέστησαν τὰς δὲ ἐξώρισαν. εἶτα καταβησόμεθα εἰς τὴν διήγησιν καὶ νῦν Ποτίδαιαν ἄποικον Κορινθίων οὖσανʼ καὶ τὰ ἑξῆς.

[*](90)

Ἐὰν δὲ ἀπολογώμεθα, ἀνάπαλιν ποιήσομεν, εἴ τι πρεσβύτερον ἔχοιμεν τῆς κρίσεως βοηθοῦν ἡμῖν ἀπὸ ἱστορίας εὐσεβῶς πεπραγμένον, λέγοντες, εἰ δὲ ἰδιωτικὸν εἴη τὸ πρόβλημα, κατὰ παράλειψιν εἰσάγοντες, ὥσπερ ἐν ταῖς κατηγορίαις ἔφαμεν.

Ὁμοίως κἂν φόνου κατηγορῶμεν ἢ βίας ἢ τοιούτων ἀδικημάτων, τὸν αὐτὸν τρόπον τὰ πρεσβύτερα βίαια ζητήσομεν, εἰ ἔχοιμεν, ἀπὸ ἱστορίας, εἰ δὲ μή, κατὰ [*](196) παράλειψιν τιθέντες· καὶ ἐν ταῖς ἀπολογίαις ὁμοίως τὰς ἐπιεικείας ἢ ἀπὸ ἱστορίας βοηθούμενοι τιθέντες ἢ κατὰ παράλειψιν εἰσάγοντες. ποιοῦσι δὲ τὰς τοιαύτας προδιηγήσεις ἐπὶ μὲν τῶν πόλεων αἱ πράξεις, ἐπὶ δ τῶν ἀνδρῶν οἱ βίοι προχωροῦντες εἰς τὰς τῆς διηγήσεως χρείας.

6 Κἂν δημοσίων ἀδικημάτων κατηγορῶμεν, ἀπὸ τῶν πρεσβυτέρων ληψόμεθα· οἷον τριακόσιοι νύκτωρ τὰ δεσμὰ ῥήξαντες αἰχμάλωτοι ἀπὸ τῶν πολεμίων φυγόντες ἦλθον εἰς τὴν πατρίδα, νόμου κελεύοντος νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας οὐκ ἀνέῳξεν αὐτοῖς ὁ στρατηγὸς [*](2 τὰς ἑλληνίδας τὰς Pc 3 ἀνέσκαψαν, γρ ἀνέστησαν, Pc 6 εἴ τι, supr. ὅτι, Pa 8 τῆς ἱστορίας Ac | εὐσεβὲς Vc Ac 10 ὥσπερ καὶ Sc | p. 117, 6 12 βίαια om. Sc; βία, m. po. σ add., Pa 14 θέντες PV; correxi 15 βοηθούμενα m. 1Pc; βοη- θουμένας PaV; correxi 17 διηγήσεις m. 1Pa 18 χωροῦντες Vc 20 om. VcBa 22 cf. 121, 9 23 φεύγοντες Vc 25 θύ- πασ Ba)

119
καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ καὶ ὁ κατήγορος ἀπὸ πρεσβυτέρων ἀδικημάτων ἄρξεται λέγων ὅτι ῾ ἡμεῖς μὲν αὐτὸν ἐχειροτονήσαμεν στρατηγὸν πάντων προτιμήσαντες, ὃ δὲ δύσνους ὢν ἀρχῆθεν περὶ τὴν πόλιν ἐπέδειξε τοῦτο καὶ ἐν τῇ στρατηγίᾳ· οὕτω γοῦν φαύλως ἐστρατήγησεν, ὥστε καὶ ἡττήθημεν καὶ [*](91) ἧτταν βαρεῖαν, ἐν τριακοσίους πολίτας αἰχμαλώτους συνέβη γενέσθαι μετὰ τὸν τῶν ἄλλων φόνονʼ· εἶτα ἐπὶ τὴν διήγησιν χωρήσομεν ῾ ἀλλʼ ἐπειδὴ ἡ τύχη παρέσχε τοῖς πολίταις τόλμαν ῥῆξαι τὰ δεσμὰ δυνηθῆναι καὶ λαθεῖνʼ καὶ τὰ ἑξῆς.

