Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

τὴν δὲ Nauck fr. adespota 247 ἀγαθὴν τιθήνην καὶ τροφὸν γνώμης νέας, [*](5. 6 ὁ ἔν τῇ ψυχῇ δῆμος sq. vi.ad or.7.2c 12 ξυλλήπτορας ut or. 8 7 k etiam or. 38. 6 k || 15 τὸ σῶμα . . ὄχημα sq ut Plat. Tim. 69 c ὄχημα . . πᾶν τὸ σῶμα ἔδοσαν 17 γυμναστικὴν sq. cf. Plat. Gorg. 450 a οὐκοῦν καὶ ἡ γυμναστικὴ περὶ λόγους ἐστὶ τοὺς περὶ εὐεξίαν τε τῶν σωμάτων καὶ καχεξίαν etiam legg. 7. 795 d 18. ῥητορικὴν cf. Plat. Phaedr 261 a ἆῤ οὖν οὐ ἡ ῥητορικὴ ἂν εἴη τέχνη ψυχαγωγία τις διὰ λόγων || 20 τιθήνην καὶ τροφὸν cf. plat. Tim. 88 d ἣν τροφὸν καὶ τιθήνην τοῦ παντὸς προσείπομεν) [*](1 τὸ εἶξαι Dav. τῷ del. Markl. (Δ) || 2 ἀντιβλέψαι RH ἀντι- λέξαι cett. (δ) | 〈καὶ〉 ἀποκρίνεται α (δ) || 4 ἄλλως] ὅλως Dav. 1 || 5 ὁ δὲ] ὅ, τε Markl. || 7 ὁμολογήσῃ φ α(δ Δ) 14 ἡμῖν] ‘quae vobis vilia conferant’ σ2 unde ὑμῖν fuisse in φ suspicatur Combes || 15 τῇ ÷ ÷ ψυχῇ 20 τιθήνην del Schottus | καὶ τροφὸν] τρόφων α(δ) |νέας] ἐκ νέας Combes)

429
ποιητικὴν ταύτην ὀνομάζουσα·

τὴν δὲ ἡγεμόνα τῆς [*](128 b)ἀριθμῶν φύσεως, ἀριθμητικὴν |ταύτην ὀνομάζουσα·

τὴν δὲ καὶ λογισμῶν διδάσκαλον, λογιστικὴν ταύτην ὀνομάζουσα·

γεωμετρίαν δὲ καὶ μουσικήν, ξυνερίθω τὲ καὶ ξυνίστορε φιλοσοφίας, τῶν αὐτῶν νείμασα ἑκάστῃ μέρος τοῦ πόνου.

Καὶ περὶ μὲν τῶν πόνων τάχα δὴ ἑξῆς διέξειμι·

νῦν δὲ δὴ μουσικῆς πέρι, τοῦ πρεσβυτάτου τῶν ἐν ψυχῇ ἐπιτηδευμάτων, προχειρισάμενοι λέγωμεν τὰ εἰκότα·

ὡς ἔστιν καλὸν μὲν καὶ ἀνδρὶ ἑνὶ μουσική, καλὸν δʼ αὖ καὶ πόλει καὶ γένει ξύμπαντι, ᾧ τῶν θεῶν μοίρᾳ μουσικὴν συνέβη ἐπιτηδευθῆναι.

Οὔτι τοι λέγω τὴν διʼ αὐλῶν καὶ ᾠδῇς καὶ χορῶν καὶ ψαλμάτων ἄνευ λόγου || ἐπὶ τῇ ψυχῇ ἰοῦσαν, τῷ τερπνῷ τῆς [*](Ed. Duebn. p. 146) ἀκοῆς τιμηθεῖσαν.

