Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τοῦτο καὶ περὶ γεωμετρίας λέγει τὶς θεῶν, ἢ ἐκείνη ἡ θεὸς ἡ Ἀθηνᾶ λέγει· ῾ Ἐκεῖσε βλέψον· ὁρᾷς τουτὶ τὸ ὑπὲρ κεφαλῆς θέαμα, τὸ καλόν, τὸ ποικίλον, ἐληλαμένον περὶ γῆν ἐν κύκλῳ καὶ περὶ αὐτὴν ἑλιττόμενον, μεστὸν ἄστρων, ἥλιον φέρον, σελήνην ἔχον;

τοῦτο ὅ, τι μέν ἐστιν |οὐκ οἶσθα, δοκεῖς δὲ ὁρᾶν καὶ [*](131 a) εἰδέναι. Ἀλλὰ ἐγώ σε, ὦ οὗτος, ἀνάξω κεῖσε ἠπειρώτην ὄντα, ὄχημά σοι πηξαμένη κοῦφον, παραδοῦσα γεωμετρίᾳ·

ἥ σε τὰ μὲν πρῶτα ἔνδον ἐν τῷ λιμένι ὀχήσει, ἐθίζουσα ἀνέχεσθαι τῆς πορείας, καὶ μὴ ἰλιγγιᾶν πρὸς τὸ πέλαγος, μηδὲ ἀποδειλιᾶν πρὸς τὸ πέλαγος·

ἔπειτα ἀγαγοῦσα ἔξω τοῦ λιμένος, εἰς καθαρὸν καὶ εὔδρομον τὸ τῶν ὄντων πέλαγος ἀνάξει, κεῖσʼ, [*]((μ 3/4))

  • ὅθι τʼ ἠοῦς ἠριγενείης
  • οἰκία καὶ χοροί εἰσι, καὶ ἀντολαὶ ἠελίοιο
  • [*](2 τὸ σόφισμα τοῦτο ut philosophia Chrysippi aliorum vi. or. 4.3 b; 26 2 f ex eadem sententia Daedali τέχναι ἄτοποι dicuntur or. 31. 3 d || 3. 4 ὄρνιθος δίκην ut or 36. 5 b: etiam or. 10.2 f 4 διαπτήσεται πανταχοῦ ut anima Aristeae or. 10. 2 f || 9 φέρον . ἔχον ut or. 8. 6 d κόρυν φέρουσαν || 15. 16 ἀποδειλιᾶν πρὸς τὸ πέλαγος sq. vi.or. 30 1 f or. 33. 3 b vers finem || 16. 17 ἀγαγοῦσα .. εἰς . . πέλαγος vi. simil or. 30. 4 f ἄγε λαβὼν sq.) [*](1 ἑκάστης α(δ) corr Markl. || 2 ἐμηχανευσάμην R! ἐμηχανη- σάμην cett. (δΔ) || 3 τοῦτό σε Reiske (Duebn.) || 4 διαπτήσεται || 4. 5 μάθε τοῦτο· καὶ Ϛ(δ Δ) || 5 λέγω τὶς MN λεγέτω τὶς φα(δ) λέγοι τις Markl. |ἢ ἐκείνη — 6 λέγει del. Heins. || 6 θεὸς ἡ] θεὸς αὐτὴ Reiske | λέγοι Markl. λεγέτω Reiske | βλέψαι MN α (δ) || 10 δοκεῖς] ποθεῖς Markl | δὲ ὁρᾶν] διορᾶν Markl. || 15 πρὸς τὸ πέλαγος del Schenkl || 15.16 πρὸς τὸ πέλαγος om. MN φα(δ) del Lennep (ad Phalar. 44) πρὸς τὸ πλάτος Meiser πέλαγος suspectat etiam Duebn || 17 κεῖσʼ κεῖσε R! κἀκεῖσ᾿ MN κα- κεῖσε α δ || 18 ὅθι (ι in ras. ) R! | ἠριγενείας α(δ) )
    437
    καὶ σελήνης αὐγαὶ καὶ τῶν ἄλλων ἀκηράτων σωμάτων. Ἕως δὲ ἀθέατος τούτων εἶ, μένεις εὐδαιμονίας ἀμέτοχος, ἄμοιρος.ʼ

    [*](λβʹ)

    Εἰ γένοιτό τις θείᾳ μοίρᾳ ἀγαθός.

    Ὅμηρος μὲν πρὸς τὸν Τηλέμαχον διαλεγόμενος ἐν προσώπῳ Νέστορος, οὑτωσὶ περὶ αὐτοῦ λέγει· [*]((γ 27/8))

  • οὐ γὰρ ὁΐω
  • οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε·

    ὁ δὲ αὐτὸς καὶ τοὺς ἀγαθοὺς ἅπαντας δίους καλεῖ, διότι ἦσαν, οἶμαι, οὐ κατὰ τέχνην ἀγαθοί, ἀλλὰ ἔργον Διός.

    Ὑποπτεύω δὲ αὐτοῦ κατὰ ταὐτὰ τὰ ἔπη, ἃ περὶ τοῦ Δημοδόκου λέγει, ὅτι ἦν αὐτῷ πεποιημένα μὲν εἰς τὴν αὐτοῦ τύχην, ἀνακείμενα δὲ τῷ Δημοδόκῳ. Ἔχει δὲ τὰ ἔπη ὧδέ πως· [*]((θ 63/4))

  • τὸν περὶ μοῦσα φίλησε, δίδου τʼ ἀγαθόν τε
  • κακόν τε·
  • ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.