Ἐὰν δὲ ἀπολογώμεθα· ῾ οὕτως ἐγὼ περὶ τὴν πόλιν εὔνους ἀρχῆθεν ἐγενόμην, ὥστε καὶ τοῦ πολέμου καταλαβόντος μᾶς τῆς ἐμῆς εὐνοίας ἔχοντες δείγματα πάντας παραλιπόντες τοὺς ἄλλους ἐμὲ στρατηγὸν ἐχειροτονήσατεʼ.

Τυραννοκτόνοι δὲ πάντες καὶ ἀριστεῖς ὁμοίως προδιηγήσεις ἕξουσι τοὺς βίους, ἀφʼ ὧν χωροῦμεν ἐπὶ τὰς διηγήσεις τῶν πραγμάτων, ἐφʼ οἷς αἱ κρίσεις.

[*](197)[*](21)

Ταυτὶ μὲν οὖν περὶ τῶν προκαταστάσεων τῶν ἐν 7 ταῖς διηγήσεσι καὶ ὅθεν δεῖ ἀρχομένους μὴ ἀκεφάλως ἐμβάλλειν τοῖς πράγμασι. Ῥητέον δὲ ἑξῆς, τίσι πλατύνεται [*](2 καὶ ὁ κατήγορος; pergit I. 12 | τῶν πρεσβυτέρων Ba 3 στρα- τηγεῖν AcΒa, v.l.P, m. 2Vc; cf. I. 15. p. 121, 13 6 γὰρ (pro γοῦν) Ac 9 χωρήσ⌊ο⌉μεν Vc 11 λαθεῖν : exsp. φυγοῦσιν ἐπ- ανελθεῖν 12 ἀπολογώμεθα πρὸς αὐτὸν Ac 13 οὕτως etiam ante εὔνους P 14 ὑμᾶς πολλὰ τῆς ἐμῆς εὐνοίας Sc; ὑμᾶς τῆς εὐνοίας (m .2 πολλὰ et ἐμῆς supr.) Vc | παραδείγματα Pc 15 παρα- λιπόντ⌊ε ex α⌉ς Pa | στρατηγεῖν, m.1, P 18 χωρῶμεν Vc ἐφʼ αἷς ἡ κρίσις Ac 21 ταῦτα Ac Ba, m.2Vc 22 λέλεκται ante καὶ add. Vc)

120
ἡ διήγησις τρόποις. ἡμιεῖς μὲν οὖν φαμεν πρῶτον χρῆναι τῶν λεγομένων ἕκαστον καὶ τρισὶ καὶ τέτρασι [*](92) κώλοις πλατύνεσθαι ἢ καὶ πλείοσιν ἐκφέρεσθαι πολλάκις· οὐ γὰρ ἐστενοχώρηται τῆς διηγήσεως ἡ δύναμις ῥητῷ μέτρῳ, καθάπερ καὶ τὸ προοίμιον, ἀλλʼ ἐξουσίαν ἔχει καὶ μέτρον τὴν βούλησιν ἢ τὴν δύναμιν τοῦ λέγοντος οἷον ῾ ἐγὼ περὶ τὴν πόλιν εὔνους οὐ τήμερον, οὐδὲ νῦν ἠρξάμην ἀγαπᾶν τὰ κοινά, ἀλλὰ τῆς πρὸς ὑμιᾶς εὐνοίας πάλαι καὶ πρόπαλαι πολλὰ ἐξενήνοχα δείγματα· καὶ ὅτι τὰ πρὸς ὠφέλειαν ὑμῖν ἀνασκοπῶ, μυριάκις δηλῶσαί μοι δοκῶʼ· τὸ γὰρ αὐτὸ πρᾶγμα πολλάκις ἑρμηνευθὲν κόσμον ἐνεδείξατο τοῦ λόγου. τρέφει δὲ καὶ τὴν δύναμιν τοῦ ῥήτορος μάλιστα ἐν ταῖς περιγραφαῖς τοῦτο ἀσκούμενον· ἐξ ἀνάγκης γὰρ ποικίλων ὀνομάτων καὶ διαφόρων εὐποροῦμεν ζητούντων ἡμῶν ποικίλοις καὶ πολυτρόποις ὀνόμασι μεταποιεῖν τὰ κῶλα.

