Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ὥστε ἀκούσαι ἄν τις παρʼ ἑκάστῳ δεσμωτηρίῳ οἰμωγῆς ὁμοῦ καὶ ᾠδῆς [*](125 b)καὶ στόνου |καὶ παιᾶνος.

Γὸν δὲ ἕτερον αὖ βίον εἰκάζω ἀνδρὶ ἐν καθαρῷ φωτὶ διαιτωμένῳ, λελυμένῳ τὼ πόδε καὶ τὼ χεῖρε, καὶ τὸν αὐχένα πανταχοῦ περιστρέφοντι, καὶ τὰς ὄψεις πρὸς τὸν ἥλιον ἀνατείλαντ〈α ἀνατείνοντ〉ι, καὶ τοὺς ἀστέρας ὁρῶντι, καὶ διακρίνοντι νύκτα καὶ ἡμέραν, καὶ τὰς ὥρας τοῦ ἔτους ἀναμένοντι, καὶ τῶν ἀνέμων αἰσθανομένῳ, καὶ ἀέρα σπῶντι καθαρὸν καὶ ἐλεύθερον·

ἀπεστερημένῳ δὲ τῶν ἔνδον ἐκείνων ἡδονῶν ὁμοῦ τοῖς δεσμοῖς, μὴ μεθυσκομένῳ, μηδὲ ἀφροδισιάζοντι, μὴ γαστριζομένῳ, μὴ στένοντι, μὴ παιωνίζοντι, μὴ ᾄδοντι, μὴ οἰμώζοντι, μὴ ἐμπιμπλαμένῳ, ἀλλʼ ὅσον ἀποζῆν λεπτῷ καὶ διερρινημένῳ τὴν γαστέρα. Τίνα τῶν εἰκόνων μακαρίσωμεν; τίνα

οἰκτείρωμεν τῶν βίων; τίνα ἑλώμεθα; Τὸν ἐν τῷ δεσμωτηρίῳ, τὸν μικτὸν ἐκεῖνον, τὸν ἀσαφῆ, πικραῖς καὶ ἐλεειναῖς ἡδοναῖς δελεασθέντες, [*](7 οἰμωγῆς ὁμοῦ sq spectant Sophocl. Oed. Tyr.4 πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων 23 ἡδοναῖς δελεασθέντες vi. ad or. 20. 6 h πιθανὸν sq. or. 38. 6 l) [*](4 καὶ μηδὲ suspect Duebn. καίτοι μηδὲ Meiser μηδὲ del Schenkl || 5 ἠρέμαι R! ἅμα δὲ Schenkl || 7 παρʼ ἑκάστῳ ] παρὰ τοιούτῳ Combes δεσμωτηρίῳ] δεσμώτῃ Markl. || 8 τὸν δὲ] τὸν δὴ nescio unde θ corr. Markl ||10 καὶ (pro τὼ) πόδε nescio unde Δ corr. Markl. || 11.12 ἀνατείλαν〈τα ἀνατείνον〉τι Hob ἀνατείνοντι Nφα(δΔ) || 15 ἔνδον (δο in ras.) R! || 18 παιονίζοντι N παιανίζοντι α(δ Δ0) || 19.20 διερρινημένῳ 〈σιτίῳ〉 τὴν Reiske)

420
(Δ 450) ἔνθα δʼ ἄρʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν, ἡδομένων ὁμοῦ καὶ στενόντων; Μὴ σύ γε, ὦ δειλαία ψυχή·||

[*]( Ed. Duebn. p.143)

Ἀπολείπουσά μοι ταυτασὶ τὰς εἰκόνας αὐτοῖς μύθοις, ἴθι ἐπʼ ἄνδρα, οὐ κατὰ τὴν Κρόνου καὶ ἀρχὴν βιοτεύσαντα, ἀλλʼ ἐν μέσῳ τῷ σιδηρῷ τούτῳ γένει, ἐλευθερωθέντα ὑπὸ τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος·