Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ τί τούτων ἔσται μέτρον; τίς τῆς ἐξ ἡδονῶν εὐδαιμονίας ὅρος; ποῖ στησόμεθα; τίνι δῶμεν

τὰ νικητήρια φέροντες; Τίς ὁ μακάριος ἀνὴρ οὗτος καὶ ἄγρυπνος καὶ ἐπίπονος, ὅν οὐκ ἔλαθεν οὐδὲ ἐξέφυγεν οὐδεμία ἡδονή, οὐ νύκτωρ, οὐ μεθʼ ἡμέραν, ἀλλὰ ἀποτείνασα αὐτῷ ἡ ψυχὴ τὰς αἰσθήσεις πάσας, καθάπερ ὁ θαλάττιος πολύπους τὰς πολλὰς κόμας, διὰ τούτων πάντοθεν τὰς ἡδονὰς ἐπάξεται πάσας ὁμοῦ;

Πλάττωμε, εἰ δυνατόν, τοιαύτην εἰκόνα, ἄνδρα εὐδαίμονα τὴν ἐξ ἡδονῶν εὐδαιμονίαν· ὁρῶντα μὲν τὰ [*](3. 4 αἰτίζων . . ἀκόλους sq. vi. or. 38. 7 e vers. finem cf Dio Chrys. 1. 50 Plut. rect. rat aud. 10 ||5 ἄορας οὐδὲ λέβητας vi or 29 7 a etiam or. 11. 6 c; 13.3 b || 6 Μιθαίκου ὄψον vi. or 15 4 b || 6. 7 Σαράμβου οἶνον cf. Plat Gorg. 518 b Themist. 23. 297 d Arist. or. 46. 317 || 8 Κόννου ῴδήν vi. or. 38. 4 d cf. Plat. Euthyd 272 c Menex. 235 d || 9.10 τίνι δῶμεν τὰ νικητήρια φέ- ροντες ut or. 36.3 a) [*](6 παρὰ μὲν — 8 ᾧδήν n) [*](4 ἀκόλους in mge ψωμούς (vet schol. a) (rubr) 5 ἄορας mg μαγειρικὰ (-γιρ- R σκεύη (vet. schol. a) V (rubr)) [*](1 ταπεινὴν δὲ 〈οὐδὲ BQV φα(δ Δ) praeter Dav. ταπεινὴν 〈οὐ〉δὲ Reiske || 5 ἄορας BH (man. alt ) δόρος (i. e. AOPAC) RH (pr. man GV δέρας MNα(δ) corr. Heins. || 6 in mge CHMEIWCAI) (schol.vet.u) k || 7 Μιλησίου Hob Κόννου Rn Κόνου cett.(δ) sed vi. or. 38. 4 d | ἑταίραν] κιθάραν Heins || 8 Κόννου Hob. Μιλη- σίου φ Νδελησίου cert. (δ Δ) praeter Dav || 9 ποῖ] ποῦ nescio unde Δ στησώμεθα Mδα(δ) corr. Markl. || 10.11 ἀνήρ; οὖτος Δ ἀνὴρ οὕτως harkl. || 14 τὰς πολλὰς κόμας] τοὺς πλοκάμους Markl. 16 εἰδυνατόν]ἀδυνατόν B ἀνδρὸς B | 17 εὐδαίμονα] εὐδαιμονίαν B)

387
ἥδιστα τῶν χρωμάτων, ἀκούοντα δὲ ἡδίστων ψόφων, ὀσφραινόμενον ὀδμῶν τερπνοτάτων, γευόμενον χυμῶν ποικιλωτάτων, χλιαινόμενον, ἀφροδισιάζοντα ὁμοῦ· ἐὰν γὰρ δῷς χρόνον, καὶ διαστήσῃς τὰς ἡδονάς, καὶ τὰς αἰσθήσεις διέλῃς, κολούσεις τὴν εὐδαιμονίαν· πᾶν γάρ, ὅ παρὸν εὐφραίνει, ἀφαιρεθὲν λυπεῖ.

Καὶ τίς ἀνά σχοιτο ψυχὴ ἡδονῶν τοσούτων ὄχλον ἐπιρρέοντα αὐτῇ καὶ ἐπιφερόμενον, καὶ μηδεμίαν ἀνακωχὴν μηδὲ ἀναψυχὴν παρεχόμενον; ἀλλʼ οὐκ ἀθλιώτατα εἰκὸς διάγειν, καὶ ἐπιθυμεῖν καταβολῆς, καὶ ἀναπαύλης ἐρᾶν; χρονίζουσα γὰρ ἡδονὴ λύπην γεννᾷ.