Πρῶτον μὲν οὕτω μηκύνεται ἐξ ἑρμηνείας. ἔπειτα δὲ καὶ τὸ παραλειφθὲν ζητήσαντες λέξομεν κἀκεῖνο ἐν κώλοις ὅσοις ἂν δυνώμεθα, οἷον ῾ τόδε μὲν οὐκ ἐποίησα οὐδὲ εἰργασάμην, ἐκεῖνο δὲ οὐ διεπραξάμηνʼ.

Ἔπειτα μέντοι καὶ τοῦ πεπραγμένου τὴν αἰτίαν ζητήσομεν, καὶ ὅταν εὕρωμεν, ὅσοις ἄν δυνώμεθα κώλοις [*](1 μὲν om. | ὅτι post φαμεν add P 2 χρὴ m. po. ex χρῆ- ναι Pc 3 ἢ om Vc 7 cf. 119, 12 10 ὑμῶν Pc 10 11 ἀνασκοπῶ⌊ν m po.] Pc; ἀνασκοπῶν Pa; ἀνασκοπῶν 13. 14 μάλιστα om. Mr 14 γρ ἐν ταῖς γραφαῖς P; γρ καὶ συγγραφαῖς καὶ γραφαῖς Ba; ἔνια τῶν βιβλίων περιραφαῖςʼ ἔχει ἔνια δὲ ῾ συγγραφαῖςʼ· καὶ ἄλλα γραφαῖςʼ· ὁ μὲν οὖν ἐξηγητὴς ῾ περι- γραφαῖςʼ ἀναγνοὺς κτλ Dox. 15 16 mg. m. 1 εὐπορήσομεν Pa; ⌊Ι—ΙΙ⌉εὐπορ|οῦ m. po.⌉ μιεν Vc 18 οὖν οὕτως Ba 20 δυν|ώ m. po. ex ησό⌉μεθα Ba 21 δὲ οὐδὲ Ac 23 ἂν om. Vc)

121
ἕκαστα ἀφηγησόμεθα· οὐδεὶς γὰρ νοῦς οὕτω καλὸς εἰς κατασκευὴν διηγήσεως ὡς σἰτία.

Πλατύνουσι δὲ διήγησιν καὶ οἱ λογισμοί, εἰ πρὸ τῶν πράξεων λέγοιμεν βεβουλεῦσθαι, ὡς, εἰ μὲν τόδε ποιήσαιμι, τόδε ἀπαντήσεται, καὶ προστιθέναι τὰς αἰτίας· εἰ δὲ τόδε ἐργασαίμην, τόδε ἀπαντήσεται.

[*](198)

