Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τί δὲ ἐν φάλαγγι; φυλακὴ συνθήματος· ἓν μὲν τοῦτο, παντοδαπὴ δὲ ἡ ἀναρχία.

Ἐν μὲν οὖν τῇ τοῦ ἑνὸς φύσει ὑπερβολὰς καὶ ἐνδείας οὐχ ὁρῶ· στάσιμος γὰρ αὕτη, καὶ μηδένα ἀνεχομένη δρόμον μήτε εἰς φυγὴν μήτε εἰς δίωξιν· ὅταν δὲ εἰς πλήθους ἀριθμὸν ἐμπέσω, δύναμαι τούτου διαμετρεῖσθαι τὰς φύσεις·

καὶ γὰρ ὁδοῦ μακρᾶς τὸ μὲν τέρμα ἕν, πολλαὶ δὲ αἱ ἀποστάσεις.

Ἐὰν ἐπὶ Βαβυλῶνα ἴῃς, πλησιαίτερος μὲν τοῦ Ἀρμενίου ὁ Ἀσσύριος· καὶ τοῦ Λυδοῦ ὁ Ἀρμένιος, καὶ τοῦ Ἴωνος ὁ Λυδός, καὶ τοῦ νησιώτου ὁ Ἴων· ἀλλʼ οὐδεὶς ἐν Βαβυλῶνι οὔπω, οὐχ ὁ Ἀσσύριος, οὐχ ὁ Ἀρμένιος, οὐχ ὁ Λυδός.

οὐχ ὁ Ἴων, οὐχ ὁ νησιώτης. Κἂν ἐπʼ Ἐλευσῖνα ἴῃς, Πελοπόννησος αὕτη, εἶτα Μέγαρα, εἶτα Ἰσθμός· ἀλλὰ ἀμύητος εἰ, κἂν ἐν Μεγάροις ἦς. ὁμοίως τῷ Πελοποννησίῳ· μέχρι μήπω τῷ ἀνακτόρῳ προσἐλήλυθας, ἀμύητος εἰ.