Mirabilia de aquis

Paradoxographus Florentinus

Paradoxographus Florentinus. Paradoxographi Florentini Anonymi Opusculum De Aquis Mirabilibus: Ad Fidem Codicum Manu Scriptorum Ed. Commentario Instructum. Öhler, Heinrich, editor. Tübingen: J. J. Heckenhauer. 1913.

ἐν Συκαμίναις πόλει· λίμνη ἐστίν· ἧς τι ὕδατι οἱ λουσάμενοι ἤ πιόντες ἀπ´ αὐτοῦ, μαδῶσι τὰς τρίχας· τῶν δὲ ἀλόγων ζώων αἱ ὁπλαὶ ἀποπίπτουσιν· ὡς ἱστορεῖ Ἰσίγονος:

Ἡρακλείδης ὁ Ποντικὸς λίμνην ἐν Σαυρομάταις φησὶν εἶναι περὶ ἤν τὰ πετασθέντα τῶν ὀρνέων εἰς αὐτὴν πίπτειν:

ἐν Μακροβίοις Αἰθίοψι κρήνην ἱστορεῖ ἀφʼ ἧς τοὺς λουἘ 145· σαμένους λιπαίνεσθαι:

ἐν Κλειτορίοις δὲ τῆς Ἀρκαδίας κρήνην φασὶν εἶναι· ἀφʼ ἧς τοὺς πίνοντας μισεῖν τὸν οἶνον· ἐπικεχάρακται δὲ ἐπʼ αὐτῆς ἐπίγραμμα τοιόνδε: ἀγρότα σὺν ποίμναις τὸ μεσημβρινὸν ἢν σε βαρύνηι, δίψος ἀνʼ ἐσχατιὰς Κλείτορος ἐρχόμενον, τῆς μὲν ἀπὸ κρήνης ἄρυσαι πόμα· καὶ παρὰ νύμφαις, ὑδριάσι στῆσον πάν τὸ σὸν αἰπόλιον. ἀλλὰ σὺ μήτʼ ἐπὶ λουτρὰ βάληις χροὶ· μή σε καὶ αὔρη πημήνηι τερπνῆς, ἐντὸς ἐόντα μέθης· φεῦγε ὅ ἐμὴν πηγὴν μισάμπελον ἔνθα Μελάμπους λουσάμενος λύσσης, Προιτίδος ἀργαλέης πάντα καθαρμὸν ἔκοψεν ἀπόκρυφον· α γὰρ ἀπʼ Ἄργους οὔρεα τρηχείης ἤλυθον Ἀρκαδίης:

Ἀρίστων δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν τῆι Κίωι πηγὴν φησὶν ὕδατος εἶναι· ἀφʼ ἧς τοὺς πίνοντας ἀναισθήτους γίνεσθαι ταῖς ψυχαῖς· εἶναι δὲ καὶ ἐπὶ ταύτης ἐπίγραμμα τοιόνδε.ῆδεῖα ψυχροῖς ποτοῦ λιβὰς ἢν ἀναβάλλει πηγή· ἀλλὰ νόωι, πέτρος ὁ τῆσδε πιών:

ἐν δὲ Σούσοις τῆς Περσίδος, ὕδωρ εἶναι λέγουσιν· ὅ τῶν πιόντων ἐκπίπτειν ποιεῖ παραχρῆμα τοὺς ἐμπροσθίους ὀδόντας· κεχάρακται δὲ καὶ ἐπὶ ταύτης τὸ ἐπίγραμμα τόδε. ὕδατα ταῦτα βλέπεις φοβερὰ ξένε· τῶν ἄπο χερσὶ λουτρὰ μὲν ἀνθρώποις ἀβλαβῆ ἐστιν ἔχειν· ἤν δὲ βάληις κοίλης ποτὶ νηδύος ἀγλαὸν ὕδωρ ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος,

αὐτῆμαρ πριστῆρες ἐπὶ χθόνι δαιτὸς ὀδόντες πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἔδη:

ἐν δὲ Ἀλιφάνωι τῆς Ἰταλίας φρεάτιόν ἐστι βαθύ· οὐ τὸ μὲν ὕδωρ βλέπεται· ἡλίκον δὲ ἄν τις χαλάσηι σχοινίον, οὐκ ἐφάπτεται τοῦ ὕδατος· ἀλλ᾽ ὑπὸ τινος θείου κωλύεται ὥς φησιν Ἰσίγονος·

Ἄουερνός ἐστι λίμνη ἐν Ἰταλίαι περὶ Κούμας· εἰς ἥν τὰ ἐκ τῆς περικειμένης ὕλης ἐμπίπτοντα φύλλα ἢ κάρφη, ἀφανῇ γίνεται· βυθιζόμενα παραχρῆμα

