Gynaeciorum Libri IV

Soranus

Soranus. Sorani Gynaeciorum Libri IV: De Signis Fracturarum De Fasciis Vita Hippocratis Secundum Soranum. Ilberg, Johannes, editor. Leipzig and Berlin: Teubner, 1927.

6 [58]. Τῶν ῥηθέντων αἰτίων τῆϲ δυϲτοκίαϲ ἃ μὲν ἐξ αὐτῶν ἐϲτι καταληπτέα, B δὲ οὕ. λύπη μὲν γὰρ ἂν ὑπερτεταμένη, 〈ἥ〉 χαλᾷ καὶ ἀνίηϲιν, καὶ τὰ ἄλλα ψυχικὰ αἴτια ἐξ ἀνακρίϲεωϲ κατελήμφθη ὡϲ μὴ ϲυνεργοῦντα τῇ εὐτοκίᾳ· κάροϲ δὲ καὶ λήθαργοϲ πρόδηλά ἐϲτι, ἔτι δὲ τούτων ϲημεῖα ἐκ τοῦ περὶ ὀξέων μετάγεται τόπου. ἤδη δὲ καὶ τὸ μέγεθοϲ τοῦ ἐμβρύου δυϲτοκίαν ποιοῦν ϲημειούμεθα ἐκ τοῦ ὄγκου τῆϲ κοιλίαϲ· ἐὰν δὲ προπεϲὸν μὴ κατὰ λόγον κουφίζῃ τὴν κοιλίαν, ὑπο- ληπτέον πολλὰ εἶναι τὰ κυούμενα. ἤδη δὲ καὶ τὰ πλάγια καὶ τὰ προβάλλοντα τὰϲ χεῖραϲ, ἤτοι 〈τὰ παρὰ φύϲιν〉 ἐϲχηματιϲμένα, ταῖϲ καθέϲεϲι τῶν δακτύλων ϲημειούμεθα. * * * αὐτάϲ. ἐὰν γὰρ ζῳόν, ὠδίνει ἡ κύουϲα καὶ ἐντείνεται, θερμὸν τε αὐτῆϲ 〈τὸ ἐπιγάϲτριον εὑρίϲκεται, τῆ δὲ καθέϲει〉 τῶν δακτύλων καὶ αὐτὸ τὸ ἔμβρυον εὐανθὲϲ ὁρᾶται, ἐὰν δὲ ῇ νεκρόν, οὐχ οὕτωϲ ὠδίνει ἡ κύουϲα τό τε ἐπιγάϲτριον αὐτῆϲ ψυχρὸν γίνεται, τῇ 〈δὲ〉 καθέϲει τῶν δακτύλων οὕτε θερμὸν ὑπο- πίπτει τὸ ἔμβρυον οὕτε ἀϲθμαῖνον, ἐάν τε καὶ προπέϲῃ τι μέροϲ. τοῦτο μέλαν καὶ νεκρῶδεϲ εὑρίϲκεται. τὴν δὲ μήτραν πεπονθυῖαν ϲημειούμεθα ἐκ τῆϲ ἁφῆϲ. μετάγοντεϲ τὰ ἐπὶ τῶν παθῶν ῥηθέντα ϲημεῖα· ἐὰν δὲ 〈ἐν〉 τῷ τόκῳ πάϲχῃ, τὰϲ κινδυνευούϲαϲ ἐν τῷ τίκτειν ϲημειούμεθα ἐκ ϲφυτμοῦ, ἐξ ἀναπνοῆϲ, τὰϲ δὲ ἀπολλυμέναϲ ἐκ τῆϲ ἀϲφυξίαϲ καὶ ἐκ τοῦ θανάϲιμα ἔχειν τὰ ϲημεῖα.|

[*](3 δυνάμει] seil. ψυχικὴ et ζωτικὴ, de quibus supra p. 131, 12 sqq. 4 φαμὲν ἐν τῷ περὶ νοϲημάτων τόπῳ ὑπόϲταϲιν μὴ ἔχειν] libri Soranei men- tionen fert falso putat Rose p. 412 11 ἐκ τοῦ περὶ ὀξέων . . . τόπου] cf. quoc docent et huius libri capita muita (cf. ’Gynak d. Sor’ p. 48 sq.) et Sorani Περὶ τῶν ὀξέων παθημάτων Cadio Aurel. interprete 23 sq. τὸ ἐπὶ τῶν παθῶν ῥηθέντα ϲημεῖα] passim scil. in antecedente libri parte p. 106, 2] 107, 1, 127, 25)[*](1 ἀντερείϲαϲ sice ἀντερίϲαϲ Hericerden: ἀντερήϲαϲ P αὐτῷ, seil. De- metrio (cf. supr p. 131 , 8): del. Rose (cf. ‘Ganak. d. Sor.’ p. 83, 2) 2 αὐτὰ Rose ἄρα καὶ del. Ermecins λέγοιτο P. corr. Kind 3 ἡροφί- λουϲ P: corr . Dietz ἐπιτελεϲτικὰϲ scripsi (cf. Stoic. vet. fragm III 123, 22 Arn.) ἐπιτεθι P: ἐπιλεληθυίαϲ Rose ὑποθετικάϲ Ermecins ἐπιθετικάϲ Kalbfleisch. 6 in mg. μθ’ P 8 ἣ add. Rose χαλᾶν P. corr. Dietz 9 καὶ τὰ ἄλλα Er- meris: κατὰ τὸ P ἀνελήμφθη P. corr. Kind 11 ἐκ τοῦ Ermecins: ἐν τῶ P)[*](13 δὲ Rose: γὰρ P: avte ἐὰν γὰρ excidisse nonnulla sumps. Ernierins 15 τὰ παρὰ φύϲιν suppl. Ermerins ἐϲχηματιϲμέναϲ P. corr. Ermecins 10 ἰαϲθ- nam stat. Ermerins γὰρ P. δὲ Rose ζῶον P: fort. ζῶν 17 ἐντείνουϲα P: corresi (cf. supra p. 131, 15): ἐντείνει Rose 11 sq. lacunan suppl. Rose)[*](18 τῶν δακτύλων Rose: τοῦ δακτυλίου P 20 δὲ add. Rose 24 〈ἐν 〉. τῷ τόκῳ Ermerins 25 ἀπολυμέναϲ P: ἀπολουμέναϲ Ermerins)
136

7 [59]. Ἐπἱ τῶν δυϲτοκουϲῶν χρὴ τὸν ἰατρὸν ἐπερωτᾶν τὴν μαῖαν. 〈εἰτε γὰρ〉 διὰ ϲτέγνωϲιν καὶ ϲυναίρεϲιν τῶν διοδευθηϲομένων ὑπὸ τοῦ ἐμβρύου χωρίων εἴτε διὰ ψύξιν τοῦ περιέχοντοϲ ἢ θέρμην εἴτε διὰ ϲκληρίαν τοῦ ϲώματοϲ εἶτε διὰ τὸ κοίλην εἶναι τὴν ὀϲφῦν ἢ φύϲει μικρομεγέθη τὴν ὑϲτέραν ἡ πρόωρον ϲύλληψιν ἢ πιμελῆϲ βάροϲ ἢ θλίβονταϲ ὄγκουϲ ἢ λύπην ἢ φόβον ἢ τραχήλου ϲκολίωϲιν ἢ φλεγ- μονὴν ἢ ξηραϲίαν ἢ ὁποιανδήποτε πρόφαϲιν ἄλλην, τῇ ἀνέϲει καὶ τῷ χαλάϲματι δεῖ πρῶτον ϲυνεργεῖν καὶ μήτε εὐθέωϲ ἐγχειρεῖν τῇ χειρουρ γίᾳ μήτε ἐπὶ πολὺ ϲυγχωρεῖν τῇ μαίᾳ διαϲπαράττειν τὴν μήτραν. εἰ μὲν οὖν διὰ τὸ κοίλην ἔχειν τὴν ὀϲφὺν τὴν τίκτουϲαν ἡ δυϲτοκία γίγνοιτο, ϲχηματίζειν αὐτὴν χρὴ ἐπὶ τὰ γόνατα, ἵνα ἡ ὑϲτέρα μετα- πεϲοῦϲα εἰϲ τὸν κατὰ τὸ ἐπιγάϲτριον τόπον κατ’ εὐθ ϲχηματιϲθῇ τῷ τραχήλῳ· ὁμοίωϲ δὲ καὶ τὰϲ πιμελώδειϲ καὶ καταϲάρκουϲ ϲχηματιϲτέον. εἰ δὲ τὸ ϲτόμιον τῆϲ ὑϲτέραϲ μέμυκε, τοῖϲ λιπάϲμαϲι μαλάϲϲειν καὶ ἀναχαλᾶν, ἤγουν ἐγχυματίζειν ϲυνεχῶϲ ἐλαίῳ γλυκεῖ τε καὶ θερμῷ ἢ ϲὺν ἀφεψήματι τήλεωϲ ἤ μολόχηϲ ?? λινοϲπέρμου, ποτὲ δὲ καὶ τῶν ψῶν 〈τῷ λευκῷ〉· οὔτω γὰρ παρηγορεῖται εἰϲ ἄνεϲιν μὲν τὸ θλῖβον, νοτίζεται δὲ εἰϲ ὄλιϲθον τὸ δυϲοδοῦν. μετὰ δὲ ταῦτα καὶ καταπλάϲ- ϲειν λινοϲπέρμῳ ἢ τήλει δι’ ἐλαίου καὶ ὑδρομέλιτοϲ τὸ ἐφήβαιον, ἐπι- γάϲτριον, ὀϲφύν, ἐγκαθίζειν τε λιπαρῶϲ ἢ πυριᾶν διὰ ϲπόγγων ῥάκεϲιν ϲυντόμωϲ ἀφαρπαζομένηϲ τῆϲ ὑγραϲίαϲ. ταῖϲ δὲ ἐν ὀδύνη καὶ κύϲτειϲ ἐπιβάλλειν ἐλαίου θερμοῦ 〈πλήρειϲ〉 ἤ μαρϲίπουϲ ὠμὴν λύϲιν θερμὴν ἔχονταϲ· εἰ δὲ μή, καὶ διὰ φορείου κινεῖν ἐν ἀέρι ϲυμμέτρωϲ θερμῷ μετεωροτέραν τὴν κεφαλὴν ποιήϲαντεϲ τῆϲ καμνούϲηϲ, λεληθυῖα γὰρ κίνηϲιϲ ὑπομιμνἡϲκει τὴν ἔκκριϲιν. ἔνιοι δὲ καὶ καταϲειϲμοὺϲ εὐτόνουϲ παρέλαβον. οἱ μὲν γὰρ μετεωρίϲαντεϲ τοὺϲ περὶ τὴν κεφαλὴν τῆϲ κλίνηϲ πόδαϲ, τὴν δὲ κάμνουϲαν διὰ κηρίαϲ ἐν τοῖϲ ἐνηλάτοιϲ τῷ [*](1sq. [1] cf. Aet. XVI 22, Paul. III 76; Must. II cap. XVIII 28 οἴ μέν] cf. Hipp. De morb mul. I 68 (VIII 142 sq. L.)) [*](3 in mg. ιν’ P 4 εἶτε γὰρ add. Rose, εἴτε Dietz. Plura excidisse opinor, ut εἴτε γάρ δυϲτοκία γίνεται 5 περιέχοντ |. corr. Deitz 6 ϲκληρίαν τοῦ ϲώματοϲ] ‘duritia corporis infantis’ Must. p. 81 , 17 falso) [*](κοινὴν P: corr. Dietz 9 ὅλην suprascr. P τὴν ἄνεϲιν P: corr. Dietz 11 post μήτε add. μὴν Aet. διαϲπαράττει P: corr. Dietz 17 ἀναϲχαλᾶν P: corr. Dietz 18 ἀποψὴματι P: corr. Dietz τῶν del. Ermcrins 19 τοἶϲ λευκοῖϲ add. Aet.: τῷ λευκῷ Ermcrins (cf. supra p. 80, 19)) [*](οῦτε P: cor:. Dietz ἀνάνεϲιν P: corr. Dietz 21 τὸ om. Paul., del. Ermerins 22 ἐγκοθίζει P. corr. Dietz λιπαροῖϲ Rose 23 ἀπαρπαζο- μένηϲ P: corr. Dietz κύϲτει P: corr. Rose: κύϲτιν Ermcrins post κύϲτειϲ πλήρειϲ add. Rose (πλήρη Ermcrins , post θερμοῦ ego 24 ἢ Ermcrins : καὶ P μαρϲίπου τι P: corr Rose: ‘sacellis Must. p. 82, 6 ψμὴ λύϲει P: corr. Dietz 27 ὑπομνήϲκει P: corr. Dietz 29 δἐ P: τε Rose ὁνηλά- τοιϲ P. corr. Dietz)

137
θώρακι προϲκαταλαβόντεϲ προϲέταξαν ὑπηρέτῃ τὰ πρὸϲ τοῖϲ ποϲὶ τῆϲ κλίνηϲ μέρη διὰ χειρῶν ἐπαίρειν τε καὶ ἀφιέναι κατὰ τοῦ ἐδάφουϲ, 〈οἱ δὲ〉 τὸ κλιμάκιον ἐδοκίμαζον, οἱ δὲ περιπατεῖν ἠνάγκαζον, οἱ δὲ κλίμακαϲ ἀναβαίνειν καὶ καταβαίνειν, οἱ δὲ κατόπιν ϲτάντα τινὰ τῆϲ τικτούϲηϲ καὶ ὑποβαλόντα ταῖϲ μαϲχάλαιϲ τὰϲ χεῖραϲ ἐξὰροι [ἤ] καὶ. εὐτόνωϲ καταϲεῖϲαι. πάνταϲ δὲ τούϲ τοιούτουϲ καταϲειϲμοὺϲ ἀπο- δοκιμαϲτέον, πληττομένη γὰρ ἡ μήτρα ῥήξειϲ καὶ ϲυμπαθείαϲ ἐπιφέρει. χρηϲτέον δὲ τοῖϲ ἔμπροϲθεν ὑποδειχθεῖϲιν καὶ τὴν μὲν ὠδίνουϲαν ἐπι θαρρεῖν παραινετέον ὡϲ ἐν ἀκινδύνῳ τυγχάνουϲαν, τὴν δὲ ἄπειρον ὠδίνων διδακτέον ἐντόνωϲ μάλιϲτα τὸ πνεῦμα κατέχειν καὶ πρὸϲ τὴν λαγόνα ϲυνωθεῖν, τὴν δὲ λειποθυμοῦϲαν τοῖϲ ἀπλήκτοιϲ 〈ὀϲφραντοῖϲ〉 ἀναληπτέον, τὴν δὲ ἄτονον μὲν διὰ μακρὰϲ ἀϲθενείαϲ βραχέοϲ κουφι- ϲμοῦ παρεμπεϲόντοϲ θρεπτέον ὀλίγῃ καὶ ἁπλῇ τροφῇ (οἷον ἄρτῳ, ϲικύῳ πέπονι, ἀλφίτῳ νενοτιϲμένῳ, μήλῳ, πᾶϲι τοῖϲ παραπληϲίοιϲ)· φόβοϲ γάρ ἐϲτι μὴ διὰ τὴν ταραχὴν ἡ πλείων φθαρῇ καὶ μετα- βάλῃ. τούτων οὖν γενομένων εἰ τὸ μεμυκὸϲ διὰ τῶν μαλακτικῶν καὶ λιπαϲμάτων ἀνέῳγεν, καὶ ἀπευθύνειν τὸν τράχηλον, εἰ ϲκολιόϲ ἐϲτιν, παραϲτέλλειν δὲ μετὰ λιπαϲμοῦ τὸν ὄγκον, εἰ παρακείμενοϲ εἴη, εἰ δὲ μή, διὰ χειρουργίαϲ ἐκκόπτειν, εἴτε θύμοϲ ἐϲτὶν εἴτε κόνδυλοϲ ἀπὸ ἐπαναϲτάϲεωϲ εἴτε διαφράττων ὑμὴν ἢ ϲαρκὸϲ περίφυϲιϲ ἢ ἄλλο τι τῶν τοιούτων ἐμποδίζον. περιττωμάτων δὲ κατεχομένων ἐκβάλλειν ϲκύβαλον διὰ κλυϲτῆροϲ ὑδρελαίου ἤ ὑδρομέλιτοϲ ἐνεθέντοϲ, τὸ δὲ οὖρον κομιϲτέον διὰ τοῦ καθετῆροϲ, εἰ πεπληρωμένη ἡ κύϲτιϲ οὔρου εἴη. λίθου δὲ αἰτίου ὄντοϲ ἐϲφηνωμένου διώϲαϲθαι χρὴ τὸν λίθον καθετῆρι ἐκ τοῦ τραχήλου τῆϲ κύϲτεωϲ καὶ εἰϲ τὸ κύτοϲ ἀπωθεῖν. χόριον δὲ μὴ ἀναϲτομούμενον κατιάδι προϲεχόντωϲ διαιρεῖν τῷ δακτύλῳ προκοιλαίνοντά τι μέροϲ· προεκκεκριμένου δὲ τοῦ ὑγροῦ διὰ κλυϲτη- ριδίου τι τῶν λιπαρῶν ὑγρῶν εἰϲ τὸν γυναικεῖον ἐνιέναι κόλπον.

[*](3 οἱ δὲ τὸ κλιμάκιον ἐδοκίμαζον] cuius rationis Cuidus medici auctores crant (cf. Hipp. De inorb. mul. II 144 ; VIII 318, 5 L.I, ex quibus nominatur Ermcrins infra p. 144, 23 sqq.; 149, 11)[*](1 ὑπηρετεῖ P: corr. Rose (αἴρειν δ’ ἐξ ἑκατέρου ποδὀϲ ἄνδρα τῇδε καὶ τῇδε (Ηipp. VIII 144, 12 L.): ὑπηρέτιδι Dietz 2 ἐπερεῖν P: corr . Dietz τοὺϲ ἐλάφουϲ P: corr. Dietz 3 oἰ δὲ add. Ermcrins 5 ὑπολαβόντα P. corr. Ermcrins ἐξέραι P: corr. Dietz ἢ del. Ermcrins 7 ῥήξειϲ Rose: πλήξειϲ P 9 παραινεκτέον P. corr:. Dietz 10 ἐν τοῖϲ τόποιϲ P: corr. Rose ex Paulo III 76 (ubi εὐτόνωϲ Heiberg) 11 ὀϲφραντοῖϲ add. Rose ex Paulo)[*](12 post ἀναληπτέον quac ehibet P οῖον ἄρτῳ . . . παραπληϲίοιϲ suo loco (13 sq.) atiribuit Rose absonum verborum ordinem testatur iam: Mustio p. 83, I)[*](13 ὀλίγου P: corr. Dietz 14 νενοτιϲμένοιϲ P. corr. Rose 15 ἢ πλείω P: corr. Reihold 〈ἢν〉 καὶ Ermcrins 15 sq μεταβάλῃ Kalbflesch: μετα- λἀβη P ἤν πλείω μεταλάβῃ καὶ φθαρῇ Rose 16 γενομένων Ermcrins γιν. P)[*](16 sq. διὰ τῶν μαλακτ. καὶ λιπαϲμ.] cf supra I. 130, 16 sqq. 17 ἀνοίγειν καὶ P: ὰνέψγε, δὲ Rose 19 sq. ἀπὸ ἐπαν. del. Ermcrins (cf. Aet. p. 155, 23 Z. κονδύλωμά ἐϲτι ϲτολίδοϲ ἐπανάϲταϲιϲ) 20 ἐπαναϲτάϲειϲ P: corr . Dietz 21 〈τὸ〉 ἐμπ. Kind τῶν περίττωμα P. corr. Dietz ἐκβαλεῖν P. corr. Rose)[*](22 ϲκυβάλων P: corr. Diete 24 διῶϲαι Ermcrins διώϲαντα Rose delens καὶ v. 25: διώϲαϲθαι item Aet. p. 29, 9 Z. 20 κατιαδεῖ P: κατιὁδι δεῖ Dietz)[*](27 προϲκοιλαίνοντα P: corr. Ermcrins)
138

