Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Χειμὼν οὗτος· ἀντέχεται· θέρος τοῦτο· ἀναψύχει· πληρωθὲν μὲν κενώσεως, κενωθὲν δὲ πλησμονῆς ὀρεγόμενον· Εὐρίπου καὶ ἀμπώτεως δίκην, μηδέποτε ἑστός, μηδέποτε ἀτρεμοῦν, ἀκόρεστον, ἀκατάσχετον, ἀδηφάγον, ἐνδεὲς ἀμπεχόνης, δεόμενον ὑποδημάτων, ἀλειμμάτων, φαρμάκκων, λουτρῶν.

Ἓν σῶμα θεραπεύουσιν χεῖρες πολλαὶ, καὶ τέχναι πολλαί· χιλίας δὲ ἵππους ἱπποφορβὸς εἶς, καὶ τοσαῦτα μῆλα ποιμὴν εἰς, καὶ τοσούτους βοῦς βουφορβὸς εἶς. Καὶ οὐδὲ τὰ τοσαῦτα ἱκανά·

τίς γὰρ [*](2 προιὸν δὲ sq. cf Hippocr. ep 17. 47 ἀκμάζων θρασύς sq. || 7 οὐκ ὄμβρων sq. vi. or 36. 5 e καὶ οὐκ ἀπεδίδρασκεν sq. 10 πληρωθὲν sq. vi simil. or. 36. 2 e πλούτου sq or. 33. 3 e ἀκο- ρεστος sq. ||11 12 Εὐρίπου sq vi. or. 5. 6 b et quae ibi adnotavi || 13.14 ἐνδεὲς ἀμπεχόνης scil quia ἀσκεπὴς est vi. or. 31. 4 f vi. etiam or. 36. 2 a περιβάλλοντες sq. ||15 ἓν σῶμα sq. ut regis Per- sarum vi. or 33. 4 a || 18 οὐδὲ τὰ τοσαῦτα ἱκανά excipiunt enim) [*](11 in mge εὔριπος ἄμπωτις (schol. recent.) R!) [*](18 τίς γὰρ — p. 478. 3 ἀνιστάμενον p) [*](1 μητέρων R μητρῴων cett. (θ) |ὑγρῶν MNα(δ ) λύθρων Markl. |ἰλυῶδες] ὑλῶδες MNα(δ) corr. Heins ||2 ἀνάπλεον MN(Δ0) ||6 ἀχρειότατον Reiske (Duk.) ||9 οὗτος| τοῦτο Heins. 10 ἀμπέχεται φα(δΔ) θέρος οὗτος Steph ἀναψύχεται Markl. 12 ἀμπώσεως nescio unde Δ |ἑστὼς MNα(θ) ||15 λουτρῶν om Δ°)

478
ἀνθρωπίνη μηχανὴ λοιμοῦ προσβολὰς ἀλέξασθαι, ἢ ἀνασχεῖν ὄμβρους ἐξ οὐρανοῦ καταφερομένους, ἢ στῆσαι γῆν σειομένην, ἢ σβέσαι πῦρ ἐκ γῆς ἀνιστάμενον;

Ὁρᾷς τὸν δρόμον, καὶ τὴν διαδοχὴν τῶν κακῶν, καὶ τὴν συνέχειαν τῶν κινδύνων· (σ 130) οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.

Κἂν ἐπὶ τὴν ψυχὴν ἔλθῃς, κἀκεῖ ὄψει ὄχλον νοσημάτων τῇ ψυχῇ ἐπιχεόμενον· ἐὰν λύπην ἀπώσῃ, φόβος ὑπορρεῖ· ἂν ἀπέλθῃ φόβος, ὀργὴ ἀνίσταται· ἂν παύσεται ὀργή, φθόνος ἔπεισιν· παρὰ πόδας τὰ δυσχερῆ, ἐν γειτόνων τὰ κακά· ἀνοχὴ δὲ ἀκριβὴς οὐδεμία.