Καὶ παραδείγματος ἕνεκεν καὶ σαφηνείας τῶν θεωρημάτων [*](93) καὶ ἐπὶ προβλήματος λέξομεν· ἔστω δὲ ὁ στρατηγὸς ὁ μὴ ἀνοίξας τὰς πύλας. ἀπὸ τοῦ παραλειφθέντος πρῶτον ῾ ἡμεῖς γὰρ ἐνστάντος τοῦ πολέμου καὶ καταρραγείσης τῆς μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονεικίας ἄλλον μὲν οὐδένα τῶν πάντων στρατηγὸν ἐχειροτονήσαμεν οὐδὲ ἐπεστήσαμεν τοῖς πράγμασιν οὐδὲ τὸ στρατόπεδον ἐπιστεύσαμενʼ, εἶτα τὸ πραχθὲν ῾ τοῦτον δὲ στρατηγεῖν ἠξιώσαμεν καὶ τὸ ἀξίωμα τῆς πόλεως ἐπιστεύσαμεν καὶ πᾶσαν τὴν δύναμιν ἔχειν καὶ τάττειν ὅπως ἐθελήσειεν ἐπετάξαμενʼ, εἶθʼ ἡ αἰτία ῾ οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος, ἀλλʼ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων. ὅ δὲ ταῦτα πιστευθεὶςʼ πάλιν ἐκ τῶν παραλειφθέντων οὔτε ἐστρατήγει καλῶς οὔτε ἐξηγεῖτο τῶν πραγμάτων σεμνῶςʼ· εἶθʼ ἡ αἰτία τοῦ παραλειφθέντος ῾ δύσνους γὰρ ἦν περὶ τὴν πόλιν καὶ ἄδικος πάνυ· ἀλλὰ καὶ αἴτιος ἡμῖν ἥττης ἐγένετο. ἐπεὶ δὲ ὁ θεὸς καλῶς ποιῶν καὶ κηδόμενος τῶν τῆς πόλεως πραγμάτων καὶ ἐπανορθούμενος [*](1 οὕτω νοῦς V 8 οἱ Pc, (supr.) Pa; om V 6 τάδε ἀπαν- τήσεται Ba 7 ἕνεκα Ba | τῆς σαφηνείας V c 8 p. 118, 25 10 συστάντος Sturm 11 τῆς om. Ba 12 13 ἀπάντων Ac 17 θε- λήσειεν Vc Ba 18 αἰτία τοῦ πραχθέντος Ac, v. l P μὰ τὴν ἀθηνᾶν Ac 23 σεμνῶς Ba, m 2VcAc; om. Vc Ac; ὀρθῶς P 25 post ἐγένετο Vc m .1 mg. : ἣ διήγησις ἀυτmg. decurt.⌉)

122
τὰ τῆς πόλεως πταίσματα κατὰ νοῦν ἐποίησε τοῖς πολίταις ῥῆξαι τὰ δεσμὰ καὶ φυγεῖν δυνηθῆναι καὶ σωθῆναι πρὸς ἡμᾶς’, εἶτα ἀπὸ τῶν λογισμιῶν ‘ἐνταῦθα ὁ στρατηγὸς ἐλογίσατο, ὡς, εἰ μὲν ἀνοίξει τὰς πύλας, σωθῆναί τε παρασκευάσει τούς τριακοσίους καὶ οὐδὲν ὄφελος αὐτῷ τῆς προδοσίας ἔσται καὶ τῆς ἥττης ἡμῖν ἀπαντήσει παραμυθία, εἰ δὲ μὴ ἀνοίξειεν, ὡς πληρώσει τε τὴν ἐπιθυμίαν καὶ πάντες τεθνήξονται καὶ εἰς στενὸν κομιδῇ καταστήσεται τὰ ἡμέτερα — τοῦτο, ὃ καὶ πράττειν προείλετο’. καὶ παρατηρητέον, ὅτι καὶ τὰ πραττόμενα καὶ τὰς αἰτίας τῶν πραττομένων καὶ τὰ παραλειπόμενα καὶ τὰς αἰτίας τῶν παραλειπομένων καὶ τοὺς λογισμοὺς καὶ πάντα ἐν πολλοῖς [*](199) κώλοις καὶ ποικίλοις λέγειν δυνάμεθα.