8 [60]. παρὰ φύϲιν δὲ ἐϲχηματιϲμένου τοῦ ἐμβρύου τὸν κατὰ φύϲιν ἀποδιδόναι ϲχηματιϲμόν. καὶ εἰ μὲν ἐπὶ κεφαλὴν ἐνεχθὲν παρεγκέκλιται, καθεῖναι τὴν εὐώνυμον χεῖρα λελιπαϲμένην (ὠνυχιϲμέ- νων τῶν ἄκρων εἰϲ τὸ μὴ νύϲϲειν ἐκτεταμένων τῶν δακτύλων 〈και〉 κατὰ τὰϲ ῥᾶγαϲ ϲυμβεβλημένων ἀλλήλοιϲ μειούρου χάριν ϲχηματιϲμοῦ εἰϲ τὸ ἀϲκυλτότερον τῆϲ καθέϲεωϲ) 〈καὶ〉 καθ’ ἔν καιρὸν φυϲικῶϲ τὸ τῆϲ ὑϲτέραϲ διαϲτέλλεται ϲτόμιον (εἰϲ τὸ μὴ ϲυνιόντοϲ αὐτοῦ καὶ ϲυϲτελ λλομένου μετὰ ϲκληρᾶϲ ἀντιβάϲεωϲ γίνεϲθαι τὴν ἔνθεϲιν], τοῦ ἐμβρύου λαβόμενον κατ’ εὐθὺ τοῦ ϲτόματοϲ τῆϲ ὑϲτέραϲ παράγειν αὐτὸ ϲυνεργοῦντα τῇ μεταθέϲει καὶ διὰ τῆϲ ἀκολούθου κατακλίϲεωϲ. ἑπὶ γὰρ τὸ ἀντικείμενον μέροϲ ἐϲχηματίϲθαι δεῖ τὴν κάμνουϲαν, ἐπὶ δεξιὰν μέν, εἰ τύχοι, πλευρὰν εἰϲ τὰ εὐώνυμα τοῦ ἐμβρύου παρεγκεκλι- κότοϲ, ἐπὶ δὲ τὴν ἀριϲτερὰν ἐπὶ τὰ δεξιὰ τοῦ ἐμβρύου τὴν ὁρμὴν λαβόντοϲ, ὑπτίαν δὲ κατωφερῆ τὴν θέϲιν ἔχουϲαν εἰϲ τὰ ἔμπροϲθεν καὶ ὡϲ πρὸϲ τὸ ἐπιγάϲτριον τοῦ βρέφουϲ παρεγκλίναντοϲ, πρηνῆ δὲ ἐπὶ γονάτων εἰϲ τὰ ἐνδον καὶ ὡϲ ἐπ’ ὀϲφὺν τοῦ ἐμβρύου παρεγκλί- ναντοϲ. εἰ δὲ καὶ μετὰ ϲφηνώϲεωϲ γέγονεν ἡ παρέγκλιϲιϲ, ἀναβιβά- ζειν πρότερον τὸ ἔμβρυον καὶ μετεωρίζειν, ὥϲτε ἀπὸ τοῦ ϲτομίου τῆε ὑϲτέραϲ ἀποϲτῆναι, καὶ οὕτωϲ ἀπευθύνειν. εἰ δὲ καὶ χεῖρα προβέβλη- κεν, μὴ ἐπιϲπἅϲθαι λαβόμενον αὐτῆϲ (μᾶλλον γὰρ ἐπιϲφηνοῦται προϲ- ανακλωμένηϲ ἢ ἐπινευούϲηϲ τῆϲ κεφαλῆϲ ἢ ἔξαρθρον γίνεται, ποτὲ δὲ 〈καὶ〉 ἀπορρήγνυται), 〈ἀλλὰ〉 κατὰ τοῦ ὤμου τοὺϲ δακτύλουϲ ἄκρουϲ ἐπερείϲαντα προανωθεῖν αὐτὸ κάν τῷ κύτει γενόμενον ἀπευθύνειν κάμ- ψαντα τὸν ἀγκῶνα καὶ οὕτωϲ πλευρᾷ τε καὶ μηρῷ παρατείναντα τὴν χεῖρα πρὸϲ τὸ ἀπαραπόδιϲτον τῆϲ ἀποτέξεωϲ. εἰ δὲ ἀμφοτέραϲ προ βέβληκεν τὰϲ χεῖραϲ, κατὰ τῶν δυοῖν ὤμων ἄκρουϲ ἐρείϲαντα τοὺϲ δακτύλουϲ ἀνωθεῖν αὐτὸ κἄπειτα τοὺϲ βραχίοναϲ ἀπώϲαντα, κάμψαντα. δὲ τοὺϲ ἀγκῶναϲ ἐπὶ πλευρὰν 〈καὶ〉 παρατείναντα τὰϲ χεῖραϲ τοῖϲ μηροῖϲ [καὶ] τοῦ κεφαλίου λαβόμενον ἐξέλκειν ἠρεμαίωϲ. εἰ δὲ μικροῦ τοῦ κεφαλίου τυγχάνοντοϲ τὰϲ δύο προβέβληκε χεῖραϲ, ἀπευθύνειν μὲν τὸ κεφάλιον ἀνακεκλαϲμένον, ϲυλλαμβανόμενον δὲ τῶν χειρῶν ἐπι- ϲπᾶϲθαι· διὰ γὰρ τὴν μικρότητα τοῦ κεφαλίου ϲφήνωϲιϲ ἐνιάκιϲ οὐ γίνεται. εἰ δὲ ἐπὶ πόδαϲ ἐνεχθὲν παρεγκέκλικεν εἰϲ τι μέροϲ, μετ- ἀκτέον αὐτὸ καὶ ἀπευθυντέον τῷ ἐπὶ κεφαλὴν παραπληϲίωϲ. εἰ δὲ τὸν [*](3 καθῆναι P: corr. Dietz 4 καὶ add. Ermcrins 5 τοὺϲ ρώγαϲ P. corr. Ermcrins μυούρου P ϲχηματιϲμὸν P. corr. Detz 6 καὶ addidi) [*](7 ϲυνιέντοϲ P: corr. Dietz 9 post ἐμβρύου add. δὲ Rose 14 ὑπτία P corr. Dietz 14— 17 εἰ. τὰϲ ἔνδων· καὶ ψϲ ἐπ’ ὸϲφὺν τοῦ ἐμβρύου παρεγκλίνον- τοϲ (sic)· πρινὴ δὲ ἐπὶ γονάτων εἰϲ τὰ ἔμπροϲθεν· καὶ ὠϲ πρὸϲ τὸ ἐπιγάϲτριον τοῦ βρέφουϲ παρεγκλίναντοϲ P: ordiem turbatum restit. Ermcrins 16 τὰ ἐνδὸν Dietz παρεγκλίναντοϲ Ermerins 22 καὶ ex Paulo add. Rose ἀλλὰ spplevi ex Paulo τοὺϲ ὤμουϲ P: corr . Rose coll. P al. ἄκρωϲ P: corr. Ermcrins 23 ἐπερίϲανταϲ P: corr. Ermcrins 24 πλευρὰν P: corr. Dietz παρατείνανταϲ P: corr:. Ermcrins 26 ἀκρωϲ ἐρείϲανταϲ P. corr. Ermcrins 28. 29 καὶ transp. Rose 29 ἡρέμα· ὠϲ P : corr. Rose 30 ἀνευθύνειν P: corr. Ermcrins 31 ϲυλλαμβανομένων Ermcrins 34 ἐπευθυντέον P: corr. Ermcrins)

