Mirabilia de aquis

Paradoxographus Florentinus

Paradoxographus Florentinus. Paradoxographi Florentini Anonymi Opusculum De Aquis Mirabilibus: Ad Fidem Codicum Manu Scriptorum Ed. Commentario Instructum. Öhler, Heinrich, editor. Tübingen: J. J. Heckenhauer. 1913.

ἐν Ποτνίαις περὶ Θήβας, ἐξ ἧς οἱ ἵπποι πίνοντες μαίνονται· ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρωι ἀπίστων:

κρήνη ἐν Κλαζομεναῖς· ἀφʼ ἧς τὰ θρέμματα πίνοντα, τὴν ἐρέαν χρωματίνην ποιεῖ· ὡς ἱστορεῖ ὁ προειρημένος Ἰσίγονος:

κρήνη ἐν Ἰνδοῖς· ἥ τοὺς κολυμβῶντας ἐπὶ τὴν γῆν ἐκβάλλει ὡς ἀπʼ ὀργάνου· ὡς ἱστορεῖ Κτησίας:

ἐν Κρήτηι ὀχετὸς ὕδατός ἐστιν· ὅν οἱ διαβαίνοντες ὕοντος τοῦ Διὸς, ἄβροχοι διαβαίνουσιν ἐφʼ ὅσον ἐν τῶι ὀχετῶι εἰσιν:

ἐν Πέρσαις φασὶν Ἀλεξάνδρωι φανῆναι κρήνην ἐλαίου πληρουμένην αὐτομάτως:

παρὰ Κιλικίαι φασὶν ὕδατος εἶναί τι σὐστημα· ἐν ὦι τὰ πεπνιγμένα τῶν ὀρνέων καὶ τῶν ἀλόγων ζῴων ἐμβραχέντα ἀναζῆν:

ἐν τῆι ἐπὶ Συρακουσῶν ὁδῶι, κρήνη ἐστὶν οὐ μεγάλη· οὐδὲ ὕδωρ πολὺ ἔχουσα· ὄχλου δὲ ἐπελθόντος εἰς τὸν τόπον καὶ ψόφου γινομένου, παρέχει ὕδωρ ἄφθονον ὧς φησιν Ἀριστοτέλης:

κρήνη ἐν Παλικοῖς· ἥτις εἰς ὕψος ἀναρριπτεῖ τὸ ὕδωρ πήχεων ἕξ· ἔμφασιν ποιοῦσα μέλλειν κατακλύζειν τοὺς ὑποκειμένους τόπους· καθόλου δὲ οὐχ ὑπερεκχεῖται οὐδέν ἐπὶ ταύτης οἱ ἐπιχώριοι, τοὺς ὑπὲρ τῶν μεγίστων ὅρκους ποιοῦνται ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρωι ἀπίστων:

Σκότουσαν τῆς Θεσσαλίας κρηνίδιόν ἐστι μικρόν· ὅ τὰ ἕλκη πάντα θεραπεύει καὶ τῶν ἀλόγων ζῴων· εἰς ὅ ἐάν τις ξύλον μὴ λίαν συντρίψας ἀλλὰ σχίσας ἐμβάληι, ἀποκαθίσταται· οὕτως κολλῶδες ἔχει τὸ ὕδωρ ὥς φησιν Ἰσίγονος;

ἐν Λουσίοις τῆς Ἀρκαδίας φησὶν Ἀριστοτέλης κρήνην τινὰ εἶναι. ἐν ἧι μῦς χερσαίους γίνεσθαι· καὶ τούτους κολυμβᾶν ἐν ἐκείνηι τὴν δίαιταν ποιουμένους:

φησὶν Ἰσίγονος ἐν Ἀθαμᾶσι κρήνην εἶναι ἧς τὸ μὲν ὕδωρ ψυ1Sα· χρὸν ὑπάρχειν· τὸ δ´ ὑπὲρ αὐτὸ οὕτως θερμὸν ὑπάρχειν, ὥστε ἄν τις ὑπερθῆ: φρύγανα, παραχρῆμα ἐξάπτεσθαι:

παρὰ Κλειτορίοις ὁ αὐτός φησιν εἶναι κρήνην· ἧς ὅταν τις τοῦ ὕδατος πίηι, τοῦ οἴνου τὴν ὀσμὴν οὐ φέρει:

ὁ αὐτός φησιν ἐν Ἰταλίαι ἐν τω: Ῥεατίνω: ἀγρῶι κρήνην εἶναι Μέντην ὀνομαζομένην ὁμοίαν τῆι προειρημέρνη:

ὁμοίως ἐγγὺς Κόσης ἔστι κρήνη· εἰς ἥν ἐὰν θῆις κεράμιον οἴνου γέμον, ὥστε ὑπερχεῖν τὸ στόμα, παντὸς ὄξους εἶναι δριμύτερον παραχρῆμα ὡς ἱστορεῖ ὁ αὐτός:

Θεόπομπος ἱστορεῖ κρήνην ἐν Χρωψὶ τῆς Θραίκης· ἐξ ἧς τοὺς λουσαμένους παραχρῆμα μεταλλάσσειν:

Ἑλλάνικός φησι παρὰ Μαγνησίαν τὴν ἐπὶ Σιπύλου πηγὴν εἶναι ἀφʼ ἧς τοὺς πίνοντας τὰς κοιλίας ἀπολιθοῦσθαι:

Κτησίας δὲ ἐν Αἰθιοπίαι κρήνην ἱστορεῖ τῶι χρώματι κιννέβαρι παραπλησίαν· τοὺς δὲ πίνοντας ἀπ´ αὐτῆς παραλλάττειν τὴν διάνοιαν· ὥστε καὶ τὰ κρυφίως πεπραγμένα ὁμολογεῖν:

ἐν Ἀραβίαι ἔστιν Ἴσιδος κρήνη· ἥτις κοτύλης οἴνου ἐμβληθείσης κιρνᾶται· καὶ πρὸς τὴν πόσιν εὔκρατος γίνεται· ὧς φησιν Ἀμώμητος

Ἀριστοτέλης Ἄμμωνος κρήνην εἶναί φησιν· ἧς τὸ ὕδωρ μεσημβρίας καὶ μεσονὐκτου γίνεσθαι θερμόν· ὄν φύσει ψυχρότατον: 10

Θεόπομπος ἐν Λυγκήστωι φησὶ πηγὴν εἶναι· τῆι μὲν γεύσει ὅξίζουσαν· τοὺς δὲ πίνοντας μεθύσκεσθαι ὡς ἀπὸ οἴνου: