Περὶ εὑρέσεως [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Ἡ πρώτη καὶ καλλίστη τῶν προοιμίων εὕρεσις καλλίστης 1 καὶ πραγματικωτάτης εὑρέσεως τετύχηκε τῆς ἐκ τῶν ὑπολήψεων καλουμένης τῶν τε προσώπων καὶ τῶν πραγμάτων· ὅπως δὲ ταῦτα ἔχει, διελὼν ἐκθήσομαι καθʼ ἕκαστον ἐν μέρει. τεθείσης γάρτοι πάσης ὑποθέσεως ἀνασκοπεῖν ἄξιον πρῶτον τὸ πρᾶγμα τὸ γεγενημένον ὁποῖόν ἐστι, καὶ περὶ οὗ ἡ κρίσις ἢ τὸ βουλευτήριον συνέστηκεν· ἐν προβλήμασι γὰρ ἢ κρίνομεν ἢ βουλευόμεθα. δεῖ τοίνυν σκοπεῖν τὸ πρᾶγμα εἴτε καλόν ἐστιν εἴτε φαῦλον, εἶτα ἐξῆς τὰς περὶ τὸ πρόσωπον ὑπολήψεις ἑκάστου, τῶν δικαζόντων, τῶν κατηγορούντων, [*](P ═ PaPc) [*](V ═ VcAcBa) [*](1—2 de titulo cf. Praef. 3 περὶ προοιμίων· τόμος α΄ P, (om. τόμος α.΄) Ac; om. (προοιμίων titulo l. 2 add.) VcBa 4 προ- οιμίων om. V 5 εὕρεσις vix san.; Dox.: τινές … ‘ἡ … προ- οιμίων ὑπὸ (ὑπόθεσις?) καλλίστης καὶ πραγμιατικωτάτης εὑρέσεως (μεθόδου supr. Vδ) τετύχηκεν’ … ἕτεροι δὲ … ῾ ἡ …. προοι- μίων μέθοδος καλλίστης ὑποθέσεως τετύχηκεν’ κτλ. 6 πραγ- ματικωτ⌊άτης m.po.⌉ τετύχηκεν εὑρέσεως Pc 8 ἔχ⌊ει m.2⌉ Vc 10. 11 [τὸ γεγενημένον] Spengel; cf. 94, 6. 95, 2 11 καὶ om. VI | ⌊ἢ⌉ Vc; καὶ Vg)

94
τῶν ἀπολογουμένων, τῶν ἐχόντων αὐτὰ τὰ πράγματα καὶ τὰ ἐγκλήματα, τῶν ἔξωθεν ἐμφαινομένων· ἐμφαίνεται δὲ πολλάκις μὲν ἕν, πολλάκις δὲ πλείονα. [*](66) τούτων ἕκαστον ὁποίας ὑπολήψεις ἔχει καὶ ὅπως εἰς τὰ προοίμια παραληφθήσεται, τρανῶς διηγήσομαι.

Πρῶτον μὲν οὖν σκοπητέον τὸ πρᾶγμα ποταπόν ἐστι καὶ ποταπὸν ὑπείληπταί, χρηστὸν ἢ φαῦλον, καὶ τίνα γνώμην ἔχουσιν οἱ δικασταὶ περὶ αὐτοῦ, καὶ ὅπως διετέθησαν ἐπὶ τῷ πεπραγμένῳ. εἰ μὲν οὖν χρηστὸν εἴη, χαίρειν αὐτοὺς εἰκὸς καὶ γεγηθέναι· καὶ τὸ προοίμιον οὖν ἔσται τὸν τρόπον τοῦτον ῾ ὁρῶ μὲν ὑμᾶς, ὦ ἄνδρες δικασταί, χαίροντας ἐπὶ τοῖς πεπραγμένοις καὶ χάριν [*](178) γινώσκοντας τῷ θεῷʼ, ὡς ἐπʼ ἐκείνου τοῦ προβλήματος· ἐβοήθησάν ποτε φυγάδες πολεμουμένῃ τῇ πατρίδι καὶ νίκην εἰργάσαντο, καὶ γράφει τις αὐτοὺς κατάγειν· τῷ μὲν θεῷ, ἄνδρες πολῖται, χάρις πολλὴ τῷ τὴν νίκην ἡμῖν κατὰ τῶν πολεμίων παρεσκευακότι καὶ τῆς παρούσης ἡδονῆς τὰς ἀφορμὰς ἐνδόντι· ἐπεὶ δὲ καὶ οἱ πολῖται μετά γε θεῶν γεγόνασιν ἡμῖν τῆς παρούσης θυμηδίας αἴτιοι, συμβουλεύσων παρελήλυθα κατάγειν αὐτοὺς καὶ ἀποδιδόναι τῇ πόλει, ἣν ἔσωσαν αὐτοί᾿ . τῆς δὲ κατὰ τὴν ἑρμηνείαν ἁπλότητος μὴ φροντίσῃς· διδασκαλικώτερον γὰρ ἐσπούδασα τὰς τέχνας ἀφηγήσασθαι, περιελὼν τὴν ἰσχὺν τοῦ λόγου καὶ γυμνὰ τιθεὶς [*](3. 4 δὲ καὶ πλείονα Ac 4 τούτων δὲ Le Md Oh Vx | ἕκαστ⌊ον⌉ Ba 6 cf. p. 93,8 | πρᾶγμα ⌊l—II⌉ Vc 8 αὐτοῦ ⌊VI—VII⌉ Pa 9 περὶ τ`ῶι πεπραγμένὼ (= τὸ πεπραγμένον ?) Ac 10 εἰκὸς αὐτοὺς VcBa 11 οὖν om. Ba | τοῦτον τὸν τρόπον V; τοιου- τότροπον Le | ὁρῶμεν PVcBa | ὑμᾶς post 12 δικασταί Ba 14 cf. 100, 16. 105, 16 15 αὐτ⌊οὺ ex ὸ⌉ς Pc 17 ⌊ὑ ex ἡ⌉μῖν Pa | ἐναν- τίων Pa 19 γε om. VcBa | θεῶν Md Vb; θεὸν PaAcBa; ⌊θεὸν⌉ Pc; τῶν θεῶν m. 1Vc 21 τῆ πόλει Ac; τὴν πόλιν VcBa, (ῆ et ει supr.) P | ἐσώσαντο αὐτοί VcAc)

95
τὰ νοήματα, ὡς εἶναι κατάδηλα μᾶλλον. — Εἰ δὲ φαῦλον εἴη τὸ πρᾶγμα τὸ γεγενημένον, ἀνάγκη τοὺς δικάζοντας ἢ χαλεπαίνειν ἢ οἰκτείρειν ἢ ἑκάτερα πάσχειν ἐπὶ τοῖς αὐτοῖς, καὶ ὀργὴν καὶ λύπην· λέξομεν οὖν τὸ προοίμιον οὕτω λαμβάνοντες ῾ ἐπειδὴ καὶ ὑμᾶς, ὦ ἄνδρες δικασταί, τῶν τετολμημένων ἕνεκεν ὁρῶ καὶ ἀχθομένους καὶ λελυπημένους, διὰ τοῦτο τὴν γραφὴν ἐνεστησάμηνʼ· οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε [*](67) τὸν υἱὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον, ἐξέθανεν ἡ μήτηρ, καὶ κρίνεται αἰτίας θανάτου· ῾ ἄχθεσθαι μὲν ὑμᾶς, ὦ ἄνδρες δικασταί, καὶ δυσχεραίνειν ἐπὶ τοῖς γεγενημένοις οὐδὲν ἀπεικός ἐστι, καὶ τούτῳ χαλεπαίνοντας ὑπὲρ ὧν ἐτόλμησε, καὶ ἐκείνους οἰκτείροντας ὑπὲρ ὧν ἔπαθον᾿ . αἱ δὲ ἀποδόσεις παντὸς προοιμίου αἱ ἀξιώσεις εἰσίν. ἀπὸ δὲ τῶν εὑρέσεων αἱ προτάσεις γίνονται, καὶ προοιμίου δριμιύτης πρότασις.

Ἑξῆς τρεπτέον ἐπὶ τοὺς κατηγόρους καὶ τίνα τρόπον ἀπὸ τούτων εὑρίσκεται τὰ προοίμια· οἱ γὰρ κατηγοροῦντές τινος ὑπολήψεις ἔχουσι πολλάκις ἢ ἔχθρας ἢ φθόνου. τὸν μὲν οὖν φθόνον, εἴ τις ἐμφαίνοιτο τῷ [*](79) προβλήματι, διακρουσόμεθα· δεινὸν γὰρ βασκανίαν ὁμιολογεῖν καὶ ἐπίφθονον ἀεί. ἐμφαίνεται δὲ πολλάκις, ὅταν ἢ δόξη βασκαίνωμεν ἢ πλούτῳ, οἷον πρεσβεύων Αἰσχίνης παρὰ τὸν Φίλιππον ἐτραγῴδησε, νενίκηκεν, ἐστεφάνωται, καὶ κρίνεται παραπρεσβείας ὑπὸ Δημοσθένους· [*](4 ἐπὶ τούτοις αὐτοῖς Ba | λέξωμεν Ac 7 λυπουμένους 9 κατὰ — νόμον Ba, m. 2P, cf. 125, 11; om. VcAc, m.1P; γρ ἀπ- ἐπτεινε τὸν ἑαυτοῦ (ἑαυτῆς Pc) υἱὸν κατὰ τὸν τῶν ἀκρίτων νόμιον καὶ κρίνεται P 10 ὁ πατὴρ post κρίνεται add. Vw, m.po.Pa 11 ἄνδρες om. Pc 15 εἰσὶν suppl m. 2Vc 18 εὑρίσκονται Ac | γὰρ om. VcBa 21 διακρουσώμεθα VcAc 23 ἢ πλού- τῳ om. Vn | δόξη ante οἷον supr. Vg)

96
ὀρθῶς ἐρεῖ τὸ προοίμιον ῾ μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ βασκαίνοντά με τοῦ στεφάνου καὶ τῆς νίκης Αἰσχίνῃ τὴν κατηγορίαν ἐνστήσασθαι κατʼ αὐτοῦ᾿ . ἢ πλούτῳ, οἷον ἀποκήρυκτος ᾔτησε τὸν [*](68) πατέρα τροφάς, ὃ δὲ αὐτῷ ξίφος ἔδωκεν, ἐμισθοφόρησεν, ἐπανῆκε πλούσιος, ὁ πατὴρ δεόμενος τροφῶν προσῆλθε τῷ παιδί, δὲ αὐτῷ τὸ αὐτὸ ξίφος ἔδωκεν, ἀπέκτεινεν ἑαυτὸν ὁ πατήρ, καὶ κρίνεται ὁ παῖς αἰτίας θανάτου· ὕπεστι πλούτου τις πρόφασις, καλὸν οὖν διακρούσασθαι καὶ λέγειν ὅτι ῾ οὐ τῆς περιουσίας αὐτῷ βασκαίνων τὸν ἀγῶνα ἐνεστησάμηνʼ. ― Τὰς δὲ ἔχθρας ποτὲ μὲν ὁμολογήσομεν, ποτὲ δὲ ἀρνησόμεθα, τοῦτο ποιοῦντες οὐχ ὅταν βουλώμεθα, ἀλλʼ ὅτε δεῖ ὁμόσε χωρεῖν ταῖς ἀρνήσεσι καὶ ταῖς ὁμολογίαις. ἔσται δὲ οὕτως· ἂν ἔχωμεν πρὸς ἔνδοξον πρόσωπον καὶ ὑπερέχον καὶ ἐπαινούμενον οἷον στρατηγὸν ἢ Περικλέα ἢ νομοθέτην, τότε ἀρνησόμεθα, ἢ πρὸς κοινὸν εὐεργέτην ἢ πρός τινα διʼ ἐξουσίαν ὠμὸν καὶ ἀπάνθρωπον. πρὸς νομοθέτην μὲν λέξομεν, ὅτι αἰσχρὸν ἀπεχθάνεσθαι κοινῷ εὐεργέτῃ, ὡς ὁ Δημοσθένης «μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ μήτε ἰδίας ἔχθρας ἐμὲ μηδεμιᾶς ἕνεκα ἄλλης ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί» πρὸς δὲ ὑπερέχον πρόσωπον, ὅτι δέος τοῖς εὐδοκιμοῦσι προσκρούειν, οἶον ἠνέχθη σκηπτὸς ἐπὶ τὴν [*](3 τὴν om. Vc 4 πλούτου (ω m.po.Ba); cf. p. 95, 23 5 ἐπέδωκεν Ac 6 ὁ δὲ πατηρ Ac 7 αὐτὸ om. VcAc | ἐπέδωκεν Ac 10 καὶ om. P 12 ὁμολογήσωμεν Vc | ἀρνησώμεθα Vc, (in ras.) Pa 13 ὅτε βουλόμεθα V | ὅτ᾿ ἂν δεῖ V 15 ἂν ἔχωμεν, sc. ἔχθρας; altera pars: p. 97, 18 sq. 16 ἢ Περικλέα om. Vs; haec et 17 ἢ πρὸς κοινὸν εὐεργέτην del. Brinkmann 18 πρὸς m.2, ὡς m. 1Vc 20 Dem. 23, 1 21. 22 μήτε μιᾶς PV 22 ἄλλης ἕνεκα V | κατηγορήσαντα Vc 23 τοῦ⌊τουί m.po.⌉ Pa | τὸ ὑπερ- έχον Pc 24 cf. 51, 8)
97
Περικλέους εἰκόνα, καὶ συμβουλεύει τις μηκέτι αὐτὸν Ὀλύμπιον καλεῖν, οἷον ῾ οὐκ ἔχθρας ἕνεκεν, ὦ ἄνδρες [*](69) Ἀθηναῖοι, τῆς πρὸς Περικλέα τὴν συμβουλὴν ταύτην [*](180) ἐνεστησάμην, ἀλλʼ εὐνοίας πλέον, δεδοικώς, μή τι παρὰ τῶν θεῶν ἄνθρωπος ὢν πάθῃ᾿ . ἐξ ἀπονοίας δὲ ὠμὸν διʼ ἐξουσίαν, οἷον πένης καὶ πλούσιος ἐχθροί, ὑπέσχετο ὁ πλούσιος θρέψειν τοὺς πολίτας, εἰ λάβοι τὸν πένητα πρὸς ἀναίρεσιν, ἔδωκεν ὁ δῆμος, οὐκ ἔθρεψεν ὁ πλούσιος τούς τοῦ πένητος υἱεῖς, ἀπέθανον λιμῷ, καὶ κρίνεται φόνου· ῾ οὐκ ἀπεχθανόμενος ἰδίᾳ τῷ πλουσίῳ τὴν ὑπὲρ τῶν πολιτῶν ἐνεστησάμην γραφήν, ἀλλʼ ἀγανακτῶν ἐπὶ τοῖς νόμοις καὶ τῇ πόλειʼ. καὶ μυρίους τις ἂν εὕροι ἀριστεῖς ἢ πλουσίους ἢ στρατηγούς ἢ δημαγωγούς, οἷς ἀντιλέγοντας ἢ κατηγοροῦντας ἀναγκαῖόν ἐστι τὰς ἔχθρας τὰς ἰδίας παραιτεῖσθαι, καταφεύγειν δὲ ἐπὶ τὴν πόλιν καὶ τοὺς νόμους καὶ τοῦ κοινῇ τῇ πόλει συμφέροντος ἕνεκεν λέγειν ἐνίστασθαι τὸν ἀγῶνα. ― Ὁμολογεῖν δὲ δεῖ τὰς ἔχθρας, ἐὰν προαδικηθέντες ἀμιυνώμεθα· ἀνεπίφθονον γὰρ τιμωρίαν κατὰ τῶν ἠδικηκότων λαμβάνειν, ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ Κατʼ Ἀνδροτίωνος ἐποίησε λόγῳ «ὅπερ Εὐκτήμων, ὦ ἄνδρες δικασταί, παθὼν ὑπʼ Ἀνδροτίωνος κακῶς ἅμα τῇ τε πόλει βοηθεῖν ᾤετο δεῖν καὶ δίκην ὑπὲρ αὐτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν, ἐὰν ἄρα οἷός τε ὦ »· καὶ ἐν τῷ Κατὰ Νεαίρας πάλιν ὁμοίως.

