Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Θαυμάζεις εἰ Σωκράτει συνῆν δαιμόνιον, φίλον, μαντικόν, ἀεὶ παρεπόμενον, καὶ μόνον οὐ τῇ γνώμῃ αὐτοῦ ἀνακεκραμένον; ἀνδρὶ καθαρῷ μὲν τὸ σῶμα, ἀγαθῷ δὲ τὴν ψυχήν, ἀκριβεῖ δὲ τὴν δίαιταν, δεινῷ δὲ φρονεῖν, μουσικῷ δὲ εἰπεῖν, εἰς δὲ τὸ θεῖον εὐσεψεῖ, [*](3 ἀμήχανος — 5 τόλμης n) [*](1 κἂν] καὶ B ‖ 2 δήμους R! B | φθάνει] ἀνθεῖ Wakefield 3 ἀμήχανος α(δ) εὐμήχανον B | γὰρ om. p ‖ 4 ἔθει n ‖ 5 ἀνε- πιτιμήτου (τι in ras.) R | τόλμης. τέλος σὺν τῷ θεῷ ἀμὴν M τόλμης. τέλος (rubr.) καὶ τοῦτο ἐξισώθη κατὰ τὸ ἑαυτοῦ πρωτό- τυπον, ἵνα μὴ εἴπω καὶ κρεῖττόν τι N) [*](Codices RBMN φ (= Paccius) α (═ Stephanus); H (teste Davisio)) [*](11 ἀνδρὶ sq vi or. 3. 3 b ἀνὴρ) [*](11 ἀνδρὶ — p. 87. 1 ἀνθρώπινα p) [*](6 H΄ ‖ 8 in mge ιβ΄ R! | τί τὸ δαιμόνιον Σωκράτους. α΄ R om. α΄ NZ (add. ιδος teste Schenkl) add. λόγος κζ΄ αφ τοῦ αὐτοῦ τί τ. δ. Σωκρ. M om. (concesso spatio a rubricatore non expleto) B ‖ 10 μονονοὺ BN μονονουχὶ α(δ) ‖ 11 ἀνὴρ κα- θαρὸς p ‖ 12 ἀγαθὸς et ita in seq. ἀκριβής, δεινός, μουσικός, εὐσεβής, ὅσιος p ‖ 13 τὰ θεῖα p)

87
ὁσίῳ δὲ τὰ ἀνθρώπινα.

Τί δήποτε οὖν τοῦτο μὲν θαυμάζεις, γύναιον δὲ τὸ τυχὸν Δελφικὸν Πυθοῖ, ἢ Θέσπρωτον ἄνδρα ἐν Δωδώνῃ, ἢ Λίβυν ἐν Ἄμμωνος, ἢ Ἴωνα ἐν Κλάρῳ, ἢ Λύκιον ἐν Ξάνθῳ, ἢ Βοιωτὸν ἐν Ἰσμημίου, τούτους ἅπαντας οὐ θαυμάζεις τῷ δαιμονίῳ ὅσαι ἡμέραι συγγιγνομένους, καὶ οὐ τὰ σφίσιν μόνον πρακτέα ἢ μὴ γιγνώσκοντας, ἀλλὰ καὶ τοῖς

ἄλλοις χρησμῳδοῦντας καὶ ἰδίᾳ καὶ δημοσίᾳ; ἢ διότι ἡ μὲν πρόμαντις καθίζουσα ἐπὶ τρίποδος, ἐμπιμπλαμένη δαιμονίου πνεύματος, χρησμῳδεῖ· ὁ δὲ ἐν Ἰωνίᾳ ὑποφήτης, ὕδωρ ἐκ πηγῶν ἀρυσάμενος καὶ πιών, μαντικῶς ἔχει· οἱ δὲ χαμεῦναι, καὶ ἀνιπτόποδεςʼ, ἐν Δωδώνῃ θεραπεύοντες δρῦν, παῤ ἐκείνης, ὡς ὁ Θεσπρω τῶν λόγος, μαθόντες χρησμῳδοῦσιν;

Ἐν Τροφωνίου τε μὴν (καὶ γὰρ τοῦτο μαντεῖόν [*](Ed. Duebn. p.52 ) ἐστιν ἐν Βοιωτίᾳ ἥρωος Τροφωνίου περὶ Λεβαδίαν πόλιν) ὁ δεόμενος συγγενέσθαι τῷ δαιμονίῳ, ἐνσκευασάμενος [*](46a) ὀθόνῃ | ποδήρει καὶ φοινικίδι, μάζας τε ἐν χεροῖν ἔχων, εἰσδύεται ὕπτιος κατὰ στομίου στενοῦ· [*](2 γύναιον sq vi. or. 41. 1 d etiam or. 29. 7 c cf. Themist. 27. 2 (351 d) ‖ 12 χαμεῦναι καὶ ἀνιπτόποδες ut or. 13. 6 b ex Hom. Π 235 ‖ 13 δρῦν cf. Hom. ξ 327 Plat. Phaedr. 275 b schol. in Aesch. Prom. deam. 659 Themist 27. 2 (351 d) Strab. VII 329 etiam Dio Chr. 7. 52 ‖ 15 ἐν Τροφωνίου sq. cf. Lucian. d. mort. 3. 2 (339) Philostr. vit. Apoll. VIII 9) [*](2 γύναιον — 5 Ἰσμηνίου p) [*](2 δὲ τὸ τυχὸν om. p ‖ 3 Θέσπρωτον (σπ in ras.) R! | Ἅμ- μωνος B ‖ 4 Κλάρῳ Λύκιον (suprascr. ἢ) R! 6 ὁσημέραι ϛ (δ∠°) in mge σημείωσαι περὶ χρησμῶν (man. rec. ) R! ‖ 8 ἦ ∠ corr. Markl | ἢ 〈τί οὐ θαυμάζεις〉 διότι Markl. νὴ Δία Reiske 9 ἐμπιπλαμένου MN φα(δ) ‖ 15 γε μὴν Bα(δ ∠) | μαντεῖον ἐστὶν BM non ‖ 16 ἥρωος — 17 συγγενέσθαι om. M ‖ 17 ἐνεσκευα- σμένος Markl. ‖ 19 ὕπτιος (τι in ras.) R!)

88
καὶ τὰ μὲν ἰδών, τὰ δὲ ἀκούσας, ἄνεισιν αὖθις ὑποφήτης αὐτάγγελος.

Ἦν δέ που τῆς Ἰταλίας κατὰ τὴν μεγάλην Ἑλλάδα περὶ λίμνην Ἄορνον οὕτω καλουμένην μαντεῖον ἄντρον, καὶ θεραπευτῆρες τοῦ ἄντρου ἄνδρες ψυχαγωγοί, οὕτως ὀνομαζόμενοι ἐκ τοῦ ἔργου. Ἐνταῦθα ὁ δεόμενος ἀφικόμενος, εὐξάμενος, ἐντεμὼν σφάγια, χεάμενος χοάς, ἀνεκαλεῖτο ψυχὴν ὅτου δὴ τῶν πατέρων ἢ φίλων· καὶ αὐτῷ ἀπήντα εἴδωλον, ἀμυδρὸν μὲν ἰδεῖν καὶ ἀμφισβητήσιμον, φθεγκτικὸν δὲ καὶ μαντικόν· καὶ συγγενόμενον ὑπὲρ ὧν ἐδεῖτο, ἀπηλλάττετο. c Τοῦτό μοι δοκεῖ τὸ μαντεῖον καὶ Ὅμηρος γνούς, προσθεὶς τῷ Ὀδυσσεῖ τὴν ἐπʼ αὐτῷ ὁδόν, ἐκτοπίσαι τὸ χωρίον ποιητικῶς μάλα τῆς καθʼ ἡμᾶς θαλάττης.

Ὅτι δὲ ταῦτα ἀληθῆ, ὥσπέρ ἐστιν (καὶ σώζεται καὶ νῦν τὰ μὲν αὐτὰ ἐκεῖνα οἷα ἦν, τῶν δὲ ἴχνη σαφῆ ἐκλέλειπται τῆς περὶ αὐτὸ θεραπείας τὲ καὶ κομιδῆς), θαυμαστὸν εἰ ταῦτα μὲν οὐδεὶς ἡγεῖται ἄτοπά τε εἶναι καὶ ἔξω τρόπου, οὐδὲ ἀμφισβητεῖ περὶ αὐτῶν, ἀλλὰ τὴν πίστιν παραδοὺς τῷ χρόνῳ εἴσεισιν ἕκαστος μαντευσόμενος, [*](3 λίμνην Αορνον cf. Cramer anecd. Par. I 383 ‖ 11 τοῦτο sq cf Strabo V 244 ἐμύθευον οἱ πρὸ ἡμῶν ἐν τῷ Ἀόρνῳ τὰ περὶ τὴν νεκυῖαν τὴν Ὁμηρικὴν sq. ‖ 15. 16 ἴχνη σαφῆ ἐκλέλειπται cf. Plut. def orac. 15 (418 d) τοῖς περὶ τὰ μαντεῖα . . τεταγμένοις δαιμονίοις ἐκλείπουσί τε κομιδῇ συνεκλείπει τὰ τοιαῦτα) [*](6 ἐντεμὼν — χοάς p ‖ 12 ἐκτοπίσαι — 13 θαλάττης (: ἐκτοπίσαι)) [*](3 Ἄορνον λίμνην οὕτω Markl λίμνην Ἄορνον ἔτι Dav. 5 ἄνδρες om ∠° ‖ 7 χεόμενος B | ὅπου B ‖ 9 μὲν καὶ ἰδεῖν nescio unde θ ‖ 12 ἐπʼ αὐτὸ Merkl ‖ 14 ἔτι δὲ α(δ) εἰ δὲ Heins. (Duebn. ) ὅτε (vel εἴη) Schenkl | καὶ γὰρ σώζεται nescio unde δ 16 ἔτι λέλειπται Reiske (Duebn.) | αὐτὰ Dav. (D Duebn.) ‖ 17 θαυ- μαστὸν δὲ εἰ α(θ) ‖ 19 μαντευσάμενος N)

