Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Κἂν ἐπὶ μουσικὴν ἔλθῃς, τὸ μὲν ἡρμοσμένον κἀνταῦθα ἕν, οὔτε κρεῖττον αὐτὸ αὐτοῦ γιγνόμενον, οὔτε ἔλαττον· τὸ δὲ ἀνάρμοστον πολύ, καὶ παντοδαπόν, καὶ διῃρημένον. Οὕτω καὶ χορὸς 〈ὁ〉 ὁμολογήσας μέν εἰς ὁμοφωνίαν·

μὴ ὁμολογῶν δέ, σχίζεται καὶ διαχεῖται καὶ σκεδάννυται καὶ πλῆθος γίγνεται.

Οὕτω καὶ τριήρης, ἐρεσσομένη ὑπʼ αὐλῷ, τὴν πολυχειρίαν συνάπτει τῇ ὁμοιότητι τῆς εἰρεσίας· ἐὰν δὲ ἀπαλλάξῃς τὸν αὐλόν, διέλυσας αὐτῆς τὴν χειρουργίαν.

Οὕτω καὶ ὑφʼ ἡνιόχῳ ἅρμα εὐθύνεται [*](136 b) κοινῷ δρόμῳ καὶ θυμῷ ἐνί· ἐὰν δὲ ἀφέλῃς τὸν ἡνίοχον, ἐσκέδασας τὸ ἅρμα.

Οὕτω καὶ στρατόπεδον συντάττεται ὑπὸ συνθήματι ἐνί· ἐὰν δὲ ἀφέλῃς τὸ σύνθημα, διέλυσας τὴν φάλαγγα εἰς πλήθους φυγήν.