Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ἐὲν πρῶτον, ὦ τάν, ἀποκρίνῃ μοι, πότερον ἡγεῖ τι εἶναι δαιμονίων γένος ἐν τῇ φύσει, ὡς θεῶν, ὡς ἀνθρώπων, ὡς θηρίων, ἢ μή· γελοῖον [*](Ed. Duebn. p.53)λοῖον γὰρ ‖ ἂν ἐρωτᾶν, τί ἦν τὸ δαιμόνιον Σωκράτους, [*]((c))τὸ πᾶν ἀγνοοῦντα· οἷον εἰ καὶ νησιώτης ἀνήρ, ἀθέατος τοῦ ἵππων γένους καὶ ἀμαθέστατος, ἀκούων ὅτι ἦν Μακεδόνι βασιλεῖ κτῆμα ὁ Βουκεφάλας, ὄχημα ἐκείνῳ μὲν τιθασόν, τοῖς δὲ ἄλλοις ἄβατον, ἔπειτα ἀνερωτῴη, τί ἦν πρᾶγμα ὁ Βουκεφάλας· ἠπόρησεν γὰρ ἂν ὁ διηγούμενος, πρὸς ἄνδρα ἀθέατον τῆς ἵππων φύσεως, εἰκόνος σαφοῦς.

Τί δή, νῦν ἀποροῦντες περὶ τοῦ δαιμονίου τοῦ Σωκράτους, Ὁμύρῳ συνεγένοντο διηγουμένῳ; αὐτῷ ἐκείνῳ, ἃ διηγεῖτο, περὶ μὲν τοῦ Ἀχιλλέως, ὅτι ἐν ἐκκλησίᾳ στρατιωτικῇ δημηγορῶν, διενεχθεὶς πρὸς τὸν Ἀγαμέμνονα, σπώμενος τὸ ξίφος, ὡς παίσων, κωλύεται [*](10 οἷον εἰ sq. simil. vi. or. 10 5 i; 25. 4 a etiam or. 37. 7 i cf. Sext Emp. hyp. IIl 2 οὐ γὰρ ἄν τις ἵππον ἐννοῆσαι δύναιτο μὴ οὐχὶ πρότερον τὸ εἶδος τοῦ ἵππου μαθών) [*](7 δαιμόνιον α(δ) ‖ 9 ἀνερωτᾶν Dav. | Σωκράτους δαιμόνιον ϛ(δ) ‖ 11 ἀμαθέστατος] ἀμαθὴς τέως Markl ‖ 12 Βουκέφαλος φ Dav.2 (Oxoniensis) bis 13 τιθασσόν N α(θ) ‖ 14 ἂν ἐρωτῴη Mα(θ) 15 ὁδηγούμενος M ‖ 17 τί δὴ νῦν; ἀποροῦντες Dav. οἱ (εἰ) δὲ νῦν ἀποροῦντες Markl. (Schenkl) τί δʼ οἱ νῦν ἀπορ Reiske (Duebn.) 18 〈εἰ〉 Ὁμήρῳ Reiske |〈οὐ〉 συνεγένοντο Markl. (Duebn.) 18. 19 ταὐτὰ, ἐκεῖνος ἃ Heina. ταὐτὰ ἃ ἐκεῖνος Markl. αὐτὸ ἐκεῖνο, ὃ Dav. αὐτοῖς ἐκεῖνα, ἃ Reiske ταὐτὰ ἐκείνῳ ἃ Duebn αὐτῷ, ἐκεῖνος ἃ Schenkl)

91
[*](47a)ὑπὸ δαιμονίου. Ἀθηνᾶν κα | λεῖ τὸ δαιμόνιον. Αὕτη γάρ, φησιν, ὀργιζομένῳ αὐτῷ παρεγένετο, [*]((A 197))
  • στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα.
  • Τὴν δὲ αὐτὴν ταύτην Ἀθηνᾶν λέγει, καὶ τοῦ Διομήδους φησίν [*]((E 127 8))

  • ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον, ἣ πρὶν
  • ἐπῆεν,
  • ὄφῤ εὖ γινώσκοι ἠμὲν θεόν, ἠδὲ καὶ ἄνδρα.
  • Πάλιν αὖ τῷ Τηλεμάχῳ, μέλλοντι συγγίγνεσθαι βασιλεῖ πρεσβυτέρῳ, αἰδουμένῳ καὶ ἀπορουμένῳ ὁ ἑταῖρος λέγει· [*]((γ 26/7))

  • Τηλέμαχ᾿, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
  • ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται·
  • καὶ προστίθησιν τὴν αἰτίαν τῆς παρὰ τοῦ δαιμονίου ἐλπίδος· [*]((γ 27/8))
  • οὐ γὰρ ὁΐω
  • οὐδέ σε θεῶν ἀέκητι γενέσθαί τε τραφέμεν τε.
  • Καὶ ἐπʼ ἄλλου ἄλλος αὖθις, [*]((A 55))

  • τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη,
  • καὶ ἐπʼ ἄλλου, [*]((E 1/2))

  • Τυδείδῃ Διομήδεϊ Πάλλας Ἀθήνη
  • δῶκε μένος καὶ θάρσος,
  • [*](4 Ἀθηνᾶν λέγει vi etiam or. 4. 8 d cf. Himerius l 11)[*](3 ξανθῆς τε BH ‖ 4 λέγων MN α(θ) λέγειν Reiske | καὶ 〈περὶ〉 τοῦ BMN α(δ) et ita Reiske ἐπὶ τοῦ Duebn. ‖ 6 τοι (οι in ras.) R! ‖ 7 ἐπῆεν (η in ras.) R! ‖ 8 γινώσκεις B (Duk.) γινώ- σκοις α(δ Δ) γιγνώσκῃς Homerus | ἢ μέν Δ ‖ 12 Τηλέμαχʼ (λε in ras.) R! ‖ 17 οὔσε BH Homerus quem ex „pulchra Maximi lectione“ emendandum esse censet Dav.2 ‖ 18 ἐπʼ ἄλλου ἄλλος Hob. ἐπʼ ἁλίους codd. ἐπʼ ἄλλου α(δ Δ))
    92

    καὶ ἐπ᾿ ἄλλου, [*]((E 122))

  • γυϊα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας
  • ὕπερθεν.
  • Ὁρᾶς τὸ πλῆθος τῶν συγγιγνομένων τῷ δαιμονίῳ. Βούλει τοίνυν, τὸν Σωκράτην ἐάσας, Ὁμήρου πυθέσθαι, τί σοι ταυτὶ ἐθέλει, ὦ ποιητῶν γενναιότατε

    Τὸ μὲν γὰρ Σωκράτους δαιμόνιον ἓν καὶ ἀπλοῦν, καὶ ἰδιωτικόν, καὶ δημοτικόν, ἢ ποταμὸν διαβαίνοντα ἀνακαλούμενον, ἢ Ἀλκιβιάδου ἔρωτα ἀναβαλλόμενον, ἢ ἀπολογεῖσθαι βουλόμενον, ἢ ἀποθνήσκειν προαιρούμενον οὐ κωλῦον.

    Ὁμήρῳ δὲ τὸ δαιμόνιον συνίσταται οὔτε ἑνί, οὔτε ἐφʼ ἑνί, οὔτε ἕν, οὔτε ἐπὶ σμικροῖς· ἀλλὰ καὶ παντοδαπόν, καὶ πολλάκις, καὶ ἐν πολλοῖς ὀνόμασιν, καὶ ἐν πολλοῖς φαντάσμιασιν, καὶ ἐν παντοδαπαῖς φωναῖς.