[*](1 εἰκόνα PV; οἰκίαν Vg, m. 1VIn | αὐτὸν μηκέτι V 2 ὀλύμ- πιον καλεῖν, β et α supr. (m. 1?) Vc; καλεῖν ὀλύμπιον Ba 7 ἐν λιμῷ θρέψειν Md Oh | cf. 259, 5 Sp. 10 νὴ δία m.po.Ba 12 ἐπὶ τῆ πόλει καὶ τοῖς νόμοις Vδ, cf. l. 16 16 κοινοῦ 17 εἵ- νεκεν Ac | ἐνστήσασθαι Vδ, (γρ΄ ἐνίστασθαι) Vk; haec v.l. in textum P irrepsit p. 98, 3 19 κατὰ om. v. l.Dox; παρὰ Οg, m. po. Pa 20 ὁ om. AcBa 21 πεποίηκε Ba 23 τε τῆι Ac | οἴεται V Dem. 22, 1 25 Dem 59, 1)
98

Καὶ περὶ τοὺς ἀπολογουμένους ὑπέρ τινος ὑπόληψις εὑρίσκεται πολλάκις εὐνοίας ἢ κέρδους. τὸ μὲν οὖν [*](70) κέρδος ἀεὶ παραιτητέον καὶ τὸν μισθόν, πλὴν εἰ μὴ πιθανῶς λέγοιμεν μισθὸν ἔχειν παρὰ τῶν βοηθουμένων τὴν σωτηρίαν, οἷον ἐὰν ὑπὲρ ἀριστέων λέγωμεν ἢ ὑπὲρ τυραννοκτόνων ἢ καθάπαξ δημοσίᾳ τὴν πόλιν εὖ ποιησάντων· οἷον ἐπὶ τῶν τριάκοντα τυράννων ἐξετίθεσαν Ἀθηναῖοι τὰ γένη, Μεγαρεῖς ἀναιρούμενοι ἔτρεφον, παυσαμένης τῆς τυραννίδος ἥκουσιν ἀποδιδόντες τὰ γένη, καὶ γράφει τις τὸ κατὰ Μεγαρέων [*](181) ἀνῃρῆσθαι πινάκιον· ἄριστον γὰρ ἐνταῦθα διομολογήσασθαι μισθὸν ἔχειν τὴν τῶν φιλτάτων σωτηρίαν λέγοντα οὕτως μισθὸν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, παρὰ Μεγαρέων αὐτός τε ὁμολογῶ μέγιστον εἰληφέναι τῶν παρόντων λόγων καὶ ὑμεῖς δʼ ἂν ὁμολογήσαιτε, τὴν σωτηρίαν τῶν φιλτάτωνʼ. ― Τὴν δὲ εὔνοιαν φανερῶς ἔστιν ὁμολογεῖν ἄνευ κέρδους, ὅταν ὑπὲρ τῶν δημοσίᾳ τὴν πόλιν εὐεργετησάντων λέγωμεν, οἷον μελλόντων μονομαχεῖν ἀδελφοῶν δύο κατὰ τὸν νόμον τὸν περὶ τῶν ἀριστέων περὶ τοῦ γέρως ἐξέλιπεν ὁ ἥλιος, καὶ γράφει τις λελύσθαι τὸν νόμον· οἷον ῾ φιλεῖν μὲν τοὺς ἀδελφοὺς οὐκ ἂν ἀρνηθείην ἔγωγε κοινοὺς σωτῆρας [*](1 καὶ suspect. | πρὸς (pro περὶ) Ac 2. 3 τὸ . . κέρδος Vc, v.l.P; τοῦ..κέρδους PAc, m.1Ba 3 καὶ Vc, v.l. P; ἐνστήσασθαι P, (κυρῶσαι καὶ m.po. supr.) Ba; om. Ac | μισθὸν, m. 2 ἀγῶνα supr., Pb 4 παρὰ om. Om 5 γρ τὴν τῶν φιλτάτων σωτη- ρίαν P 6 (δημοσία om.) τῆι πόλει, m.2 δημοσία τὴν πόλιν, Vc 7 εὐεργετησάντων Vt 10 cf. Thuc. 1, 139; Plut. Pericl. 30; cf. p. 106, 1 (ubi καθαιρεῖν; at ἀναιρεῖν etiam Diod. XII 39, 4) 18 οὖν om. Pc 15 ὁμολογήσητε VcBa, (αι) P; ὁμολογήσετε Ac 16 πάντες ante τὴν add. Ac, πάντως VcBa, εἰκότως Od 17 ἄνευ κέρδους suspecta 19 cf. Aps. l 2 p. 234, 15 Sp.-H. 20 τῶν om. Pc | cf. 116, 17 22 κοιν⌊οὺ ex ὸ⌉ς σωτηρ⌊Ι⌉ας Pa)