Ταύτην μὲν γὰρ ἔοικεν ἡ ἀνθρωπίνη ἀγαπήσασα πλημμέλεια, ἑπομένη τῷ ἡδεῖ φαινομένῳ, νοθεύσασα διὰ τοῦ ἔρωτος τούτου τὴν ἀκρίβειανμένη τῆς μουσικῆς·

τὸ γὰρ νῦν ἔχον ἐξίτηλος ἡμῖν γενο [*](5 ξυνερίθω cf. Plat. republ. VII 533 d συνερίθοις καὶ συμ- περιαγωγοῖς χρωμένη αἷς διήλθομεν τέχναις etiam legg. Χ 889 d 8 μουσικῆς πέρι sq. cf. Plat legg. lII 700 a sq. republ. III 398 c Plut π. μουσικῆς 15 || 16.17 ἑπομένῃ τῷ ἡδεῖ φαινομένῳ ut infra § VII c vi. etiam or. 18. 3 c ἐὰν γὰρ sq. or. 31. 2 a ἀγαθοῦ φαν- τασίᾳ sq || 17 νοθεύσασα cf. or. 14.8 f vers. finem) [*](13 ψαλμάτων in mge repetit. (schol. vet. a) R!) [*](4 δὲ (ante καὶ) om. MN || 6 τῶν αὐτῶν] τὸ αὐτὸ Meiser τὸ αὐτῆς Schottus τὸ αὐτῶν Heins τὸ αὑτῶν Markl. τῶν αὐτῆς Reiske (Duebn.) || 7 πόνων (i. e de ῾ exercitationibusʼ scil. artis gymnasticae (cf. τοὺς ἐπὶ τὰ γυμνάσια καὶ πόνους ἰόντας Plat. legg. 1.646c)de qua res est p.428 13sq et paulo ante vers 6 μέρος τοῦ πόνου; quibus opponuntur τὰ ἐν ψυχῇ ἐπιτηδεύματα eorum- que vetustissima ars scil. musica)] πέντε Meiser λοιπῶν Dav ἄλλων Duk. ||8. 9 ἐν τῇ ψυχῆ α (δ) || 11 δὲ αὖ nescio unde Δ 13 ᾠδῶν ϛ (δ Δ0) || 14 τὴν ψυχὴν Markl. (Duebn .) || 16 ἀγαπήσα πλημμέλεια (suprascr. σα) R || 17 νοθεῦσαι Markl. (Duebn.))

430
οἴχεται, ἀποδυσαμένη τὸ αὐτῆς κάλλος, τὸ ὑγιὲς ἐκεῖνο καὶ ἀρχαῖον, ἐξαπατῶσα ἡμᾶς, καθαπερεὶ ἑταίρας ἐπίχριστον, οὐκ αὐτοφυὲς ἄνθος·

καὶ εἰδώλῳ τινὶ μουσικῆς ξυνόντες λανθάνομεν, αὐτὴν ἐκείνην ἀληθῆ καὶ ἐκ τοῦ Ἑλικῶνος μοῦσαν, τὴν Ὁμήρῳ φίλην, τὴν Ἡσιόδου διδάσκαλον, τὴν Ὀρφέως μητέρα, οὔτε ἔχοντες οὔτε εἰδότες·

ἡ δὲ παρανομία, κατὰ σμικρὸν συμφορηθεῖσα ἡμῖν, τὴν ψυχὴν εἰς τὸν ὄλισθον τοῦτον κατέσπασεν καὶ ἰδίᾳ καὶ δημοσίᾳ·

ὅτε Δωριεῖς μὲν οἱ ἐν Σικελίᾳ, τὴν ὄρειον ἐκείνην καὶ ἀφελῆ μουσικὴν οἴκοι καταλιπόντες, ἣν ἐπὶ ἀγέλαις καὶ ποίμναις εἶχον, [*](ΜΑ΄)Συβαριτικῶν αὐλημάτων ἐρασταὶ γενόμενοι, καὶ ὄρχησιν [*](129 a) ἐπιτηδεύσαντες, οἵαν ὁ αὐλὸς ἠνάγκαζεν Ἰώνων, ἀφρονέστεροι μὲν τὸ εὐφημότατον, ἀκολαστότατοι δὲ τὸ ἀληθέστατον ἐγένοντο·