Εἰ δὲ τρόπος ἐν διηγήσει τῶν πεπραγμένων πλατύνοιτο, διασκευάζεται τὸ πρόβλημα, οὐ διηγεῖται· αἰτία μὲν γὰρ διήγησιν, τρόπος δὲ διασκευὴν κατασκευάζει. τρόποι δὲ διηγήσεως τρεῖς, ἀπλοῦς, ἐγκατάσκευος, ἐνδιάσκευος. ὅταν μὲν οὖν ᾖ τὰ πράγματα πολλὰ καὶ ποικίλα καὶ ἱκανὰ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν δὲ βοηθῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει· οὐ δεῖται γὰρ [*](1 ταύτης τὰ πταίσματα Ac 2 τοῖς πολίταις om. VcBa | ῥῆξαι τὰ δεσμιὰ τοὺς πολίτας Ac 3 ὑμιᾶς Vc | τῶν om. Pa 7 ἀπαν– τήσοι Vc 10 ἡμέτερα 〈πράγμιατα〉 ? cf. p. 121, 20. 26 | ὃ Pa, (er.) Pc; om. | προείλ⌊ε m po.⌉ Pc 13 ⌊λο m.po. ex παραλο⌉γισμούς Pc 13. 14 πλείοσι Ba 14 καὶ ποικίλοις om. Vc 15 πραττο– μένων Vc 16 οὐ PAc; καὶ οὐ Vc; οὐχ ἀπλῶς BaVδ; καὶ οὐχ ἁπλῶς Sc; Dox.: ἔν τισι τῶν βιβλίων οὐ τέθειται τὸ ‘οὐχ ἁπλῶς’ κτλ. 16. 17 γρ καὶ οὕτως (mo. καὶ οὕτως Pc)· αἰτία μὲν γὰρ διήγησιν ἐγκατάσκευον· τρόπος δὲ διήγησιν ἐνδιάσκευον (Pc hic queoque ἐγκατάσκευον) κατασκευάζει mg. P, cf. Dox. v.l.; cf. P. 123, 9 18 διηγήσεων V 19 ἦ post 20 ποικίλα Pc | ἱκανὰ ἢ καὶ Ac 20 βαρ⌊ῆ m.po.⌉ Vc)

123
ἰσχυρῶν λόγων τὸ αὐτομάτως ἰσχῦον πρᾶγμα. ἐὰν δὲ σύντομος καὶ πολιτικὴ ἡ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ ταῖς αἰτίαις κατασκευάζοντες αὐτήν, ἵνα γένηται ῥητορικωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν εἰς τὴν κατασκευὴν βοηθουμένη. ἐἀν δὲ ᾖ σύντομος καὶ φαιδροτέρα, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρόπῳ μὴ φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευῶν· ἐνδιάσκευος γάρτοι διὰ τοῦτο κέκληται, ὅτι τοῖς ἀπὸ τῆς διασκευῆς μέρεσι βοηθεῖται. ἔφαμεν δὲ ῆδη φθάσαντες, ὅτι αἰτία μὲν κατασκευάζει, τρόπος δὲ διασκευάζει.

Ἁπλῆ μὲν οὖν διήγησις παρὰ Δημοσθένει ἐν τῷ [*](95) Κατὰ Κόνωνος αἰκίας «τέξήλθομεν εἰς Πάνακτον ἔτος τουτὶ τρίτον. καὶ μεθʼ ἡμῶν ἐσκήνωσαν οί Κόνωνος υἱεῖς καὶ προσούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατερρήγνυον»· οὐ γὰρ εἶχε μιᾶλλον δεινῶσαι τῷ λόγῳ ἢ τὰ πράγματα λέγων αὐτὰ ὁ ῥήτωρ ψιλά, ἂ ἔπραττον ἐκεῖνοι· γυμνὰ γάρτοι λεγόμενα πλέον ἰσχὑν ἔλαβεν, ἢ εἴ τις αὐτὰ ἐκόσμει λόγοις.