99
τῆς πόλεως γεγενημένουςʼ. ἢ ἂν ὑπὲρ συγγενῶν ποιώμεθα τοὺς λόγους· ἀνεπίφθονος γὰρ ὁ ὑπὲρ τῶν προσηκόντων λόγος· ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ Πρὸς Λεπτίνην εἶπεν «ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ [*](71) τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν». Οὕτω περὶ τῶν κατηγορούντων καὶ τῶν ἀπολογουμένων.

Περὶ δὲ τοὺς τὰ ἐγκλήματα ἔχοντας ἢ χρησταὶ ὑπολήψεις συνίστανται ἢ πονηραί. ἐὰν μὲν οὖν κατηγορῶμεν, τὰς φύσει προσούσας φαύλας βεβαιώσομεν, οἷον «τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταί, καὶ τὴν ὕβριν, πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα οὔθʼ ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι »· τὰς δὲ χρηστὰς προσούσας ὑπολήψεις διαλύσομεν, οἷον «τοὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τὸν Χαρίδημόν τινες εὐεργέτην οἴονται· ἐγὼ δὲ ἐάνπερ ἃ βούλομαί τε [*](182) καὶ οἶδα τούτῳ πεπραγμένα δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἴομαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον καὶ πολὺ τἀναντία ἢ προσῆκεν ὑπειλημιμένον». — Ἐὰν δὲ ἀπολογώμεθα, τοὐναντίον ποιήσομεν, τὰς μὲν χρηστὰς βεβαιοῦντες ὑπολήψεις, τὰς δὲ φαύλας διαλύοντες, οἷον δέκα νέοι τὴν τάξιν λιπόντες ἔφυγον, τῷ ἑνὶ ἀπαντήσασα ἡ μήτηρ ἀπέκτεινεν αὐτόν, οἱ ἐννέα στραφέντες ἠρίστευσαν, καὶ κρίνεται ἡ γυνὴ φόνου· ἐνταῦθα γὰρ μία μὲν ὑπόληψις περὶ τὴν [*](72) [*](2 ἀνεπίφθονοξ Pa 4 ἕνεκα P 5 λελύσθαι τῆι πόλει τὸν Vc, v.l.P, Dem 20, 1 | καὶ supr. Pa; δὲ καὶ Vb 11 φύ- σει⌊Ι⌉ Pc 12 Dem. 21, 1 13 πάντας 16 μὲν οὖν Ac, Dem. 23, 6 | ὦ ἄνδρες δικασταὶ P; om. Dem. 19 αὐτὸν m.2 supr. post δείξειν Vc 24 καὶ τῶ Vc)

100
γυναῖκα χρηστή, ὅτι τῆς νίκης αἰτία, ἣν χρὴ βεβαιῶσαι κατὰ τὰ προοίμια λέγοντα οὕτως ῾ ὅτι μὲν οὐκ ἄλλος τις ἡμῖν τῆς νίκης αἴτιος μᾶλλον τῆς γυναικὸς ἐγένετο, πάντας ὑμᾶς ἐλπίζομεν ἐγνωκέναιʼ· μία δὲ φαύλη, ἡ τοῦ δοκεῖν παιδοκτόνον αὐτὴν εἶναι, ἣν χρὴ θεραπεῦσαι λέγοντα οὕτως ῾ εἰ μὲν οὖν τοῖς κατηγόροις πειθόμενοι τὴν γυναῖκα ταύτην παιδοκτόνον ὑπολήψεσθε, οὐκ ὀρθῶς ποιήσετε· εἰ δὲ τὰ πεπραγμένα σκοπήσετε καὶ τὰ τοῦ τετελευτηκότος δίκαια ἐγκλήματα, φανεῖται ἡ γυνὴ οὐκ ἀγαθὸν υἱὸν ἀλλὰ προδότην πονηρὸν ἀποκτείνασαʼ.

Ἐμφαίνεται δὲ καὶ ἔξωθεν πρόσωπα, ὡς ἔφαμεν, πολεμίων μάλιστα πολλάκις, ἀφʼ ὧν οὕτω ληψόμεθα τὰ προοίμια ζητοῦντες ἐπὶ τῇ παρούσῃ κρίσει, τί ἂν βούλοιντο τέλος οἱ πολέμιοι γενέσθαι, λέγοντες οὕτως ὡς ἐν ἐκείνῳ τῷ προβλήματι· φυγάδες πολεμουμένῃ τῇ πατρίδι ἐβοήθησαν καὶ νίκην εἰργάσαντο, καὶ γράφει τις αὐτοὺς κατάγειν· ῾ τοῖς μὲν οὖν πολεμίοις διʼ εὐχῆς ἐστι μὴ καταδέξασθαι τοὺς πολίτας ἡμᾶς ἐνθάδε, ἵνα ὦμεν αὐτοῖς ληφθῆναι ῥᾴδιοι· ἡμᾶς δὲ οὐκ ἄξιον ποιεῖν, ἃ δοκεῖ τοῖς πολεμίοιςʼ.

Ταῦτά σοι περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων πεπλήρωται, τοῦτον εὑρισκόμενα τὸν τρόπον ἁπανταχῇ.