139
ἕτερον πόδα προβέβληκε, πάλιν μὲν οὐ δεῖ τούτου λαβόμενον ἕλκειν (μᾶλλον γὰρ ϲφηνοῦται τὸ ἔμβρυον τοῦ ἑτέρου ϲυγκαμπτομένου), τούϲ δακτύλουϲ δὲ ἄκρουϲ κατὰ τὸν 〈τοῦ〉 περιναίου τόπον ἐρείδειν καὶ εἰϲ τὸ κύτοϲ ἀπωϲάμενον αὐτὸν τῆϲ μήτραϲ, εἴτα καθέντα τὴν χεῖρα τὸ ἕτερον ϲκέλοϲ ἁπλοῦν καὶ τῷ ἑτέρῳ παρεκτείνειν. 〈εἰ〉 δὲ τοὺϲ δύο πόδαϲ προβέβληκεν τῆϲ ἑτέραϲ χειρὸϲ ἀνακεκλαϲμένηϲ ἢ καὶ τῶν δυοῖν, πάλιν ὡϲαύτωϲ ἀνωθεῖν τὸ ἔμβρυον καὶ τὰϲ χεῖραϲ καταϲτέλλειν. εἰ δὲ διαϲτῆϲαν τοὺϲ πόδαϲ διαφόροιϲ μέρεϲι τῆϲ ὑϲτέραϲ ἐνήρεικεν, ζευγνύειν τούττϲυϲ 〈καὶ〉 κατ’ εὐθὺ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ τάϲϲειν. εἰ δὲ ἐπὶ γόνατα τὴν ὁρμὴν εἶληφεν, ἀνωθεῖν αὐτὸ καὶ οὕτωϲ τῶν ϲκελῶν ἁπλωθέντων ἐπὶ πόδαϲ ἐξέλκειν. εἰ δὲ ἐπὶ πυγὴν ἐνήνεκται, καὶ τοῦτο ἀναβιβάζειν, εἶτα τὰ ϲκέλη ἐξαπλοῦν, τὰϲ χεῖραϲ δὲ παρα- τείναντα τοῖϲ μηροῖϲ ἐπὶ πόδαϲ ἐξέλκειν. εἶτα πλάγιον ἐπικείμενον, εἰ μὲν πρηνὲϲ 〈ἤ〉 ὕπτιον, πράωϲ αὐτὸ διὰ τῶν δακτύλων ἐπὶ πλευρὰν ϲτρέφειν, ὅπωϲ εἰϲ κάθεϲιν τῇ χειρὶ γένηται τόποϲ. εἰ δὲ αὐτόθεν ἐπὶ πλευρὰν ἐϲχηματιϲμένον ὑπάρχει, παρενείραντα τὴν χεῖρα πράωϲ ἀνατρέπειν αὐτό , πλὴν ἀνίϲου μὲν τοῦ πλαγιαϲμοῦ τυγχάνοντοϲ κατὰ τὰ μᾶλλον ἀποκεκρυμμένα τοῦ ϲώματοϲ * * ὁ κατὰ τοὺϲ πόδαϲ· ἀμεί- νων γὰρ ὁ ἐπὶ κεφαλὴν ϲχηματιϲμὸϲ προδιοδευθέντων τῶν πλατυτέ- ρων, μὴ προϲανακλωμένων τῶν χειρῶν. εἰ δὲ διπλοῦν εἴη τὸ ἔμβρυον, ἄνω μὲν τοῦ διπλώματοϲ ὑπάρχοντοϲ, ἐξ ἴϲου δὲ τῶν ἄκρων ἀλλήλοιϲ παρακειμένων, ἁπλοῦν αὐτὸ προανωθοῦντα τούϲ κατὰ ϲκέλη τόπουϲ· ἀνίϲου δὲ τοῦ διπλώματοϲ ὄντοϲ ϲτρέφειν αὐτὸ πρῶτον καὶ τὸ δί- πλωμα πρὸϲ τὸν πυθμένα ποιεῖν, εἶτα ἁπλοῦν ἀνατρέποντα, καθάπερ εἰρήκαμεν. εἰ δὲ πλέονα τοῦ ἑνὸϲ ἐμβούου καταφέροιτο, πάλιν ἀνωθεῖν αὐτὰ καὶ ἀνατρέπειν ὡϲ ἐπὶ τὸ κύτοϲ καὶ καθ’ ἕν κομίζεϲθαι. πάντα δὲ ποιεῖν ἠρέμα καὶ ἀπεριθλάϲτωϲ καὶ ϲυνεχῶϲ ἐλαιοχυτοῦντα τοὺϲ τόπουϲ, ὥϲτε καὶ τὴν κύουϲαν ἀϲυμπαθῆ καὶ τὸ κυούμενον ϲῶον δια- φυλάξαι· πολλὰ γὰρ οὕτωϲ δυϲτοκηθέντα βιώϲαντα βλέπομεν.

[*](1 τοῦτον P: corr. Ermcrins 3 τὸν περιιὸν κίου (ν κιο tenuioribus litt) P: τὸν τοῦ περιναίου Ermcrins ‘ad ingina infatis’ Must. (legebat uisi fallor περὶ τὸν τοῦ νέου τόπον) 4 αὐτὸν scripsi ( ‘cum’ Must.): ἀπὸ P del. Ermcrins τὰϲ χεῖραϲ P: corr. Ermcrins 5 εἰ add. Dietz. 8 ἐνήρεικεν scrpsi (cf. Ϲroemert, Memor. Graec. Hercut. p. 206, 4): ἐνεἰρήκει P: ἐνερἡρεικε Rose : ἐνερείδει Ermerins 9 ζευγνύοντα Rose καὶ add. Dietz 10 ἄνωθεν P: corr. Dietz 12 τοῦτο] fort. τότε 14 ἢ add. Ermcrins (‘vel’ Must.) 16 παρενέραντα P. corr. Dietz 18 lacanam indicavi. Sensum cognascere licet c Mustiona (p 88, 19 sqq: ‘st quiten ab omnibus melior descensus per capucel intecnitur sed sed si pedes fuerint proximtiores, ipos adprehmdat et sic addicere conetur’. ὁ κατὰ τοὺϲ πόδαϲ (del. Rose)[*](ἀμείνουϲ P. corr. Dietz 19 δὲ fro γὰρ Rose 20 πραϲαναπλωμέ- νων P: corr. Ermcrins 22 ἁπλοῦντεϲ P. corr . Rose: ἁπλοῦμεν Ermcrins)[*](πρὸϲἀνωθοῦντεϲ P: corr. Ermcrins et Rose 25 πλέον P: corr. Er- merins ἄνωθεν P: corr. Dietz 26 καὶ ante καθ’ ἕν scripsi: ἢ P. εἰτα Ermcrins)
140

9 [61]. Εὶ δὲ μὴ ἐπακούοι πρὸϲ τὴν διὰ τῶν χειρῶν ἐφολκὴν διὰ μέγεθοϲ ἢ νέκρωϲιν ἢ καθ᾿ οἱονδηποτοῦν τρόπον ϲφήνωϲιν, ἐπὶ τοὺϲ εὐτονωτέρουϲ τρόπουϲ δεῖ μετελθεῖν, τὸν τῆϲ ἐμβρυουλκίαϲ καὶ τῆϲ ἐμβρυοτομίαϲ· καὶ γὰρ εἰ τὸ κυηθὲν διαφθείρει, τὴν κυοφοροῦϲαν τηρεῖν ἀναγκαῖον. διόπερ τὸν μὲν ὑποκείμενον δεῖ προλέγειν κίν- δυνον πυρετῶν ἐπιγινομένων καὶ νευρικῆϲ ϲυμπαθείαϲ, ἔϲθ᾿ ὅπου δὲ καὶ φλεγμονῆϲ ὑπερβαλλούϲηϲ, καὶ γάγγραιναν μάλιϲτα ὑποφαίνειν ὀλίγαϲ ἐλπίδαϲ ἔχειν (ἐφ᾿ ἧϲ ἔκλυϲιϲ, περιίδρωϲιϲ, περίψυξιϲ, ϲφυγμῶν ὑπόδυϲιϲ, πυρετὸϲ ὀξύϲ, παρακοπή τε καὶ ϲπαϲμόϲ)· μὴ ἀφίϲταϲθαι δὲ ὅμωϲ βοηθείαϲ. 〈δεῖ τοίνυν ἐπὶ κλίνηϲ〉 πᾶϲαν ϲχηματίζειν καταφερῶϲ ἀντιβατικώτερον ἐϲτρωμένηϲ ὡϲ μὴ πρὸϲ τὸ εἴκον ἐνδιδόναι τὴν ὀϲφύν, διεϲτώτων δὲ τῶν μηρῶν καὶ ϲυνηγμένων πρὸϲ τὸ ἐπιγάϲτριον τῶν ποδῶν ἐπὶ τοῦ ἐνηλάτου ϲτηρίζειν. εἶτα ἑκατέρωθεν δι᾿ ὑπηρετῶν τὸ ϲῶμα κατέχειν [ἢ γυναῖκεϲ ἔμπειροι καὶ ἰϲχυραὶ ἑκατέρωθεν]· εἰ δὲ μὴ παρείηϲαν, διὰ κηρίαϲ τῷ κλινιδίῳ τὸν θώρακα προϲκαταλαμβάνειν, ὥϲτε μὴ πρὸϲ τοὺϲ ἐπιϲπαϲμοὺϲ τοῦ ἐμβρύου ϲυνεπακολουθοῦν τὸ ϲῶμα τῆϲ καμνούϲηϲ τὸν τῆϲ ὁλκῆϲ τόνον ὑπεκλῦϲαι. καθίζειν δὲ αὐτὸν ἄντικρυϲ ὀλίγον ταπεινότερον πρὸϲ τὸ τὰϲ χεῖραϲ ἐπ᾿ ἵϲηϲ τοῖϲ. ποϲὶν τῆϲ καμνούϲηϲ ὑπάρχειν, καὶ παραϲτελλομένων τῶν πτερυγω- μάτων ἑκατέρωθεν δι᾿ ὑπηρετῶν πάλιν τὴν εὐώνυμον χεῖρα (διὰ τὸ καὶ προϲηνεϲτέραν εἰναι τῆϲ δεξιᾶϲ καὶ μετ᾿ εὐπρεπείαϲ εὐεργεϲτέραν καθίεϲθαι) ϲυνηγμένων κατὰ κορυφὰϲ είϲ μείουρον τῶν δακτύλων καὶ λελιπαϲμένων καθιέναι [καὶ] διεϲτῶτοϲ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, εἰ δὲ μή, θλίψεϲιν καὶ ϲυνεχέϲιν ἐλαιοχυτήϲεϲιν προαναχαλαϲθέντοϲ. ἔπειτα πειρᾶϲθαι τὸ παρεγκεκλικόϲ, εἰ | δυνατὸν, ἀπευθύνειν καὶ ζητεῖν τόπον εἰϲ κατάπαρϲιν ἐμβρυουλκοῦ πρὸϲ τὸ μὴ ἐκπεϲεῖν ῥᾳδίωϲ.

