Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πολλάς σε δεῖ ἡδονὰς παραδραμεῖν, καὶ πολλοῖς πόνοις ἀντιβλέψαι, ἵνα κτήσῃ κτῆμα ἡδοναΙρ [*](Ed. Duebn. p.20) πάσαις ἰσοστάσιον, καὶ πόνοις πᾶσιν ἀντίρροπον, κτῆμα χρυσοῦ τιμιώτερον, κτῆμα ὥρας βεβαιότερον, κτῆμα δόξης ἀσφαλέστερον, κτῆμα τιμῆς ἀληθέστερον, κτῆμα [*](18a)αὐθαί |ρετον, αὐτεπάγγελτον, κτῆμα ἀδεκάστως ἐπαινούμενον, κτῆμα, κἂν λύπην, κἂν πρᾶξιν φέρῃ, εὐφραῖνον τὸν δρῶντα κατὰ τὴν μνήμην τῆς αἰτίας.

Σπάνιον δὲ τὸ κτῆμα τοῦτο· τὸ δὲ εἴδωλον αὐτοῦ πρόχειρον καὶ παντοδαπόν, κολάκων ἐσμοὶ καὶ θίασοι, σεσηρότων καὶ σαινόντων, καὶ ἐπʼ ἄκρᾳ τῇ γλώττῃ τὸ φιλεῖν ἔχουσιν· οὐχ ὑπʼ εὐνοίας ἀγομένων, ἀλλʼ ὑπὸ τῆς χρείας ήναγκασμένων· [*](8 πολλὰς σὲ δεῖ sq. cf. Themist. 22. 269 a πολλοὺς μὲν γὰρ αἱρεῖσθαι πόνους, πολλὰς δὲ ὑπερβαίνειν ἡδονὰς ἐν τοῖς ὑπὲρ φι- λίας ἀγῶσι ἀνάγκη || 13 αὐτεπάγγελτον ut or. 1. 4 d || 17.18 κολά- κων . . σεσηρότων vi. or. 14 1 h cf. Plut de lib educ 17 19 ἐπʼ ἄκρᾳ τῇ γλώττῃ sq. cf Lucian. meretr dial. 7. 3 (297) νεανίσκοις ἐπʼ ἄκρου τοῦ χείλους τοὺς ὅρκους ἔχουσι || 20 χρείας sq. nam) [*](1 εὐπρόσωπος (ω ex ο corr.) R!: ἀπρόσωπος B φ |〈γὰρ〉 ὁ τοῦ Plato || 3 ἀπʼ αὐτῶν] ἀπάντων MN φα(δ) ἀπὸ πάντων Markl. || 4 5 περιπτάμενον φα(δ) || 8 πολλὰς δὲ δεῖ NV α(δΔ⁰) 14 καὶ πρᾶξιν MNα(δ) || 17 ἐμοὶ (suprascr. σ) H ||19 ἐπʼ ἄκρᾳ — ἔχουσιν structuram excedunt quippe scriptoris cuiusdam a Maximo citati verba | ἔχουσιν H ἐχόντων cett. (δ Δ) || 20 ὑπʼ εὐνοίας (πευν in ras. ex πε |υευν) R!)

410
καὶ μισθοφόρων, ἀλλὰ οὐ φίλων· καὶ οὐκ ἔστιν ἀπαλλαγὴ τοῦ κακοῦ, μέχρις ἄν ὡ〈φελοῦν〉 τὸ φιλεῖν νομίζωσιν·

τὸ δὲ ἔστιν μέν, ἀλλʼ οὐχ ὁρῶσιν οἱ πολλοὶ τὴν ἀντίδοσιν, οὔτε ἰδίᾳ, οὔτε κατὰ πόλιν· ἡ γὰρ ἂν αὐτοὺς ἐξοπλίσαντες, καὶ χαίρειν φράσαντες στρατηγῶν τέχναις, καὶ ὁπλοποιῶν δημιουργίαις, καὶ μισθοφόρων ἀθροισμῷ, καὶ συνθημάτων παραδόσει, καὶ φρουρίων ἐπιτειχίσει καὶ στρατοπέδων, πάλιν ἔδε— ξαντο ἂν τὰς σπονδὰς ἑκόντες παρʼ αὐτοῦ τοῦ Διός, οὐκ ἐν λυμπίφ, οὐδὲ ἀπὸ τοῦ σθμοῦ τὴν ἐκεχειρίαν κηρύττοντος, ἀλλʼ ἐξ οὐρανοῦ μέγα βοῶντος·

[*]((X416))

σχέσθε, φίλοι,καὶμʼ οἶον ἐάσατε, κηδόμενόν περ, σώζειν ὑμᾶς, καὶ μὴ περιορᾶν ὑπʼ ἀλλήλων κακουμένους.