[*](3 ὑμῖν PVcAc | μᾶλλον ἢ τῆς Ba 7.8 ὑπολήψεσθε V, (αι supr.) Pc; ὑπολήψαισθε Pa 8. 9 σκοπήσετε V, (αι supr.) Pc; σκο- πήσαιτε Pa 12 καὶ om. m.1Vc | p. 94, 2 13 γρ΄. πολλάκις δὲ καὶ συμμάχων P (at coniungendum ἐμφαίνεται . . πολλάκις) 16 cf. 94, 14 18 καλεῖν m. 1Ba, (γρ καταγειν) Vc οἷον τοῖς Ba, W VI 542, 15 19 καταδέχεσθαι Ba 20 cf. 260, 5 Sp.)
101
[*](183)[*](73)

Ἑξῆς λεκτέον περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων 2 πάνυ παγκάλην καὶ ποικίλην ἐχόντων τὴν τέχνην. εὑρίσκεται δὲ καὶ ταῦτα ἀπὸ τῶν ἑξῆς μαθημάτων, οὐκ ἐν πᾶσι δὲ προβλήμασιν οὐδὲ πάντα ἐν πᾶσιν· εὔθικτα μὲν γάρ ἐστιν εὑρεθέντα καὶ δριμέα, πολλάκις δὲ φαίνεται τῶν ἐξ ὑπολήψεως ἡ ἀρετή, διότι πανταχῇ φαίγνετα.

Ἔστι δὲ τῶν ἐξ ὑποδιαιρέσεως εἴδη τρία, ὧν καὶ τὰ παραδείγματα θήσομεν. καὶ πρῶτον ἔστιν ὅτε δύο περαγμένων ἀδικημάτων, ὧν καὶ τὸ ἕτερον ἀναδέξασθαι δύναται κρίσιν, ὑποδιαιροῦντες ποιήσομεν προοίμιον οὕτως· οἷον κατέσκαψάν τινες πόλιν ἐν πολέμῳ καὶ ἐγεώργησαν αὐτήν, οὐκ ἀνῆκεν ἡ γῆ καρπούς, καὶ κρίνονται ἀσεβείας· ἐνταῦθα δύο ὄντων ἀδικημάτων ἰσοστασίων, τοῦ τε κατασκάψαι τὴν πόλιν καὶ τοῦ γεωργῆσαι, ποιήσομεν ἐξ ὑποδιαιρέσεως προοίμιον οὕτως ῾εἰ μὲν οὖν καὶ διὰ τὸ κατασκάψαι τὴν πόλιν ἔδοσαν αὐτοὶ δίκην, ὀρθῶς ἂν ἐγένετο· νῦν δὲ πολλῷ πλέον, ὅτε καὶ γεωργῆσαι διέγνωσαν ἣν κατέσκαψαν πόλινʼ. οὐ μέντοι ἡ ἑνὸς πράγματος εἰς λεπτὸν τομὴ προοίμιόν ἐστιν ἐξ ὑποδιαιρέσεως, ἀλλὰ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐξ ὑποδιαιρέσεως κατασκευή· οἷον ἔπεισεν ἐν λιμῷ [*](74) καὶ πολιορκίᾳ ῥήτωρ τὴν ἄχρηστον ἡλικίαν ἀποκτεῖναι, [*](4 καὶ supr. Vδ, om. We 5 εὔθικτα PVc; εὔθηκτα prae- ferunt Dox., schol. P (W VII 710, 8) 6 μὲν om. Pc | πλεονάκις Ald.; πλειστάκις m.po.Vc 6. 7 ⌊φαίνεται δὲ πολλάκις m.po.⌉ Pc | ἐμφαίνεται Ba 7 cf. 93, 5. 100, 23 7.8 φαλίεται P 9 ὑπο- ⌊διαιρέσεως m. po.⌉ Pc |τὰ om. VcBa 10. ad ὅτε mg.: γρ ἢ γὰρ δύο πεπραγμένων Pa, (ἤτοι) Pc 10.12 ὅτἂν . . . ποιήσωμεν Ac 11 καὶ om. Vc 14 τοὺς καρποὺς Ac; cf. 106, 6 15 δὲ δύο Pc | ὄντων τῶν Vδ 19 δίκας V 21 λεπτὸν: cf. p. 222, 24 Sp.)

102
γέρων λαθὼν ἠρίστευσεν, αἰτεῖ εἰς τὸ γέρας τὸν ῥήτορα· ἐνταῦθα τὸ ἀδίκημα ἕν, τὸ τὰ γένη διαφθαρῆναι, ἐξ ὑποδιαιρέσεως δὲ εἰ λέγοι ‘εἰ γὰρ μόνους τοὺς πατέρας ἔπεισεν ἀποκτεῖναι ἢ μόνας τὰς γυναῖκας, ἄξιος ἦν θανάτου’, οὐ προοίμιον λέγει, ἀλλὰ κατασκευάζει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους.

Δεύτερον ἐξ ὑποδιαιρέσεως μάθημα οὕτως εὑρίσκεται, ἐν ᾧ ποιοῦμεν προοίμιον. ἐνίοτε τοῖς προσώποις καὶ πρὸ τῶν πραγμάτων ἴδιαι παρακολουθοῦσιν ὑπολήψεις, οἷον Αἰσχίνῃ, Δημοσθένει, δεύτεραι δὲ αἱ ἐπισυμβαίνουσαι ἀπὸ τῶν πραγμάτων. ὅταν οὖν εὕρωμεν [*](184) ἐν προβλήματι τὰς ὑπολήψεις ἑκατέρας περὶ τὸ ἓν πρόσωπον, τήν τε φύσει προσοῦσαν καὶ τὴν ἐπιγενομένην, ὑποδιαιροῦντες λέγομεν ὡς ἐν ἐκείνῳ τῷ προβλήματι· Δημάδης πρεσβεύσας παρὰ τὸν Φίλιππον, καὶ ἐρομένου ποταπαί εἰσιν αἱ Ἀθῆναι τοῦ Μακεδόνος, ἐπὶ τῆς τραπέζης αὐτὰς κατέγραψε καὶ ἐπανελθὼν ὕβρεως κρίνεται· οἷον ῾‘καὶ διὰ τὸν ἄλλον μὲν βίον, ὦ Ἀθηναῖοι, τὸν προσόντα Δημάδῃ καὶ τὴν προδοσίαν ἄξιον ἦν κολάσαι τοῦτον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰ νῦν αὐτῷ γεγενημένα, ἐξ ὧν αἰσχύνην ὁμοῦ καὶ ζημίαν περιῆψε τῇ πόλει’. γίνεται δὲ καὶ ἐπὶ τῶν ἰδιωτικῶν τοῦτο πολλάκις, ἂν ἔχωμεν ἢ μάγον ἢ τελώνην ἢ πορνοβοσκόν· οἷον πορνοβοσκὸς τὰ τῶν Μουσῶν ὀνόμιατα [*](75) ταῖς ἑταίραις τίθεται καὶ κρίνεται ἀσεβείας· λέγομεν [*](1 καὶ αἰτεῖ Ba 2 ἐνταῦθα δ⌊ὲ⌉ Pa 3 δὲ εἰ Ac, (εἰ supr.) Vc: οὖν εἰ PcBa; οὖν (δὲ εἰ supr.) Pa | λέγ⌊ο ex ε⌉ι Pa 5 οὖν add. ante λέγει PcAc, supr. Pa 8 ἐν ὧι PV; ἐν om. m.1Vδk; ὃ (om. ἐν) v.l.P | ἐνίοτε δὲ V 10 καὶ post αἰσχίνηι add. (m.1 ?) Vc | αἱ ἐπισυμβαίνουσαι AcBa, v.l.P; ἐπισυμβαίνουσιν (om. αἱ) PVc 11 πλασμάτων m. 1VcAc 18.14 ἐπιγινομένην V 15 τὸν om. Pc 16 [καὶ] Spengel 18. 19 ὦ ἄνδρες ἀθηναῖοι Ac 20 ἦν om. Pc 21 γινόμενα Pc)