10 [62]. ἐπιτήδειοι δὲ πρὸϲ καταπαρμὸν τόποι τῶν μὲν ἐπὶ κεφαλὴν ὀφθαλμοὶ καὶ ἰνίον καὶ ϲτόμα πρὸϲ οὐρανίϲκον καὶ κλεῖδεϲ [*](1 III] cf. Aet. XVI 23 (φιλουμένου〉: PauI. VI 74; Must. II cap. XIX 26—30) [*](1 cf. ad v. 11 2 ἐπολκὴν P: corr. Dietz 4sq. καὶ 〈τὸν〉 τῆϲ Rein- hold 5 διαφθείρει, scil. ὁ τρόποϲ: διαφθείρειϲ Ermerins διαφθείρεται Rose) [*](6 ἐπικείμενον P: corr. Ermerins 8 γάγγραινα P: corr. Rose 11 post βοηθείαϲ sit. να′. Περὶ ἐμβρυοτομίαϲ· καὶ ἐμβρυουλκίαϲ P Προϲήκει τὸν ἰατρὸν . . . μᾶλλον κατάρροποϲ (p. 113, 11 — 21 D.) Aetiana p. 30, 13 —23 Z. ex Philumeno δεῖ eqs. suppl. Rose 15 ἢ γυναῖκεϲ . . . ἑκατέρωθεν seclusi ex Aet. (p. 30, 24sq. Z.) desumpta: ἢ γυναικῶν ἐμπείρων καὶ ἰϲχυρῶν Rose) [*](16 προϲκαταλαμβάνειν Rose ex Paulo (cf. supra p. 137, 1): προϲλαμβά- νειν P 17 ϲυνεπακολουθοῦν scripei: μὴ ἐπακολουθ |ο|θ|ν (in ras.) P: ἀκολου- θοῦν Paul: μὴ del. Rose 18 ὑπ᾿ ἐγκλόϲη P: corr. Dietz 12 αὐτὸ P.) corr. Dietz 21 ὑπηρέτου Rose ex PauIo 22 εὐεργέϲτερον P: corr. Rose: ἐνεργέϲτερον Dietz 24 καὶ del. Ermerins 25 θλίψιν καὶ ϲύϲχεϲιν P: corr. Rose προϲαναχαλαϲθέντοϲ P (cf. Paul.): corr. Dietz 27 ἐμβρυουλκοῦ P, ut solet 28 τῶν Dietz: τῶ P 29 post κεφαλὴν add. καταφερομένων ex Paulo Rose post οὐρανίϲκον add ἀνθερεών τε ex P Paulo Rose)

141
καὶ οἱ ὑπὸ πλευρὰν τόποι, μαϲχάλαι δὲ οὐδαμῶϲ (ἐν γὰρ ταῖϲ διολ- καῖϲ ἐπιδιιϲταμένων τῶν βραχιόνων εἰϲ ϲφήνωϲιν ἡ τοῦ ἐμβρύου πλατύ- νεται περιοχή), ἀλλ᾿ οὐδὲ οἱ ἀκουϲτικοὶ πόροι (δυϲπαράδεκτοι διὰ ϲκο- λιότητα καὶ ϲτενοὶ λίαν)· τῶν δὲ ἐπὶ πόδαϲ τὰ ὑπὲρ τῆϲ ἥβηϲ ὀϲτέα καὶ μεϲοπλεύρια καὶ κατακλεῖδεϲ. ὅταν δὲ τῶν εἰρημένων μηδεὶϲ εὑρίϲκηται τόποϲ, εἰϲ κατάπαρϲιν ἑτοιμάζεται ϲπάθη διαίρεϲιϲ. θερμῷ δὲ ἐλαίῳ προκεχλιαϲμένον τὸν ἐμβρυουλκὸν τῇ δεξιᾷ χειρὶ κατέχειν, τὴν καμπὴν δὲ αὐτοῦ τοῖϲ δακτύλοιϲ κρύψαντα τῇ εὐωνύμῳ χειρὶ. πράωϲ ϲυνειϲφέρειν καὶ καταπείρειν εἴϲ τινα τόπον ἄχρι κενεμβατῇ- ϲεωϲ 〈ὧν〉 εἰρήκαμεν. καταπείρειν δὲ καὶ ἀντίθετον τούτῳ δεύτερον. ὅπωϲ ἰϲόρροποϲ καὶ μὴ ἑτεροκλινὴϲ 〈ὁ〉 ἐπιϲπαϲμὸϲ ἐπιτελῆται καὶ διὰ τοῦτο τοῦ μέρουϲ παρεγκλίνοντοϲ ϲφήνωϲιν ὑπομένῃ τὸ ἔμβρυον. εἶτα διδόναι τούϲ ἐμβρυουλκοὺϲ ἐμπείρῳ τινὶ κατέχειν καὶ παραινεῖν, ὅπωϲ πειθηνίωϲ δι’ αὐτῶν ἐφέλκηται τὸ ἔμβρυον μήτε ϲπαράττων ἐν τοῖϲ ἐπιϲπαϲμοῖϲ μήτε πάλιν ἀνιείϲ (ἀνατρέχει γὰρ τὸ προκύψαν ἀνεθέν), ἀλλ’, ὅταν δέη τὴν ἐφολκὴν ἐπιϲχεῖν, ἐν τὴ· προύπαρχούϲη τάϲει φυλάϲϲων τοὺϲ ἐμβρυουλκούϲ, μήτε μόνον ἐπ’ εὐθείαϲ ἐπιϲπώμενοϲ, ἀλλὰ καὶ εἰϲ τὰ πλάγια παρεγκλίνων, ὃν τρόπον ἐν ταῖϲ κομιδαῖϲ γίνεται τῶν ὀδόντων· οὕτω γὰρ ὑπὸ τῆϲ μοχλείαϲ μεταϲχηματιζόμενον τὸ ἔμβρυον τούϲ τε τόπουϲ ἀνευρύνει καὶ εὐκόμιϲτον γενήϲεται. τούτῳ δὲ τῷ τρόπῳ δεξιῶϲ ὑπηρετούμενον καθιέμενον τὸν λιχανὸν δάκτυλον μεταξὐ τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ καὶ τοῦ ἐϲφηνωμένου ϲώματοϲ περι- άγειν κυκλοτερῶϲ οἱονεὶ περιδέροντα καὶ εὐθύνοντα τὸ ἑτεροκλινῶϲ φερόμενον, καὶ τοὺϲ τόπουϲ ἐλαίῳ θερμῷ διαβρέχειν ἤ τινι τῶν εἰρημένων γλίϲχρων ἀφεψημάτων. κατὰ μέντοι τὸν τῶν ἐμβρυουλκῶν ἐπιϲπαϲμὸν μὴ εὐθέωϲ ὑπακούοντοϲ εἰϲ ἐξολκὴν τοῦ ἐμβρύου, κατ᾿ ὀλίγον δὲ καὶ πρὸϲ λόγον τῆϲ ἐφολκῆϲ ἐπακολουθοῦντοϲ, 〈τὸν〉 μὲν πρῶτον ἐμβρυουλκὸν τὸν ἰατρὸν μεταπείρειν εἰϲ τὰ ὑπερκείμενα δεήϲει, κἄπειτα τὸν δεύτερον, καὶ τοῦτο κατὰ τάξιν, ἕωϲ ἂν ὅλον τὸ τοῦ ἐμβρύου ϲῶμα διοδεύϲη. ὡϲαύτωϲ δὲ ἐνεργεῖν κᾶν ἐπὶ πόδαϲ φέρηται.

11 [63]. προβεβλημένου δὲ χερίου [ὡϲ] καὶ ἀνατρέπεϲθαι μὴ δυνα. μένου διὰ τὴν ὑπερβάλλουϲαν ϲφήνωϲιν ἢ καὶ ἀποτεθνηκότοϲ ἤδη τοῦ [*](24 sq. τῶν εἰρημένων γλίϲχρων ἀφεψημάτων] cf. p 136, 18 sq.) [*](3 post δυϲπαράδεκτοι add γὰρ Experiens 5 μεπλεὐρια P: corr Dietz 6 εὑρίϲκεται P: corr. Dietz κατάπαλϲιν P: corr. Dietz πἀθῃ P corr. Ermerins 7 δεὶ P: corr. Rose 8 κρύψανταϲ P: corr. Ermerins: ἐγκρύψαντα ex Paulo Rose 9 το| ??πον P 10 ὧν add Rose : ὡϲ Dietz) [*](τοότων P: corr. Ermerins (cf. Aet. p. 31, 21 Z.; Paul.) δεύτεροϲ P: corr. Dietz 11 ὁ Paul.: om. P Aet. ἐπιτελκῖται P: ἀποτελῆται Eimerinns 14 ἐφέλκυται P: corr. Dietr 17 ἐπιϲπώμενον P: corr. Diets 20 ἀνευρύ νειν P. corr. Dietz: —νε Kalbfleisch 22 περιάγει P: corr. Diets 23 περι- δέρονταϲ καὶ εὐθύνονταϲ P: corr. Ermerins 25 τὸν Dietz: τι P 27 ἐξολκῆϲ P: corr. kind τὸν add. Dietz 28 τὸν ἰατρὸν scrpsi: ὅντινα P: del. Er - merins 30 ὡϲαότωϲ . φέρηται sches. Ermerins 31 προβεβλημένον P. corr. Dietz χερίου ex Paulo Rose: τῆ χειρὶ P ὡϲ sustuli)