Τί ἄν οὖν πρὸς ταῦτα ἀποκρίναιτο ὁ Ζεύς, ἢ ὁ Ἀπόλλων, ἤ τις ἄλλος μαντικὸς θεός; Ἀκούσομεν τοῦ ὑποφήτου λέγοντος (α 33/4) ἐξ ἡμέων γὰρ φασὶ κακʼἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼἔχουσιν· [*](τὰς σωματικὰς ἐλαττώσεις τὰ ἐκτός cf. Orig c. Cels. IV 209 6. 314 Hierocl. ap. Stob. ecl. I 64) [*](1 λοιμοῦ . . ὄμβρους . . γῆν σειομένην exempla malorum physicorum hominum puniendorum causa missorum cf. Hierocl. ap. Stob. ecl. l 64 vi. etiam or. 3. 8 n cf. Philo. π. προν lI 90 et 100 Senec. nat. quaest. IV 4 VI 3 || 7.8 ὄχλον νοσημάτων sq. vi. or. 28. 2 i cf Plat. Tim. 86 c Plut. anim. an. corp. 3 Dio Chrys. 78. 45 || 8 ἐὰν λύπην ἀπώσῃ sq. vi. or. 1. 2 b ἢ εἴπερ sq. || 12. 13 ὁ Ζεὺς ἢ ὁ Ἀπόλλων sq. ut supra § lII b ||13.14 τοῦ ὑποφήτου sq. ut or. 11 be ||15 ἐξ ἡμέων sq. vi. or. 38. 7 a cf. Hierocl. ap Stob. ecl. lI 181 Porph. ap. Stob. ecl. II 172) [*](4. 5 in mge ὦ θαυμάσιον σοφιστὴν (schol. recent.) R! || 11 in mge ἐγγειτονῶν (vet. schol. u) R!) [*](1 λιμοῦ Hα(δ) ||8 ἀπώσῃς α(δΔ⁰ ) corr. Reiske ||9.10 ἂν παύ- σεται R ἂν παύσηται (ἀναπαύσηται M) cett. (δ Δ) || 10 ἔπεισιν] ὕπεισι Markl. ||11 ἐγγειτονῶν RMB ἐκ γειτόνων α(δ) ||12 ἀπο- κρίναιτο (αι in ras ) R 13 ἢ ὅστις Markl. ἀκούσομεν ἀκού- σωμεν cett.(δΔ) sed vi. Lucian.navig. 11 (255)al. || 16 σφίσιν MN )

479
Τίς οὖν ἡ τῆς ἀτασθαλίης αἰτία;

Οὐρανοῦ καὶ γῆς δυοῖν ἑστίαιν τὴν μὲν ἄμοιρον ἡγητέον κακῶν, τὴν δὲ [*](144b)ἐξ ἀμφοῖν ἐπιμεμιγμένην· |ἡ τὰ μὲν ἀγαθὰ ἐπίρρυτα ἐκ τῆς ἑτέρας, τὰ δὲ κακὰ ἐξ αὐτοφυοῦς μοχθηρίας ἀνίσταται.

Διττὴ δὲ αὕτη, ἡ μὲν ὕλης πάθος, ἡ δὲ ψυχῆς ἐξου||σία. Ῥητέον δὲ δὴ τά πρῶτα ὑπὲρ τῆς[*](Ed. Duebn p.163) προτέρας.

Ὕλην ὁρᾷς ὑποβεβλημένην δημιουργῷ ἀγαθῷ· ἧς τὸ μὲν κοσμηθὲν ἥκει παρὰ τῆς τέχνης· εἰ δέ τι ἀκρατῶς ἑαυτῶν τὰ ἐν γῇ ἔχοντα πάσχει πλημμελές, ἀναίτιόν μοι τὴν τέχνην τίθει· βούλησις γὰρ οὐδεμία τεχνίτου ἄτεχνος, οὐδὲ γὰρ νομοθέτου ἄδικος· ὁ δὲ θεῖος νοῦς ἀνθρωπίνης τέχνης εὐστοχώτερος.

Καθάπερ οὖν ἐν ταῖς τῶν τεχνῶν χειρουργίαις τὰ μὲν ἡ τέχνη προηγουμένως δρᾶ, στοχαζομένη τοῦ τέλους, τὰ δὲ ἕπεται τῇ χειρουργίᾳ, οὐ τέχνης ἔργα, ἀλλʼ ὕλης πάθη, σπινθῆρές τε ἐξ ἄκμονος, καὶ ἐκ βούνου αἰθαλώσεις, καὶ ἄλλο ἐξ ἄλλης πάθος, ἀναγκαῖον μὲν τῇ ἐργασίᾳ, οὐ προηγούμενον δὲ τῷ τεχνίτῃ·