103
γὰρ οὕτως ῾ ἄξιον μὲν ἦν τὸν πορνοβοσκὸν καὶ διὰ τὸν ἄλλον μισεῖσθαι βίον πονηρὸν ὄντα καὶ δὴ καὶ τιμωρίας ἄξιον, οὐχ ἥκιστα δὲ νῦν, ὅτε καὶ ἠσέβησεν εἰς τὰς θεάς᾿ .

Τρίτον ἐξ ὑποδιαιρέσεως μάθημα εἰς προοιμίων εὕρεσιν, ὃ καλεῖται τοῦ ἀθρόου πρὸς τὸ μέλλον ὑποδιαίρεσις· γίνεται δέ, ὅταν κακοῦ τινος τολμηθέντος λέγῃς δεῖν τὸν εἰργασμένον δοῦναι τιμωρίαν καὶ διὰ τὸ τετολμημένον καὶ ἵνα μὴ πάλιν τολμηθῇ. δεῖ δὲ τὸ τοῦ ἀθρόου πρὸς τὸ μέλλον ποιεῖν τότε, ὅταν ἢ τὸ μηδεπώποτε γεγονὸς τοῦτο συμβὰν παθεῖν πάλιν φυλαττώμεθα ἢ ὅταν τὸ αὐτὸ πράττηται πολλάκις. τὰ δὲ παραδείγματα σαφεστέραν ποιεῖ τὴν τέχνην· πολλοὶ τυραννοῦσιν ἐκ τοῦ αὐτοῦ γένους, καὶ γράφει τις ἐλαύνειν τὸ γένος· ἐνταῦθα καλλίστην χώραν ἔχει τὸ προοίμιον, ἐὰν λέγωμεν οὕτω ῾ καὶ τῶν γεγενημένων μὲν εἵνεκα τυραννίδων καλῶς ἂν ἔχοι μισοῦντας τὸ γένος τῆς πόλεως ἐκβάλλειν τιμωροῦντας αὐτοὺς ὑπὲρ ὧν [*](185) ἐπάθομεν, οὐχ ἥκιστα δὲ καὶ τοῦ μέλλοντος πρόνοιαν ποιουμένους, ἵνα μὴ τοῖς ὁμοίοις περιπίπτωμεν ἀείʼ. καὶ πάλιν· ἐμίχθη τις ταριχευομένῳ σώματι, καὶ γράφει τις λελύσθαι τὸν τῆς ταριχείας νόμον· καὶ γὰρ ἐκεῖ δυνάμεθα λέγειν ῾ ἵνα μὴ πάλιν γένηταιʼ.

[*](3 καὶ om. Pc 5. 6 ἐξ — εὕρεσιν om. Mr 6 καλεῖται τὸ τοῦ Ac Mr 6.7 [ὑποδιαίρεσις] Spengel 7 τινὸς m. 2 suppl. Vc 8 δεῖ Vδ 9 τολμηθῆι πάλιν V 11 μὴ m.po. supr. ante πα- θεῖν Va 11. 12 φυλαττώμεθα παθεῖν (om. πάλιν) Pc; (πάλιν add. m.2) παθεῖν ⌊πάλαι del. m. 2⌉ φυλαττώμεθα Vc 13 οἷον πολλοὶ Ac 15 ἐκβάλλειν Ac; cf. Aps. l 2 p. 241, 7 Sp. -H. | ἔχει χώραν Pc 16 μὲν om. P 17 εἵνεκεν VcAc 18 αὐτοὺς Ac; αὐτοῖς PVc;? m. 1Ba 21 pr. καὶ om. Ba cf. Herod 2, 89. Demetr. De eloc. 239 | τεταριχευμένωι Ac 21. 22 καὶ γράφει τίς suppl. m. 2Pc)
104
[*](76)

3 Τὰ ἐκ περιουσίας καλούμενα προοίμια ἰδίαν εὕρεσιν ἔχει ἐν ταῖς κατηγορίαις καὶ ἐν ταῖς ἀπολογίαις, σαφῆ δὲ αὐτὰ ἐν ἑκατέροις ποιήσω. ἐὰν γὰρ κατηγοροῦντές τινος φόνου δυνώμεθα λέγειν ὅτι ῾ ἠδυνάμην αὐτὸν καὶ δημοσίων ἀδικημάτων κρίνεινʼ, ἐκ περιουσίας ποιοῦμεν τὸ προοίμιον, κὰν δημοσίων ἀδικημάτων κρίνοντες δυνώμεθα λέγειν ὅτι ῾ ἠδυνάμην αὐτὸν καὶ ἀσεβείας κρίνεινʼ, ἐκ περιουσίας προοιμιαζόμεθα· οἷον ἀριστεύς ἄχειρ προσῆλθε στρατηγῷ δεόμενος τροφῶν, ὃ δὲ εἶπεν ἀχρήστους ἡ πόλις οὐ τρέφειʼ, κατὰ κρημνοῦ ὦσεν ἑαυτὸν ὁ ἀριστεύς, καὶ κρίνεται ὁ στρατηγὸς αἰτίας θανάτου· λέγομεν γὰρ ἐκ περιουσίας ὅτι ῾ ἠδυνάμην αὐτὸν καὶ δημοσίων ἀδικημάτων εἰσαγαγεῖν γραψάμενος, ὅτι κοινὸν εὐεργέτην τῆς πόλεως ἀπώλεσεν᾿. ἢ ἐκεῖνο τὸ πρόβλημα· ἡ ψύη μετὰ τὴν κατάλυσιν τοῦ Πεισιστράτου κρίνεται δημοσίων ἀδικημάτων· λέγομεν γὰρ ῾ ἠδυνάμην μὲν οὖν καὶ ἀσεβείας αὐτὴν γραψάμενος εἰς ὑμᾶς ἀγαγεῖν, ὅτι τὸ σχῆμα τῆς Ἀθηνᾶς ἀσεβῶς ὑπεκρίνατο. — Ἰστέον δέ, ὅτι μικροτέρου [*](77) κρίνοντας δεῖ λέγειν ὅτι ῾ καὶ μείζονος ἠδυνάμηνʼ, μὴ μέντοι μείζονος κρίνοντας λέγειν ὅτι καὶ τοῦ μικροτέρου ἠδυνάμηνʼ· ἄτεχνον γὰρ τὸ τοιοῦτον.