142
ἐμβρύου (καθὼϲ ϲυμβάλλομεν ἐκ τοῦ μήτε ἐνερευθὲϲ εἰναι τὸ μέροϲ μήτε θερμὸν μήτε ϲφύζον, πελιὸν δὲ καὶ ψυχρὸν καὶ ἄϲφυκτον) περι- βάλλοντα δεῖ ῥάκη εἰϲ τὸ μὴ ὀλιϲθαίνειν ποϲῶϲ ἐπιϲπᾶϲθαι, καταϲχόντα δὲ πρὸϲ τὸ ἐμφανέϲτερα γενέϲθαι τὰ ὑπερκείμενα ἀποκόπτειν ἀπὸ τοῦ κατὰ τὸν ὦμον ἄρθρου. τὸ δὲ αὐτὸ ποιεῖν καὶ ϲκέλουϲ προπεϲόντοϲ. εiτα τοῖϲ δακτύλοιϲ ἀναϲτρέψαντα τὸ ἄλλο ϲῶμα διὰ τῆϲ καταπάρϲεωϲ τῶν ἐμβρυουλκῶν κομίζεϲθαι. τῶν δυοῖν δὲ χειρῶν προβεβλημένων καὶ μήτε ἀνατρέπεϲθαι δυναμένων μήτε παρακρούεϲθαι τοῖϲ ϲπαϲμοῖϲ, ὡϲ τὴν μίαν καὶ τὰϲ δύο διὰ τῆϲ παρὰ τοῖϲ ἀκρωμίοιϲ περικοπῆϲ ἀναιρεῖν. εἰ δὲ μείζονοϲ τοῦ κεφαλίου ὑπάρχοντοϲ ἡ ϲφήνωϲιϲ ἀπὸ τελοῖτο, διὰ τοῦ ἐμβρυοτόμου ἢ τοῦ πολυπικοῦ ϲπαθίου κρυπτομένου μεταξὺ λιχανοῦ καὶ τοῦ μικροῦ δακτύλου κατὰ τὴν ἔνθεϲιν, εἰ μὲν ὑγροκέφαλον εἴη τὸ βρέφοϲ, διαιρεῖν, ἱνα τοῦ ὑγροῦ κενωθέντοϲ ἡ περιοχὴ ϲυμπέϲη τῆϲ κεφαλῆϲ, εἰ δὲ φυϲικῶϲ ἁδροκέφαλον, τῇ χειρὶ ϲυνθλαϲτέον τὴν κεφαλήν, ϲυνείκει 〈γὰρ〉 εὐμαρῶϲ ἁπαλῶν ἔτι τῶν ϲωμάτων ὄντων. εἰ δὲ μή, τῷ ϲπαθίῳ καὶ τὸ κρανίον διαιρεῖν καλὸν ἡ κατὰ τὸν τοῦ βρέγματοϲ τόπον, εἰ δὲ μή, καθ’ οἱονδήποτε τρόπον· προεκκριθέντοϲ γὰρ τοῦ ἐγκεφάλου ϲυμπίπτει τὸ κεφάλιον. τὰ χείλη δὲ τῆϲ διαιρέϲεωϲ ἀποϲτρέφειν καὶ ϲυνθραύειν τὰ ὀϲτάρια δι’ ὸδον- τάγραϲ ἢ ὀϲτάγραϲ. εἰ δὲ διὰ μέγεθοϲ τοῦ ὅλου ϲώματοϲ μηδὲ οὕτωϲ ἑλκόμενον ὑπακούοι, τῶν δύο ὥμων ἐνερειδομένων τοῖϲ πλαγίοιϲ μέρεϲιν τῆϲ μήτραϲ, καὶ εἰϲ τὰϲ ϲφαγὰϲ βαπτίζειν τὸ ϲπαθίον μέχρι κενεμβατήϲεωϲ εἰϲ τὸ ἔμβρυον· ἀποκριθέντοϲ γὰρ τοῦ αἵματοϲ ἰϲχνὸν γίνεται τὸ ϲῶμα. μετὰ δὲ ταῦτα ὅλον τὸ κεφάλιον διαιρεῖν καὶ τὰ μεϲοπλεύρια διακόπτοντα καὶ 〈τὸν〉 πνεύμονα· πληρωθεὶϲ γὰρ πολ λάκιϲ ὑγρῶν καὶ αὐτὸϲ ἐπλάτυνε τὸν θώρακα. λύειν δὲ καὶ 〈τὰ〉 ϲυνδεδεμένα μέρη τοῦ ϲτήθουϲ διὰ τῶν δακτύλων ἀποϲπῶντα τὰϲ κατακλεῖδαϲ ἀπὸ τῶν ἀντιϲτέρνων ν〈ἤμὴ〉 εἰκόντων ἀπορρηγνύναι ϲυμπὶπτει γὰρ τὰ περὶ τὸ ϲτῆθοϲ μηκέτι διερειδόμενα ταῖϲ λεγομέναιϲ κλειϲίν. εἰ δὲ μηδ’ οὕτωϲ ὑπακούοι, τὸ ἐπιγάϲτριον διαρρινᾶν, ὡϲαύτωϲ κὰν ὑδρωπικὸν ἦ τὸ ἔμβρυον· κενωθέντοϲ γὰρ τοῦ ὑγροῦ ϲυμπίπτει [*](2 ϲφύζειν P. corr. Ermerins όψυκτον P: corr. Ermerins 4 πρὸϲ τὰ P: corr. Ermerins 5 τὸ δὲ . . . προπεϲόντοϲ secl Ermerins 6 ἄλλον p: corr. Ermerins καταπάλϲεωϲ P : corr. Dietz 8 παρακούεϲθαι P: corr. Rose: παρακολουθεῖν Ermerins ἐπιϲπαϲμοῖϲ Ermerins 9 εἰϲ τὴν P: corr. Bose ἀκρωμένοιϲ P: corr. Dietz 10 ἐνερείνει δὲ P. corr. Dietz μείζονον p: corr. Dietz τοῦ male iter. init. pers. P 13 ὑδροκέφαλοϲ Ermerins: ‘hsirocealus’ Must. p. 93, 5 15 ϲὺνθλάϲαντα P. corr. Rose: ϲυνθλᾶν αὐτν cmi. Kind ϲυνήκει P: corr. Ermerns (cf. infra p. 156, 7) γὰρ add. Rose) [*](16 καὶ del. Ermerines, alte τῷ ϲπαθίῳ pos. Rose διαιρεῖ P: corr. Dietz 17 ἰ κατὰ P. corr. Diets: εἰ del. ?? τρόπον P. τόπον Detz del. Rἔoss) [*](18 προκριθέντοϲ P: corr. Diεtz τούτ’ P: cor) . Dieta 19 ἀποϲτρέφει (erat φή) P: corr. Dieta 19sq. pro δι’ . . . εἰ hab διδόντα γράϲιοϲ· τὰ γράϲη P. corr. DG.etz et Ermerins 21 δύο Rose; δὲ P: del Ermerins ἐνερειδομένοιϲ P. corr. Diel: 25 τὸν add. Ermerins 26 τὰ add. Ermeris) [*](28 ἢ μὴ add. Rose ἡκόντων P. corr. Rose del. Ermerins (addito καί ants διά) 30 ὑπακούοι scripsi ὑπήκοιτο P: ὑπείκοι Dietz ὑπογάϲτριον P: corr. Rose διὰρινῶν P: corr. Dietz)
143
πρὸϲ ἰϲχνωϲιν ἡ περιοχὴ τοῦ ϲώματοϲ. εἰ δὲ καὶ τὰ ἔντερα παρέχει. τῷ ἐπιγαϲτρίῳ τινὰ διόγκωϲιν, καὶ ταῦτα πρότερον ἕλκειν καὶ τὰ λοιπὰ τῶν παρακειμένων ϲπλάγχνων οὕτωϲ τε τὴν ὅλην ἐξενεγκεῖν ϲύγκριϲιν.

12 [64]. τὰ δ᾿ αὐτὰ ποιεῖν κἂν ἐπὶ πόδαϲ φέρηται. πρὸϲ ανακεκλαϲμέναϲ δὲ τὰϲ χεῖραϲ ἀποκόπτειν καὶ τὸ κεφάλιον εὐμεγε- θέϲτερον ὑπάρχον πάλιν θλᾶν· ὅπερ δυϲχερέϲτερον ἐπὶ τοῦδε τοῦ ϲχήματοϲ διὰ τὸ ἄνω τὸ κεφάλιον ὑποκεκρύφθαι. δεήϲει δὲ τῇ δεξιd τῶν ποδῶν λαβόμενον ἐξέλκειν, τῇ εὐωνύμῳ δὲ τὸ κεφάλιον ἀπευθύ- νεῖν ἔνδοθεν· ἀνακλαϲθὲν γὰρ εἰϲ τὸν αὐχένα τῆϲ ὑϲτέραϲ ἀποϲπᾶται πολλάκιϲ. ἐργῶδεϲ δὲ τὸ καθυπονοεῖν τὴν εὐώνυμον χεῖρα πρὸϲ τὰϲ ἐξολκὰϲ ἔχειν οἰκειότητα τῷ καὶ τοὺϲ ὄφειϲ διὰ τῆϲ αὐτῆϲ ἕλκεϲθαι (ψευδῆ γὰρ ἀμφότερα)· ἰδίᾳ δὲ εἰϲ κάθεϲιν κεχρηϲίμευκεν, ὡϲ ἔμ- προϲθεν ὑπεδείξαμεν. ἐπὶ δὲ τῶν πλαγίων καὶ διπλῶν ἐμβρύων εί μὴ ἀπευθύνοιτο, τὰ ὑποπίπτοντα τρωτέον, ἐφ᾿ ὧν μὲν τὸ ἐπιγάϲτριον, ἐφ᾿ ὧν δὲ τὰϲ μαϲχάλαϲ καὶ τὰ μεϲοπλεύρια καὶ τὰ παρὰ τοῖϲ νεφροῖϲ ωϲ ἐπὶ λαγόνα. εἰ δὲ νεκρὸν καὶ ὑπερμέγεθεϲ ὑπάρχοι, τὸ μὲν ὅλον ἐνδὸν αὐτὸ κατατέμνειν ἐπιϲφαλέϲ, ἄμεινον δὲ τὸ προπαλὲϲ ἀεὶ γενό- μενον. οἷϲ γίνονται ἀποκοπαὶ κατ᾿ ἄρθρα, καὶ γὰρ τὰ ὀϲτᾶ κατὰ πέραϲ ῥᾳδίωϲ ἀπὸ τῆϲ ϲυνόδου λύεται. ϲυντιθἐναι δὲ τὰ κομιϲθέντα καὶ ἐπιβλέπειν μή 〈τι〉 παραλέλειπται. πολλάκιϲ δὲ διὰ τὴν ἐπὶ πόδαϲ ἀπείρων ὁλκὴν ἀποϲπᾶται τὸ κεφάλιον καὶ δύϲληπτόν ἐϲτιν διὰ τὴν περιφέρειαν καὶ τὸ προανατρέχειν κατὰ τὴν εὐρυχωρίαν τῆϲ μήτραϲ. ὁπότε Ϲ ὠϲτρατοϲ μὲν ὡϲ ἐπὶ τῶν λίθων εἰϲ τὴν ἔδραν καθεὶϲ τὸν τῆϲ εὐωνύμου χειρὸϲ δάκτυλον, τῇ δεξιᾶ δὲ πιέζων τὸ ἐπιγάϲτριον πειρᾶται τὸ κεφάλιον κατάγειν, οὐχ ὁρῶν ὡϲ ἐν τῷ ἀπευθυϲμένῳ 〈ὁ〉 δάκτυλοϲ οὐ δύναται τῆϲ κεφαλῆϲ ἐφικέϲθαι· προχειροτέραϲ γὰρ οὔϲηϲ τῆϲ κύϲτεωϲ πολὺ προανακεχώρηκεν ἡ ὑϲτέρα, καθάπερ ἔμ- προϲθεν ὑπεδείξαμεν. διόπερ καθέντα τὴν χεῖρα καὶ ψαύϲαντα τοῦ κεφαλίου προβιβάζειν αὐτὸ κατ᾿ ἐπικυλιϲμὸν ἄχρι τοῦ τραχήλου τῆϲ ὑϲτέραϲ, εἶτα δι᾿ ἐμβρυουλκοῦ καταπάρϲεωϲ κομίζεϲθαι. μεμυκότοϲ δὲ. τοῦ ϲτομίου ταὐτὰ ποιεῖν ἅπερ ἐπὶ τοῦ χορίου διδάϲκειν μέλλομεν.