89
καὶ ἀκούσας διαπιστεύει, καὶ πιστεύσας χρῆται, καὶ χρησάμενος τιμᾷ·

εἰ δὲ ἀνὴρ φύσει τὲ κεχρημένος γενναιοτάτῃ, καὶ παιδεία σωφρονεστάτῃ, καὶ φιλοσοφίᾳ ἀληθεστάτῃ, καὶ τύχῃ δεξιωτάτῃ, συγγίγνεσθαι δαιμονίῳ ἠξιώθη πρὸς τοῦ θεοῦ, θαυ τῷ μαστὸν δοκεῖ καὶ ἄπιστον, καὶ τοῦτο, ὅσον αὐτῷ ἱκανὸν εἶναι, χρησμῳδεῖν οὐκ Ἀθηναίοις, μὰ Δία, περὶ τῶν Ἑλληνικῶν κακῶν βουλευομένοις, οὐδὲ Λακεδαιμονίοις περὶ στρατείας μαντευομένοις, οὐδὶ εἰ τις Ὀλυμπίαζε ἀγωνιούμενος περὶ νίκης ἠρώτα, οὐδʼ εἴ [*](46b)τις εἰς δικαστήριον κα | θιστάμενος, εἰ αἱρήσει, διεπυνθάνετο, οὐδʼ εἴ τις ἤρα χρημάτων, εἰ πλουτήσει, οὐδὲ ἄλλό τι τῶν ἐπὶ μηδεμιᾷ προφάσει ἀξιόχρεῳ πραγματευομένων, ὑπὲρ ὧν ὁσημέραι ἐνοχλοῦσιν οἱ ἄνθρωποι τοὺς θεούς·

τάχα μὲν γὰρ καὶ ταῦτα ἦν ἱκανὸν καὶ τὸ Σωκράτους δαιμόνιον διειδέναι, εἴπερ ἦν μαντικόν· καὶ γὰρ ἰατρῶν, ὅστις αὐτῷ ἱκανὸς καὶ ἄλλῳ, ὁ αὐτὸς, καὶ τεκτόνων καὶ σκυτοτόμων καὶ τῶν ἄλλων ἑξῆς καὶ ἐπιστημῶν καὶ δυνάμεων·

ἀλλὰ ταύτῃ γε ὁ Σωκράτης ἐπλεονέκτει (τῷ νῷ ταῖς τῶν θεῶν φωναῖς συγγιγνόμενός τε), ὅτι τὰ αὑτοῦ ἐν καλῷ διατιθέμενος [*](2. 3 φύσει τὲ κεχρημένος sq. or 26. 4 a de Homero ‖ 7 χρη- σμῳδεῖν sq. vi. or. 41. 1 e et c) [*](17 καὶ γὰρ ἰατρῶν — 19 δυνάμεων n) [*](4 τύχῃ] ψυχῇ Dav. ‖ 6 καὶ τοῦτον MN α(δ) ‖ 9 περὶ στρατείας μαντευομένοις om. B ‖ 10 Ὀλυμπίαζε -ἀγωνιούμενος R! ‖ 12. 13 οὐδʼ εἰ ἄλλος τις Reiske ‖ 15 ἱκανὸν ἦν MN α(δ) 17 ἰατρῶν ἄριστος ὅστις ϛ(θ) | αὑτῶ α(δ Δ) ‖ 18 ὁ αὐτὸς „ein und derselbe“] ὡσαύτως Canterus ὁ ἄριστος Dav. (Duebn.) 21 τε (post συγγιγνόμενός) om. Ϛ (δ Δ) | ὅτι post ἐπλεονέκτει reiecit Markl. | αὐτοῦ MB | θέμενος Reiske)

90
τῇ πρὸς τὸ δαιμόνιον συνουσίᾳ τοῖς ἄλλοις ἀνεπιφθόνως τὲ καὶ ὅσα ἀνάγκη προσεφέρετο.

Εἶεν· τοῦτο μὲν, φήσει τὶς, πείθομαι, ὅτι κατʼ ἀρετὴν τρόπου καὶ φύσεως γενναιότητα ἠξιώθη ὁ Σωκράτης δαιμονίου συνουσίας· τί δὲ καὶ ἦν τὸ δαιμόνιον, ποθῶ μαθεῖν.