Ἐν δὲ ταῖς ἀπολογίαις εὐκαταληπτότερον τὸ ἐκ περιουσίας [*](2 εὕρεσιν, m. po ὑπόθεσιν, Vc 4 ἀυτὰ suppl. (m. 1 ?) Vc 10 τῶ στρα Ba 11 οὐ suppl. m. po. Pc 1 εἰσ- αγ⌊ω⌉γ⌊η⌉ν γραψά⌊σθαι⌉ Vc 16 ἢ ὡς V (cf. 113, 24) | ἡ φυλή m. 2 mg. Ba, v.l. Dox.; ἡ φύ⌊Ι⌉η Vc 18 γὰρ οὕτως ὅτι Ba | αὐ- τ⌊ὴ⌉ν Pa, (η m. 2 ex ο) Pc; δίκην v. .l.P; δίκην αὐτὴν VcBa; αὐ- τὴν καὶ ἀσεβείας δίκην Ac 20 ὑπεκρίνατο Vc 21 καὶ om. Vc Ac; καὶ τοῦ Ba)

105
μάθημα· πᾶς γὰρ ὁστισοῦν μετὰ τὴν εὐεργεσίαν [*](186) κρινόμενος ἄριστα ποιήσει προοίμιον ἐκ περιουσίας λέγων ῾ ἐγὼ μὲν καὶ γέρας ὑπελάμβανον ἐπὶ τοῖς πεπραγμένοις λήψεσθαι, μή τί γε δὴ καὶ κρίσεις ὑπομενεῖνʼ, οἷον ὁ στρατηγὸς ὁ τὰς τριήρεις νικώμενος καταφλέξας καὶ νικήσας καὶ κρινόμενος δημοσίων ἀδικημάτων, ἢ ὁ ῥίψας ἀπὸ τοῦ τείχους τὴν ἀσπίδα καὶ ἀποκτείνας τὸν πολέμιον. καὶ καθάπαξ ῥᾳδίου τοῦ μαθήματος ὄντος χρειώδους δὲ ἀνθεκτέον.

Τὸ δὲ ἀπὸ καιροῦ καλούμενον προοίμιον ἄφατόν 4 τινα τὴν ὑπερβολὴν τῆς δυνάμεως ἔχει, ἐὰν εὑρεθῇ. ἔστι δὲ τοιοῦτον τῇ δυνάμει, ἐὰν δυνώμεθα τὴν ἀξίωσιν, ἣν εἰσφέρομεν, τρόπον τινὰ ἤδη δεῖξαι καὶ γεγενημένην. ἔστι δὲ αὐτοῦ τὸ τῆς ἰσχύος τοιοῦτον· οἷον ἐφυγαδεύθησάν τινες καὶ ἔκτισαν ἐπὶ τοῖς ὁρίοις τῆς πατρίδος ἑτέραν πόλιν, ἐν ᾤκουν, πολέμου ἐνστάντος ἐκείνοις, ὅθεν ἐξεβλήθησαν, ἐπανελθόντες ἐβοήθησαν αὐτοῖς, ·καὶ γράφει τις αὐτοὺς καταδέχεσθαι· λέγομεν γὰρ ῾ τὸ μὲν δοκεῖν ἐγὼ γράφω τὸ ψήφισμα τήμερον τοὺς πολίτας καταδέχεσθαι, τὸ δὲ ἀληθὲς ἤδη τούτους δεδέγμεθα, ὅτε συμμάχους ὄντας αὐτοὺς κατελθεῖν εἰάσαμεν᾿ . ἀλλὰ καὶ Μεγαρεῖς ἐπὶ τῶν τριάκοντα [*](78) τυράννων ἐκτιθέντων Ἀθηναίων τὰ γένη ἀναιρούμενοι ἔτρεφον αὐτά, καταλυθείσης τῆς τυραννίδος [*](8 ἐν (pro ἐπὶ) Ac 10 om. Vc. 14 καὶ om. Vc 15 αὐτοῦ ex τούτου Vc 16 ⌊τοῖς ὁρίοις, ex τοῦ ὄρους?⌉ Vc 18 cf. 94, 14 20. 21 τήμερον τὸ τοὺς Ba 22 τότε ὅτε ὡς συμμάχους Ba | αὐ- τοὺς ante ὄντας Vc, et ante ὄντας et post 23 εἰάσαμεν Pc 23 ἄλλο, sc. πρόβλημα, Sturm (potius καὶ ἄλλο) | p. 98, 7)

106
ἥκουσιν ἀποδιδόντες τὰ γένη, καὶ ἀξιοῖ τις καθαιρεῖν τὸ περὶ τῶν Μεγαρέων πινάκιον. καὶ ἔτι ἐν τοῖς τὴν πόλιν κατασκάψασι καὶ σπείρασιν αὐτήν· θέλοντες γὰρ αὐτοὺς ἀσεβεῖς ἀποδεῖξαι φαμὲν ὑπὸ τῶν θεῶν ἐληλέγχθαι καὶ πρὸ τῶν ἡμετέρων λόγων, ὅτι εἰσὶν ἀσεβεῖς, ἐξ ὧν ὡς ἐναγεστάτοις οὐδὲ τοὺς καρποὺς ἀνῆκεν ἡ γῆ. καλεῖται δὲ τοῦτο καὶ ἀγχίστροφον [*](187) ἐπιχείρημα.

Τὸ δὲ ἐπὶ τῶν ἐπιπεπλεγμένων προβλημάτων οὐκ ἀναγκαῖον ἐνόμισα προσθεῖναι μάθημα· ἢ γὰρ καλόν ἐστι καὶ τῶν ἐξ ὑπολήψεως ὂν φαίνεται, ἢ προκατάστασις ὂν διηγηματικόν, οὐ προοίμιον εὑρίσκεται.

5 Σύγκειται δὲ πᾶν προοίμιον ἐκ προτάσεως, ἥτις ἐστὶν ἐκ τῶν μαθημάτων εὑρισκομένη τῶν προκειμένων, ἐξ ὧν δή τοι καὶ γίνεται, ἐκ κατασκευῆς, ἐξ ἀποδόσεως, ἥτις ἐστὶν ἀξίωσις, ἐκ βάσεως, ἣ συνάγει τὴν πρότασιν καὶ τὴν ἀπόδοσιν.