13 [65]. μετὰ 〈δὲ〉 τὴν ἐμβρυουλκίαν καὶ ἐμβρυοτομίαν, ὡϲ ἤδη φλεγμαίνοντοϲ τοῦ τόπου διὰ τὸν ἐπιγινόμενον ϲκυλμόν, διὰ τῶν [*](13 ἔμπροϲθεν ὑπεδείξαωεν] p. 140, 21 sqq. 20sq] cf. Aet. XVI 23 p. 33, 27— 30 Z. 28sq. ἔμπροϲθεν ὑπεδείξαμεν] supra p. 6, 20 sqq. 32 ἄπερ . . διδἀϲκειν μέλλομεν] infra 146,14 14 sqq. (cf. Ggnak. d. Sor. p.100 sqq.) [*](8 ἀποκεκρύφθαι Ermerins 10 ἀνακλαϲθέντα δ P. corr. Ermerins: ἀνακλαϲθὲν δὲ Rose 15 ὑπογάϲτριον Ermerins 19 καὶ Rose. διὰ P κατὰ Rose. καὶ P 21 ?? add. Ermerins δὲ P: γὰρ Ermerins 22 ἄπειρον P corr. Rind 23 προϲανατρέχειν P. cortex κατὰ Ermerins: καὶ P 24 καθείϲ τὸν Ermerins: καθιϲτῶν P 25 πιάζων P: corr. Ermerins ὑπογάϲτριον Er- merins 27 ὁ add. Reinhold προχειρότερα P: corr. Dietz 28 προϲ- ανακεχώρηκεν P: correxi 32 φορίου P: corr. Ermerins 33 δὲ add. Ermerins 34 ϲκυαμὸν P. corr. Dietz)

144
ἐμβροχῶν ἀνιέναι καὶ παρηγορεῖν· αἱμορραγίαϲ δὲ γενομένηϲ τοῖϲ πρὸϲ αὐτὴν χρῆϲθαι καταλλήλοιϲ. τὸ δὲ ὠκυτόκια προϲαναγράφειν, ὡϲ ἄλλοι καὶ οἱ περὶ τὸν Ἡ π π οκράτην ἐποίηϲαν, ϲχεδιάζοντόϲ ἐϲτιν. οὕτε γὰρ δάφνηϲ φύλλα ξηρὰ μετὰ θερμοῦ ὕδατοϲ οὔτε δίκτα- μνον ἢ ἀβρότονον καὶ κεδρία καὶ ἄνιϲον μετὰ γλυκέοϲ καὶ παλαιοῦ ἐλαίου οὕτε καρπὸϲ ἀγρίου ϲικύου κηρωτῇ προϲπλαϲϲόμενοϲ φοινικίνῃ καὶ ὀϲφύι περιαπτόμενοϲ ὠκυτοκίαν παραϲκευάζει·| τὰ δὲ προειρημένα βοηθήματα λύοντα τὸ πάθοϲ καὶ τὴν ἐξ αὐτοῦ δυϲέργειαν λύει.|

14 [1 71]. Μϲτὰ δὲ τὴν ἔκδοϲιν τοῦ ἐμβρύου πολλάκιϲ ὑπομένει τὸ χόριον, 5 〈δὴ〉 καὶ δεύτερον’ καλεῖται, καὶ δυϲχερείαϲἐπιφέρει μετα- βάλλον καὶ ϲυϲτρέφον περὶ αὺτὸ τὴν ὑϲτέραν καὶ διὰ τοῦτο πόνουϲ κεφαλῆϲ καὶ ἤτρου καὶ ϲυνολκὰϲ ἢ πνιγμοὺϲ ἀποτελεῖ, ποτὲ μὲν ἔτι ϲῷζον τὴν πρὸϲ τὸν ὀμφαλὸν τοῦ ἐμβρύου ϲυνέχειαν, ποτὲ δὲ ἀπε- ϲπαϲμένον (ἀπροόπτωϲ τοῦ ἐμβρύου κατενεχθέντοϲ ἢ τῆϲ μαίαϲ ἄπει ρωϲ τὸν ἀποτιλμὸν ἐργαϲαμένηϲ], καὶ ποτὲ μὲν ἀποκεκρυμμένον, ποτὲ δὲ ἀπὸ μέρουϲ προκύπτον, καὶ ἤτοι τὴν πρὸϲ τὴν ὑϲτέραν ϲυνέχειαν ἡ προϲάρτηϲιν ἔτι ϲῷζον ἢ ἀπολελυμένον, ποτὲ μὲν ἐπιμεμυκότοϲ, ποτὲ δὲ διεϲτῶτοϲ ἀκμὴν τοῦ ϲτομίου τῆϲ ὑϲτέραϲ, καὶ ἤτοι χωρὶϲ φλεγμονῆϲ ἢ ϲὺν φλεγμονῇ.

Ἱπποκράτηϲ μὲν οὑν πταρμικοῖϲ χρῆται καὶ ϲυνάγει τὰ πτερύ- για τῆϲ ῥινόϲ, ἱνα διὰ τῆϲ τοῦ πνεύματοϲ εἰϲ τὸ βάθοϲ ἐμπτώϲεωϲ ἐκπέϲῃ τὸ χόριον. Εὐρυφῶν δὲ ὁ Κενίδιοϲ οὐραγωγοῖϲ χρῆται ποτίϲμαϲιν τοῖϲ ἀπὸ δικτάμνου καὶ ἐλελιϲφάκου, καὶ πεϲϲοῖϲ τοῖϲ αἱμαγωγοῖϲ διὰ ϲτρουθίου καὶ ’λυρικῆϲ ἴρεωϲ καὶ κανθαρίδων καὶ μέλιτοϲ, καὶ καταϲειϲμῷ τῷ διὰ τῆϲ κλίμακοϲ προϲδεδεμένηϲ τῆϲ. [*](3 καμνούϲηϲ. Εὐήνωρ δὲ καὶ Ϲὠϲ τρατοϲ καὶ Ἀπ ολλ ώνιοϲ ῃ Προυϲιεὺϲ ἐπιλαμβάνεϲθαί φαϲι δεῖν τοῦ προέχοντοϲ καὶ οζτωϲ 3 ἀλλοί καὶ οἱ περὶ τὸν Ἱπποκράτην] Ηipp. De morb. mul. I 77 (VIII1 170 sq. L.) 7sq. τὰ δὲ προειρημένα βοηθήματα] nupva p. 107, 30sqq.; 119, 12sqq. 9 IV) cf. (Orib. t. IV 632sq. Aet. XVI 24 (Φιλουμένου) Paul. VI 75 (Orib. lat. t. VI 346, 6 21 Ἱπποκράτηϲ] Aphor. V 49 (I 550, 5 L..): Epid. II 5, 25 (V 132, 10 L| 23 θὐρυφῶν ὸ Κνίδιοϲ] cf. ποτὰ καὶ πρόϲθετα Ηipp. De morb mvl. I 78 (VIII 176 sqq. De nat. mul. 32 |7II 346sqρ. L) [*](2 οὐκυτοκυῖαν πρὸϲ ἀναγραφὴν P: corr. DGιetz 5 κεδρίαν P. κεδρίδεϲ ex Rppocrate (PIlI 170, 12 D ) Ermerins, sed (f. Dioso. Mat. med I 77, 3 κεδρία) ἔμβρυα καταϲπ 6 οὐτε Rose: τε P φυνικίνω P: corr Rose) [*](8 sequunπtur ima P νῆ ′ ’Ὅϲα δεῖ ποιεῖν πρὸ τοῦ τὴν ἐμβρυουλκυίαν ἐργάϲαϲθαι et νγ’ Ἐπιμέλεια μετὰ τὴν ἐμβρυοτομίαν (p. 119, 10 z— 121, 21 D.) Actiana. (cf. ‘Gunak d. Sor. p. 63 eq.). deinde cap. XV editionis nostrae de uteri προ- laps 2 de ἰoco copitis cf. supra ad p. 55, 10 10 i1 mo. μϛ’ P 11 5 . . . καλεῖται sedlus. Ermerins (cf. Aet. p. 34, 3 Z.) δὴ add. Schoene ex Paμlo 12 περlαυτιὲ (erat ῶ) P 19 δ’ ἑϲτῶτοϲ P: corr. Rose 24 λελιϲφἀ- κου P: corr. Dietz 26 πρὸϲδεδομένηϲ P. corr. Dietz 27I ϲῶϲτροϲ P corr. Ermerims)

145
ἐξέλκειν. Δίων δὲ καὶ τοῖϲ δι’ ἐλελιϲφάκου χρῆται καὶ ϲμύρνηϲ καὶ ϲελίνου ϲπέρματοϲ ποτίϲμαϲιν. τινὲϲ δὲ ὑποθυμιῶϲιν, οἷον ἄϲφαλτον, τρίχαϲ ἀνθρωπείαϲ, κέραϲ ἐλάφειον. χαλβάνην, μελάνθιον, ἀρτεμιϲίαν. Ϲτρὰτων δὲ ὁ Ἐραϲιϲτράτειοϲ εἰϲ χύτραν ἀργυρᾶν ἢ χαλκῆν καϲϲιτέρῳ περικεχυμένην ἀρώματα βάλλει νάρδον, καϲίαν, ἔτι δὲ πρά- ϲιον, ἀρτεμιϲίαν, δίκταμνον, Ϲούϲινον, ῥόδινον, μέλι, καὶ κρατήϲαϲ τὸ πωμάτιον αὐλίϲκον περιτίθηϲιν, οὐ τὸ ἕτερον πέραϲ εἰϲ τὸ γυναικεῖον ἁρμόζει αἰδοῖον καὶ πυριᾶ τοὺϲ τόπουϲ δι’ ὀλίγου πυρὸϲ ἀναθερμαίνων τὰ ἀγγεῖα. M αντίαϲ δὲ παρακατακλίνει τὸ βρέφοϲ τοῖϲ μηροῖϲ τῆϲ κυούϲηϲ, ἵνα διὰ τῆϲ οἰκείαϲ φύϲεωϲ καὶ κινήϲεωϲ οὔτωϲ ἐφέλκηται τὸ χόριον· μὴ ϲῳζομένηϲ δὲ τῆϲ πρὸϲ τὸ βρέφοϲ τοῦ χορίου ϲυνεχείαϲ μολίβδου μέγεθοϲ ἐκ τοῦ προέχοντοϲ ἀποκρίμνηϲιν, ἱνα τῷ βάρει καταϲπαϲθῇ τὸ χόριον.