Ἐγκατάσκευος δέ ἐστιν ἡ Κατὰ Ἀριστοκράτους. φάσκων γὰρ λερρόνησον κινδυνεύειν τῇ πόλει τὰς αἰτίας [*](1 ὅταν Ba 2 ἡ om. Mr | τῷ om. Vc Ac 6 σφοδροτέρα Dox. 7 διασκευῶν Ba, (δι m.po in ras.) Pc 8 γάρτοι καὶ Vc 10 διήγησιν κατασκευάζει Vc; γρʹ καὶ οὕτως (om. καὶ οὕ- τως Pa) ὅτι αἰτία μὲν διήγήσιν ἐγκατάσκευον· τρόπος δὲ διήγησιν ἐνδιάσκευον κατασκευάζει mg. P, cf Dor. v.l.; cf p 122, 16 12 ἡ διήγησις Pa 13 Dem. 54, 3. 4 ||ἀρίσι mpo.]ωνος Pa 14 ἀρίστω- νος PV (κόνωνος m. 2VcBa, m.po P); Dox.: ἔν τισι τῶν βιβλίων ‘οἱ τοῦ κόνωνος υἱοὶ’ γέγραπται κτλ. | pr καὶ om. Ρ 16 ειν δηλῶ- σαι, ειν m.2, Vc | τὸν λόγον P, m. 2Vc 17 ὁ ῥήτωρ post ψιλὰ Pc, post 16 εἶχεν Ba 18 mg. πλείονα m.po.Ma | ἰσχύος Portus 19 λόγ Pa λόγοις Pc 20 δὲ διήγησίς ἐστιν Ba | ἡ vix san 21 τὴν πόλιν Vc)

124
λέγει, διʼ ἅς ἐσῴζετο, καὶ τὰς αἰτίας, ἐξ ὧν ἀπολεῖται· «ἔστι γὰρ τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ [*](200) [*](96) Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθʼ ἑνὸς ὕρκης γενέσθαι βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὐτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύεινx. καὶ καθάπαξ ἡ διήγησις πᾶσα διὰ τῆς θεωρίας πεπλήρωται ταύτης.

Ἐνδιάσκευον δὲ ἐκεῖνο τὸ μέρος τῆς διηγήσεως ἐν τῷ Περὶ τῆς παραπρεσβείας παρὰ τῷ Δημοσθένει «θέαμα δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεεινόν· ὅτε γὰρ νῦν ἐπορευόμεθα εἰς Δελφούς, ἐξ ἀνάγκης ἦν ὁρᾶν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, τείχη σεριῇρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς».

Τὸ δὲ ἄριστον καὶ ἀναγκαιότατον εἰδέναι, ὅτι τῶν διηγήσεων αἱ μὲν πλεῖσται πᾶσιν ὑποπίπτουσι τοῖς τρόποις, ὥστε τινὰ μὲν αὐτῶν μέρη ἀπλᾶ εἶναι, τινὰ δὲ ἐγκατάσκευα, τινὰ δὲ ἐνδιάσκευα, ὡς φαίνεται ἡ διήγησις αὕτη παρὰ τῷ Δημοσθένει, μᾶλλον δὲ αἱ πλείους· τὸ μὲν γὰρ λέγειν ὑμεῖς τοῦτον ἐχειροτονήσατε πρεσβευτὴν οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, ἀλλʼ ὡς τῶν φυλαξόντων τοὺς ἀλλουςʼ τῆς ἐγκατασκεύου μέρος ἐστί, τὸ δὲ λέγειν ‘ὁ δὲ τῇ πρώτῃ τῶν ἐκκλησιῶν πάντα εἰπὼν κατὰ ψιλοκράτους, τῇ δʼ ὑστεραίᾳ μεταβαλόμενος δῆλός ἐστι προδιδόναιʼ ἀπλῶς [*](1 ἅς m 2 ex ὡν Vc αἰτίας om Vc |ἐξ ὧν Pc V, v.l.Pa; δι᾿ ἅς Pa 2 ἔστι τοίνυν ὧ ἄ Ἀθ. τοῦτο, τὸ τελευτήσαντος Dem. 23, 8 7 ταύτης πεπλήρωται Pc 9 Dem. 19,65 | περὶ τῆς P om Vc; περὶ om. Ba (cf 127, 11. 23 cet.); τῆς om. Ac 10 δει- νὸν post ἀθηναῖοι Ac ἄνδρες om. Ba 17 τὰ (pro alt. τινὰ) Ve 18 τινὰ δὲ ἐνδιάσκευα om Pc |τινὰ Pa Ba; τὰ Vc Ac 20 cf. Dem. 19, 12 22 τῶν om Ba 23 τῶ Ba |λέγειν suspect. cf Dem. 19, 15 25 μεταβαλλόμενος V)