Ἐὰν μὲν οὖν θελήσωμεν πολιτικώτερον στῆσαι τὸ προοίμιον, εἰς τὴν ἀξίωσιν ψιλὴν αὐτὸ στήσομεν. ἐὰν δὲ προστιθῶμεν καὶ τὴν αἰτίαν τῆς ἀξιώσεως ἁπτόμενοι [*](1 ἥκουσιν Pa 1. 2 τὸ περὶ τῶν μεγαρέων καθαιρεῖν Ba 2 p. 101, 13 4 ἀσεβεῖς αὐτοὺς Pc | ἐπιδεῖξαι Vc Ac | τοῦ θεοῦ Ba 5. 6 ἀσεβεῖς εἰσίν Pc 9 ἐπὶ Pa, (?m. 1) Pc; κατὰ V, v.l. Pc, W VII 62, 30 11 cf. 109, 3 18 καὶ om. Vc, (m. 2 suppl.) Pa 〈sed in titulo marg. καὶ m. 1Pa〉; cf. 95, 17 14 συνίσταται Ba 15 πρῶτον μὲν ἐκ in lemmate Mr (lectionum l. 17 δεύτερον ἐκ . . τρίτον ἐξ . . 18 τέταρτον ἐκ unum testem Ma novi) 16 ἐκ ⌊II—III⌉ τῶν Pa 18 ἡ ἀξίωσις PaVcBa 20 ἐθελήσωμεν Pc Ac, (ο) Ba)

107
τοῦ πράγματος αὐτοῦ, πανηγυρικωτέρα γίνεται ἡ [*](79) βάσις, καὶ μάλιστα, ἂν μὴ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀπλῶς εἴπωμεν ἀλλʼ ἐπιφωνηματικῶς. ποιεῖ δὲ πανηγυρικὴν τὴν βάσιν καὶ ἡ εὐρυθμία, ἵνα τὸ πανηγυρικὸν ᾖ διπλοῦν, ἢ ἐν τῷ λόγῳ διὰ τὴν εὐρυθμίαν ἐν τῷ νῷ διὰ τὴν ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους φιλοτιμίαν. — Δεῖ δὲ τὸ προοίμιον ἐν μὲν τοῖς πολιτικοῖς ἡρμηνεῦσθαι μακροτέροις τοῖς κώλοις καὶ σχοινοτενέσιν, ἐν δὲ τοῖς παθητικοῖς συνεστραμμένοις καὶ εὐκόλοις μᾶλλον. — Περιβολὴ δὲ αὐτάρκης προοιμίων διπλασιάσαι ὄνομα καὶ διπλασιάσαι κῶλον καὶ προτάσεως ἀπὸ αἰτίας κατασκευή. καὶ ὄνομα μέν, ἂν λέγωμεν «πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν» καὶ «ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας εὐσεβείας καὶ δόξης». [*](98) κῶλον δὲ ὡς ἐν τῷ Κατὰ Ἀριστοκράτους «ὑπὲρ τοῦ Χερρόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς». προτάσεως δὲ ἐξ αἰτίας κατασκευή, ἂν λέγωμεν — πολλαχῇ δὲ δυνάμεθα εἰπεῖν — ῾ τὰ μὲν τούτῳ τετολμημένα λέληθεν ὑμῶν οὐδέναʼ τοῦτο ἡ πρότασις, ἡ δὲ κατασκευὴ ἐξ αἰτίας ἐπεὶ μηδὲ οὕτως ἐστὶ μικρὰ τὰ τετολμημένα, ὡς δύ. [*](80) νασθαι καὶ λαθεῖνʼ. λεκτέον δὲ καὶ ἐπὶ παραδείγματος· [*](2 τὸ VcAc 3 δὲ πολλάκις V, v. l.P 5 διὰ Pa V; κατὰ Pc 6 ἐν τοῖς PVc; εἰς τὰ m. 2Vc; εἰς τὸ AcBa; om. v.l.P 8 ἑρμη- νεύεσθαι Mr 10 εὐκόλοις, ω supra κ (m. po.?), Pa 11 pr. καὶ om. Ba 12 ἀπὸ τῆς Ac; ἐξ Vc Ba | κατασκευή⌊Ι⌉ P; κατασκευήν V; de utra- que lect. cf. Dox. | καὶ om. VcAc | ὀνόματος Ac, v.l.Dox 13 Dem. 18, 1 | ἄνδρες om. VcBa δικασταὶ AcBa | αἰτῶ Ac, m. 1Vc 14 πάσαις ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ Dem. 15 εὐσεβείας τε καὶ V, Dem. 16 κώλων Ac; κώλου v.l. Dox. | Dem. 23, 1 17 ὑμᾶς ἔχειν Pc V | ἀσφαλῶς ὑμᾶς ἔχειν Ba 19 κατασκευὴ Sc; κατασκευὴν PV 20 πεπραγμένα Pc 22. 23 ὡς ⌊μηδὲ del.⌉ δύ- νασθαι (καὶ er.) Vc 22 ἐπὶ ⌊lII⌉ παραδείγματος Vc)
108
πωλοῦσι τὰ τέκνα οἱ νησιῶται, καὶ γράφει τις παρὰ Ἀθηναίοις ἐπανεῖναι τὸν φόρον· ῾ οἷα μὲν οὖν, ὦ Ἀθηναῖοι, πάσχουσιν οἱ νησιῶται κακὰ προφάσει τῶν φόρων, λέληθεν οὔτε ὑμᾶς οὔτε τῶν ἄλλων Ἑλλήνων οὐδέναʼ τοῦτο ἡ πρότασις· ῾ καὶ γὰρ οὐδὲ οὕτως ἐστὶ μέτριον, ὃ τολμῶσι περὶ τὰ φίλτατα, ὥστε λαθεῖν ἐνεῖναι δύνασθαιʼ τοῦτο ἡ κατασκευὴ τῆς προτάσεως· εἶτα ἡ ἀπόδοσις ῾ ὑμᾶς δὲ προσήκει πρόνοιαν ποιουμένους τῆς ὑμετέρας εὐδοξίας ἐπανεῖναι τοῖς ἀθλίοις τὸν φόρον καὶ μηκέθʼ οὕτως ὀχληροὺς καθίστασθαιʼ. ἐὰν μὲν οὖν πολιτικῶς ἐθελήσῃς στῆσαι, οὕτω στήσεις τὴν ἀξίωσιν· εἰ δὲ βούλει, πρόσθες καὶ τὴν τῆς ἀξιώσεως αἰτίαν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα, αὐτὸ λέγω τὸ ἀπʼ ἀρχῆς ἄχρι τέλους γυμνόν· καὶ ἐὰν θελήσωμεν εἰπεῖν τὸ ἀπʼ ἀρχῆς ἄχρι τέλους τολμῶντες ἐπιφωνηματικώτερον, ἔσται καὶ οὕτως πανηγυρικὴ ἡ βάσις ῾ διʼ ὃν ἀναγκαζόμεναι δυστυχοῦσιν ἀπαιδίαν αἱ νῆσοιʼ.