    [*](11 δίους καλεῖ sq. vi. or. 35. 1 a || 12 ἔργον Διός vel θείᾳ μοίρᾳ vi. infra § IIl a et V b)[*](2 τούτων, μένεις (τούτων in ras et suprascr εἰ ut sit εἰ μένεις sic !) R! || 3 〈καὶ〉 ἄμοιρος φ α(δ))[*](Codices RMN α ( Stephanus) φ (═ Paccius); H (teste Davisio))[*](4 ΛH' R! || 6 in mge λβ' R! | εἰ — ἀγαθός RN additis λόγος κβʹ φ α τοῦ αὐτοῦ εἰ — ἀγαθοῖς (sic!) M || 10 οὐδέ σε α(δ) |ἀέκητι in ras R! |τραφέμεν (τρ in ras .) || 13 in mge περὶ Δημοδόκου (schol. vet. u) |κατὰ 〈ταὐτὰ〉 (῾ eodem modoʼ, an est καὶ ταῦτα? ) Hob. κατὰ codd. (δ) καὶ Steph. (Δ) || 15. 16 ἔχει τὰ (suprascr δὲ) R! || 17 περὶ πέρὶ M πέρι cett. (δ Δ) cum Homero | μοῦσʼ ἐφίλησε MNα(δ) | δίδου δʼ ἀγαθόν N α (δΔ) cum Homero)
    438

    Ἐγὼ δὲ αὐτῷ περὶ μὲν τῆς ᾠδῆς συντίθεμαι, περὶ δὲ τῆς συμφορᾶς οὐ συντίθεμαι·

    οὐ γὰρ μουσικὸν τὸ δῶρον. Ἀπίθανος δὲ καὶ ὁ Δημόδο|κος, οὑτωσὶ περὶ [*](131 b) αὑτοῦ λέγων· [*]((χ 347))

  • αὐτοδίδακτος δ᾿ εἰμί, θεοὶ δέ μοι ὤπασαν ὀμφήν. ||
  • [*]( Ed. Duebn. P.149)

    Καὶ πῶς ἐσσί, ὦ βέλτιστε, ἀοιδῶν αὐτοδίδακτος; παρὰ θεῶν τὴν ὀμφὴν ἔχων, οἵπερ διδασκάλων ἀπταιστότατοι;

    Ἀποκρίνεται ὁ Δημόδοκος ὅπερ ἂν τῶν πλουσίων οἱ πατρῷον λαβόντες κλῆρον πρὸς τοὺς χρηματιστὰς ἀποκρίναιντο, ὡς ἔστιν αὐτοῖς αὐτογενὴς ὁ πλοῦτος, οὐ παῤ ἄλλων τέχνῃ καὶ πόνῳ συνενηνεγμένος.

    [*](Περὶ Ἡσι- όδου)

    Ἐπεὶ καὶ τὸν Ἡσίοδον τί οἰόμεθα ποιμαίνοντα περὶ τὸν Ἑλικῶνα ἐν Βοιωτίᾳ, ᾀδούσαις ταῖς μούσαις ἐντυχόντα, ὀνειδισθέντα τῆς τέχνης τῆς ποιμενικῆς, παῤ αὐτῶν λαβόντα δάφνης κλάδους, εὐθὺς ᾄδειν, γενόμενον ποιητὴν ἐκ ποιμένος, ὥσπερ φασὶν τοὺς κορυβαντιῶντας, ἐπειδὰν ἀκούσωσιν αὐλοῦ, ἐνθουσιᾶν, τῶν προτέρων λογισμῶν ἐξισταμένους; πολλοῦ γε καὶ δεῖ.

    Ἀλλὰ ᾐνίξατο, οἶμαι, ὁ Ἡσίοδος τὸ αὐτοφυὲς [*](3 ὁ Δημόδοκος sq. vi or 10. 5 e || 14 καὶ τὸν Ἡσίοδον sq. cf. Dio Chrys. 1 || 15 ᾀδούσαις ταῖς μούσαις ut or. 15. 6 f || 18.19 ὥσπερ . . τοὺς κορυβαντιῶντας cf. Plat. Crit 54 d etiam Verg. Aen. IV 301 || 21 ᾐνίξατο ὁ Ἡσίοδος sq. vi etiam or. 37. 5 b) [*](1 συντίθε -μαι R! || 2 μουσικῶς M || 5 αὐτοδίδακτός (sic!) δ᾿ εἰμι R |ὤπασαν ὀμφήν vi ad R! 118.8 7 πῶς sq. versus ipsius Maximi, quod editores fugit || 9 ἀποκρινεῖται Markl. et ita Meiser | ὅπερ] ὥσπερ nescio unde Δ 10 λαβόντες κλῆρον πατρῷον MNα(δ) || 14 in mge περὶ Ἡσιόδου (schol vet u) R! | ἐπὶ καὶ τοῦ Ἡσιόδου Dav || 17 δάφνης λαβόντα MNα(δ) )

    439
    τῆς αὐτοῦ τέχνης, ἀναθέμενος αὐτοῦ τὴν αἰτίαν τῷ μουσῶν χορῷ, ὥσπερ ἂν εἰ καὶ χαλκευτικὸς γενόμενός τις τέχνης ἄνευ ἀνετίθετο Ἡφαίστῳ φέρων τὸ αὐτόματον τῆς δημιουργίας.