15 [1 72]. πάντα δὲ μοχθηρὰ τὰ προειρημένα. διὰ μὲν γὰρ τῶν πταρμικῶν ὁ πλείων ϲπαραγμὸϲ παραυτίκα μὲν τὸν ἐξ αἱμορραγίαϲ, ὕϲτερον δὲ τὸν ἐκ νευρικῆϲ ϲυμπαθείαϲ ἀποτελεῖ φόβον. τὰ δὲ ποτί- ϲματα κακοῖ τὸν ϲτόμαχον καὶ ἀνατρέπει, τὰ δὲ αἱμαγωγὰ πεϲϲάρια δάκνοντα καὶ ἀνελκοῦντα ϲπαϲμοhϲ καὶ ϲυνολκὰϲ καὶ ϲυμπαθείαϲ παραϲκευάζει· πλήϲϲει δὲ βιαίωϲ καὶ ὁ καταϲειϲμόϲ. τὸ δὲ ὁπωϲοῦν ἐπιϲπᾶϲθαι τὸ χόριον διὰ τὸν ϲπαραγμὸν φλεγμονὴν ἐπιφέρει καὶ ἀδύνατον, ὅπου μέμυκε τὸ ϲτόμιον καὶ οὐδὲν προπίπτει τοῦ χορίου μέροϲ. τὰ δὲ ὑποθυμιάματα δριμύτητι τὴν φλεγμονὴν αὔξει καὶ ϲυμ πληροῖ τὴν κεφαλήν. διὰ δὲ τὸν αὐτὸν λόγον ἡ ἀπὸ τῶν ἀρωμάτων πυρία περίεργόϲ ἐϲτιν, καὶ ὁ κατὰ τὸ ἕτερον πέραϲ τιθέμενοϲ εἰϲ τὸ γυναικεῖον αἰδοῖον αὐλίϲκοϲ τῇ διαδόϲει πυρούμενοϲ περιφλέγει τούϲ τόπουϲ. πολέμιον δὲ καὶ τὸ διὰ τῆϲ ἐξαρτήϲεωϲ τοῦ μολίβδου βιαίωϲ τὴν ἔκφυϲιν ἀποϲπᾶν, καὶ μᾶλλον ἤδη φλεγμονῆϲ ὑπαρχούϲηϲ (ή τε τοῦ χορίου διὰ τοῦ λίνου ϲφίγξιϲ ἄτονοϲ μὲν οὐϲα περιολιϲθήϲει πάντωϲ, εὔτονοϲ δὲ ϲυμπάθειαν οἴϲει καὶ λειποθυμίαν)· ἀλλ’ οὐδὲ πάντοτε προέχει 〈τι〉 τοῦ χορίου. καὶ τὸ διὰ τῆϲ κινήϲεωϲ τοῦ βρεφουϲ ἐπιβλαβέϲ, δεῖ γὰρ ἐμπείρωϲ τὴν ὁλκὴν γενέϲθαι.

16 |1 73]. διὸ ϲῳζομένηϲ τῆϲ πρὸϲ τὸν ὀμφαλὸν αὐτοῦ ϲυνεχείαϲ ἐπὶ χειρῶν μιᾶϲ ὑπηρέτιδοϲ δεῖ τιθέναι τὸ βρέφοϲ ὑπεϲτρωμένου ῥάκουϲ· εἷτο διὰ τοῦ ϲυμπεφυκότοϲ οὐραχοειδοῦϲ ἐντέρου τῷ ὀμφαλῷ τρόπον τινὰ ὁδηγούμενον ἐπικαθιέναι δεῖ τὴν χεῖρα πειθηνίωϲ 〈τε〉 διὰ τῆϲ ἐφ’ ἑκάτερα τὰ μέρη παραφορᾶϲ ϲυνεντεινομένηϲ ἄμα τῆϲ κυούϲηϲ [*](9 Μαντίαϲ] cf. Hipp. De superfct. 8 (VIII 480 sq. L.) 32 §16] Must.II crp. XX) [*](5 βάλλειν P: corr. Dietz καϲϲίαν P πράϲιον P 7 παρεντίθηϲιν kalbfleciseb 8 fort αιδοῖον ἁρμόζει 9 παρακατακλίνειν P corr. Dietz 10 οὐτωϲ scripsi: τούτου P. τοῦτο Rose 15 προϲέχοντοϲ P: corr. Ermerins) [*](ἀποκρήμνηϲιν Rose: ἀποκριμνὴϲοι P 16 ποτίματα P: corr. Dietz 17 ϲτόμαϲτον P. corr. Dietz 25 πυρούμενον P: corr. Ermerins 27 ἤ τϲ Rose: ἤτοι P 28 ϲφίγξιϲ Ermerins: ϲφίξαϲα P 30 τι add. Ermerins 35 τε ad Rose (καὶ ante πειθ. add Ermerins) 36 ϲυνεντεινομένην P corr. Dietz)

146
ἄνευ ϲπαραγμοῦ τε καὶ ἀποϲπαϲμοῦ κομίζεϲθαι τὸ χόριον· εἰ δὲ πλεί- ονοϲ χρεία εἴη διατριβῆϲ, τὸ βρέφοϲ ἀπολύειν τῆϲ πρὸϲ τὸ κρατοῦν ϲυνεχείαϲ καὶ ταὐτὰ ποιεῖν δεῖ. καὶ εἰ μηδ’ ὅλωϲ ἐμπεφύκοι, τὸ ἔμ- βρυον ἤδη παραλαβόντα καταϲχεῖν ἁρμόϲει τὸ ὑπερέχον καὶ ἠρέμα παράγειν, ἐπανιέντα 〈μὲν〉 ὅτε ϲυϲτέλλεται τὸ ϲτόμιον, ἐφελκόμενον δὲ ὅτε διίϲταται. καὶ μηδενὸϲ προκύπτοντοϲ μέρουϲ, ἐν διαϲτάϲει δὲ τοῦ ϲτομίου μένοντοϲ, λελιπαϲμένην τὴν χεῖρα καθιέναι, καὶ εἰ μὲν ἀπολελυμένον τῆϲ πρὸϲ τὴν μήτραν ϲυμφύϲεωϲ τὸ χόριον καὶ εἰϲ αὺτὸ ϲυνεϲτραμμένον εἴη, ἐπιϲπᾶϲθαι λαβόμενον, εἰ δὲ ϲυμπεφυκόϲ, ἁπλώϲαντα τοὺϲ δακτύλουϲ ἐνδοθὲν πειρᾶϲθαι διὰ τῆϲ ἐξ ἑκατέρου μέρουϲ ἀντιπεριαγωγῆϲ ἀπολύειν αὐτὸ πειθηνίωϲ· οἱ γὰρ ἀπείρωϲ κατ’ εὐθ τείνοντεϲ καὶ τὴν ὑϲτέραν ἐπεϲπάϲαντο πολλάκιϲ εἰϲ ἐκϲτρο- .φῆν. μὴ ἐπακούοντοϲ δὲ τοῦ δευτέρου πρὸϲ τούϲ ἠρεμωτέρουϲ ἐπι- ϲπαϲμούϲ ἢ καὶ μεμυκότοϲ τοῦ ϲτομίου καὶ φλεγμαίνοντοϲ καταλείπειν αὐτὸ [καὶ] δεῖ καὶ ὡϲ φλεγμονὴν θεραπεύειν δι’ ἐγχυματιϲμοῦ καὶ καταπλάϲεωϲ τῶν μορίων καὶ θερμῆϲ τροφῆϲ· ἀνιεμένηϲ γὰρ τῆϲ φλεγμονῆϲ ἀπολύεται τὸ ἀλλότριον καὶ κατὰ διαμύδηϲιν ἐκπίπτει (καθ’ ὃν τρόπον καὶ ἐνιάκιϲ ϲυναπέπλευϲε τοῖϲ ὑγροῖϲ καὶ κῶλον ἔξαρθρον, μετὰ φλεγμονὴν 〈δὲ〉 καταρτιϲμοῖϲ ἐπηκολούθηϲεν]. χωρὶϲ εἰ μὴ βάϲειϲ μὲν χοιράδων προϲφυεὶϲ καταλείπουϲί τινεϲ ὡϲ 〈εἰϲ〉 διαμύδηϲιν γενηϲομένην. τὸ δὲ χόριον ἐμπεφυκὸϲ κατηγγειωμένωϲ ϲπλάγχνῳ μετὰ βίαϲ ἀποϲπάϲαι δεῖ καὶ μὴ καταλείπειν τῷ χαλαϲμῷ δυνάμενον πειθηνίωϲ περιμυδῆϲαι.|