125
λέγει καὶ ἀπλῶς διηγεῖται, ἐπὶ τέλει δὲ ἐδείξαμεν ὅτι ἐνδιασκεύως τὰ περὶ Θωκέας διηγεῖται.

Ἀκμὴ δὲ διηγήσεως τριχῶς γίνεται, ἤτοι τοῦ πράγματος αὐτοῦ ἢ τῆς ἀξιώσεως ἢ τῆς αἰτίας τῆς ἀξιώσεως συνεχῶς διαφόροις κώλοις καὶ ποικίλοις λεγομένης, ἢ καὶ τῶν δύο ἢ καὶ τῶν τριῶν πολλάκις ὁμοίως παραλαμβανομένων· οὕτω γὰρ ἡ ἀκμὴ μείζων γίνεται [*](201) καὶ ποικίλη μᾶλλον, ἐὰν τὸ πρᾶγμα τρισὶ κώλοις ἤ τέτρασιν εἴπωμεν, ἐπὶ τέλει δὲ καὶ τὴν ἀξίωσιν καὶ τῆς ἀξιώσεως τὴν αἰτίαν. οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τὸν υίὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξἐθανεν ἡ μήτηρ, καὶ κρίνεται ὁ πατὴρ αἰτίας θανάτου· ‘καὶ συλλαβὼν τὸν υίὸν ἔπαιεν, ἐτίτρωσκεν, ἐφόνευεν ὁμοῦ τῇ γυναικί, ὡς ἀλλοτρίους, ὡς ἐχθρούς, ὡς ἔκ τινος τῶν πολεμίων γεγονόταςʼ τὸ πρᾶγμα τοῦτο· εἶτα ἡ ἀξίωσις ‘τίς οὐκ ἀγανακτεῖ, τίς οὐκ ὀργίζεται, τίς οὐ χαλεπαίνει τοῖς γεγενημένοις; τίς οὐκ ἀπαιτεῖ τὴν προσήκουσαν τιμωρίανʼ, εἶτα ἡ αἰτία διʼ ὃν πεπλήρωται μιασμάτων ἡ οἰκία, διʼ ὅν ἄθεσμοι φόνοι, διʼ ὅν ἀσεβεῖς σφαγαί, διʼ ὅν γένος ὅλον ἔρριπται πεφονευμένον, παρʼ οὗ ἥκιστά τις ἂν προσεδόκησεν;ʼ

[*](1 λέγει ν . . διηγεῖται Pa |p 124,8 4 5 τῆς ἀξιώσεως P Βa, (ex τῶν ἀξιώσεων) Ac; om Vc 5 κώλοις om. Pc | καὶ ποικίλοις om Vc Ba 5 6 γινομένης Ac 7 μείζων ἡ ἀκμὴ γενήσεται Vc Ba, (γίνεται) Ac 8 ἔνθα (pro ἐὰν) Vc | |τρι]σὶ Pa 8.9 εἴπω- μεν (ω m 2 ex ο Vc) ἢ τέτρασιν (τέσσαρσιν Ba) 9 pr καὶ om Ac 10 τὴν τῆς ἀξιώσεως αἰτίαν Vc cf. 95, 8 17 ἀπαιτεῖ 〈τοῦτον〉 . . δι ὅν? 18 αἰτία τῆς ἀξιώσεως Vc 18. 19. 20 ὅν ex ὧν Vc 21 subscr. τέλος τοῦ βʹ τόμου P; om. V)