[Ἀριστοτέλης] ἱστορεῖ κατὰ Καρχηδόνα κρήνην εἶναι ἐλαίου V προσηνεστέραν· ἄν δὲ μή τις ἁγνὸς προσίηι, ἐκλείπειν αὐτήν:

περὶ Γέλαν τῆς Σικελίας ἔστι λίμνη Σίλλα καλουμένη ἐλαχίστη τὸ μέγεθος· ἥτις τοὺς ἐν αὐτῆι λουομένους, εἰς τὸ ξηρὸν ἐκρίπτει ὡς ἀπʼ ὀργάνου τινός· ὥς φησιν Ἀριστοτέλης:

παρὰ τὸν Ἠριδανὸν ποταμόν, ἔστι λίμνη κατὰ τὰς Ἠλεκτρίδας νήσους· ὕδωρ ἔχουσα θερμόν· ὀσμὴν δὲ βαρεῖαν· ἀφʼ ἧς οὐδὲν ζῷον γεύεται:

κατὰ Ἄβδηρα λίμνην Κύστειρον καλουμένην φασὶ τὸ Ξέρξου στράτευμα πῖνον, ἀναξηρᾶναι:

Ἱερώνυμος ἱστόρησεν ἐν τῆι Ναβαταίων χώραι τῶν Ἀράβων εἶναι λίμνην πικράν· ἐν ἦι οὔτʼ ἰχθῦς, οὔτε ἄλλο τι τῶν ἐνύδρων ζῴων γάνεσs θαι: ἀσφάλτου δὲ πλίνθους ἐξ αὐτῆς ἀρέσθαι ὑπὸ τῶν ἐπιχωρίων:

Πύθερμός φησιν· ἐάν τις σκύφον εἰς τὰς τοῦ Στρυμόνος ποταμοῦ δίνας ἐμβάληι, τοῦτὸν εὑρήσει ἐν τῆι περὶ Ἀπολλωνίαν λίμνηι:

Φαέθων φησὶ τὸν ἐν Βοσπόρωι ποταμὸν οὕτως εἶναι ψυχρὸν ὥστε μηδὲν τῶν ζῴων ὑπομένειν αὐτοῦ τὴν ψυχρότητα:

περὶ δὲ Ταρρακίναν τῆς Ἰταλίας φησίν Ἰίγονος λίμνην εἶναι Μυκλαίαν καλουμένην· καὶ παρʼ αὐτῆ: πόλιν ἔρημον· ἧς τοὺς ἐνοικοῦντας στερηθῆναι τῆς πόλεως διὰ τὸ πλῆθος τῶν ὕδρων:

ἐπὶ τῆς ἐν Ἰταλίαι λίμνης καλουμένης μὲν Βηνάκου· οὔσης δὲ τὸ περίμετρον σταδίων φ´, νῆσός ἐστιν οἰκουμένη κατάφυτος δένδρεσιν ἡμέροις ἐπινηχομένη καὶ μεταβαίνουσα πρὸς τὰς τῶν πνευμάτων φοράς: τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν ἑτέραι λίμνηι τῆς Ἰταλίας Κουτιλίαι καλουμένηι γίνεται:

δὲ καὶ λάκκος Οὐαδίμωνος καλουμένη λίμνη οὐ μεγάλη ἐν Ἰταλίαι ὀμοίως ἔχουσα νησία πλείονα πάσηι πνοῆι μετακινούμενα: U

ἡ κατὰ Σάρδεις λίμνη καλουμένη δὲ Κολόη, πληθος μὲν ὄψου πάμπολυ τρέφει· ἔχει δὲ καὶ αὐτὴ νήσους οἰκουμένας πρὸς ἀπάτην· ἐπινήχονται γάρ· καὶ τῆι τῶν ἀνέμων πνοῆι συμμετοικοῦσι· πτηνῶν δὲ τῶν ἐνύδρων τοσοῦτο τρέφει πλῆθος, ὥστε καὶ ταριχεύεσθαι:

τὸ δὲ κατὰ τὴν Σουσιανὴν ὕδωρ, φασὶν εἷναι Μηδείας καὶ πεφαρμάχθαι καυστικοῖς φαρμάκοις· ὅ ῥεῖ μὲν, ἐκ πηγῆς τινος· φυλάσσεται δὲ ὑπὸ τῶν ἐπιχωρίων· ἔχει δὲ δύναμιν τοιαύτην· τὰ γὰρ χρισθέντα ἢ βραχέντα ἐξ αὐτοῦ ζῷα ἢ σκεύη· δειχθέντος μακρόθεν πυρός, πρὸς αὑτὰ ἐπισπᾶται· καὶ παραχρῆμα καίεται· καλεῖται δὲ νάφθα· ἐξενεχθέντα μέντοι τῆς χώρας, ἀπόλλυσι τὴν δύναμιν· ὡς ἱστορεῖ Ἰσίγονος: