Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ταύτῃ τοι καὶ ὁ πρὸς τὸ ἀγαθὸν ἔρως ἔχει. Ἐφίεται μὲν γὰρ αὐτοῦ ἡ ψυχή· τί δὲ οὐ μέλλει; ταὶ πολεμεῖ τῷ κακῷ· τί δὲ οὐ μέλλει; ἀλλʼ οὐκ ἔστιν αὐτῇ οὔτε ὧν ἐφίεται καθαρῶς τυχεῖν, οὔθʼ οἷς πολεμεῖ μὴ περιπεσεῖν ἐξ ἀνάγκης.

Οὔπω λέγω τὴν μοχθηρὰν [*](3 τίς οὔτωος ἀνόητος καὶ ἐπιμανὴς καὶ κακοδαίμων τοῦ ἔρωτος or 30 3 d τίς οὕτως sq. || 11. 12 ἐφίεται .. τἀγαθοῦ ἡ ψυχὴ cf Themist. π. ἀρετῆς 22 (443) ,,die Seele des Menschen ist von Natur geneigt das Gule zu begehren“ sq. 13. 14 οὐκ ἔστιν αὐτῇ ὧν ἐφίεται καθαρῶς τυχεῖν scil. propter ἀσθένειαν vi. or. 38. 61 ;8 7 d; 2.10a || 15 τὴν μοχθηρὰν ψυχὴν sq.vi.or 38. 6 i) [*](1 εἰ ταῦτα — 2.3 δεδορκότες v (: ἀνέχει) 3 τίς — 3 .4 κα- κοδαίμων ν (: ἐπιμανὴς)) [*](5 ῥίψιν] in mge τὴν ἐπὶ τῷ ὕπνῳ κατάκλισιν λέγει V (rubr. col.) (man. recent )) [*](1 ὑπάρχει ΖG (suprascr. οι) p || 2.3 διηνεκῶς (om. Ζ) πρὸς αὐτὸν δεδορκότες codd. praeter RAW p || 3. 4 καὶκοδαίμων R! 7 θᾶττον — 8 ἥλιος om. HB | δʼ ἀνεὶς (scil. τοῦ δρόμου) σταίη Hob. δʼ ἀνισταίη RW δʼ ἂν σταίη certt (θ) δʼ οὖ σταίη Dav. (Duebn.) || 8 νὴ Δία, ἢ ἀνέχοιντο Hob. λίαν δʼ ἔχοιντο (i. e. ΔΙΑΝ [Ν pro H ut p.19. 2 R al.] AEXOINTO) codd. ἢ ἀνάσχοιτο φα(δΔ) || 9 ἀλλὰ] μᾶλλον Reiske | ἀνάγκη T (eras. σ) MNEDEGXY α(δ) corr Markl || 10 〈τὴν〉 νύκτα codd praeter RAWZ || 11 τοι om. BB || 12 μέλει PGX(H?) || 13 αὐτὴ V (pr. man ) | 14 οὔτε (pro οὐθ) οἷς α(δ) || 15 καὶ οὔπω eiske)

393
ψυχήν (αὕτη μὲν γὰρ πάγκακός τις, καὶ ἀγαθῶν ἄμοιρος, καὶ ἐν ἐλπίσιν ἄπιστος, καὶ ἐν εὐτυχίᾳ ἀκροσφαλής), ἀλλὰ τὴν ἐπιεικῆ καὶ φρονήσεως ἐπήβολον·

φέρε ἴδω πότερα καὶ ταύτην φῶμεν ἐπιλαβομένην τῆς ἀρετῆς εὐροίᾳ τινὶ βίου καὶ εὐτυχημάτων ἀκμῇ συγγίγνεσθαι ἀεί; τοῦτο μὲν ἀμήχανον ἐν ἀνθρωπίνῃ φύσει·

πολλὰ γὰρ τὰ ἐν ποσίν, καθάπερ ἀνδρὶ κούφως θέοντι ὀρύγματα καὶ κρημνοὶ καὶ βάραθρα καὶ τειχία·

ἐν οἷς ὁ μὲν ἀμαθὴς τῆς ὁδοῦ, καὶ μαλθακὸς θεῖν, καὶ διαπηδᾶν ἀσθενής, καὶ παραθεῖν ἀκροσφαλής, πταίει καὶ σφάλλεται καὶ ἀποδειλιᾷ·

ὁ δὲ ἀγαθὸς καὶ δρομικὸςἀνὴρ καὶ ἐπιστήμων τῆς ὁδοῦ, κατὰ μὲν τὴν ῥώμην ὀξέως θεῖ, κατὰ δὲ τὴν ἐμπειρίαν ἀπλανῶς, κατὰ δὲ τὴν τέχνην ἀσφαλῶς· οἶδε μὴν τίς μὲν τῆς ὁδοῦ ἡ λεία καὶ ἄπταιστος, τίς δὲ ἡ διεσκαμμένη, καὶ ἀναγκαία [*](13b)μὲν διελθεῖν, ἀπροαίρετος δὲ τῷ θέοντι.