Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Τίνος δ᾿ ἂν καὶ εἵνεκα [*](6 μάρτυρας sq. cf. Plat. apol. 33 d || 8 ἱκετεύων sq. cf. Plat. apol. 34c || 17 πῶς sq. cf. Epict. diss. IV 4. 22 || 19 ἀγωνιστὴν vi. or. 15. 7c καλός γε sq. || 21 τίνος sq nam quae (spreta Lysiae apologia) ἐν δικαστηρίῳ dixit non apologia ea erat sed βίου ἀπό- δειξις cf. Xenoph apol. 9) [*](1 〈τῶν〉 δικαστῶν Mα(δ) Duk. (tacite) | ἀντερητόρευεν Rn || 3 ἀπαγωγὴν α(δ) def. Markl. | συνκειμένην R! || 5 τεκμηρίοις (οις in ras.) R! || 7 ἀξιόχρεως MNφα(δ) ἀξιοχρέων Reiske || 9 δά- κρυον MNα(δ) || 11 κλαυμυριζόμενα (cf. Photius s v. κλαυμυρί- ζεται) R! κλαυθμυριζόμενα cett. (δΔ) || 13 αὐτοῦ ÷ καὶ R! | καὶ (ante ἀφῆκαν) om. α(δ) || 14 ὢ καλοῦ α(δΔ) | Λύκιον R!B || 15 ἄλας (pr. man.) R! || 16 σεσωσμένοι (ω in ras.) R! || 17 σπά- νιον τὸ] ἐπανιόντα HB Heins. (Δ) παριόντα Canterus || 18 τοῦ- τον τὸν] τοιοῦτον Markl.)

35
ἀπελογήσατο Σωοκράτης ἐπʼ ἐκείνων τῶν Ἀθηναίων; ὡς ἐπὶ δικαστῶν; ἀλλὰ ἄδικοι· ὡς ἐπὶ φρονίμων; ἀλλὰ ἀνόητοι· ὡς ἐπὶ ἀγαθῶν; ἀλλὰ μοχθηροί· ὡς ἐπὶ εὐμενῶν; ἀλλὰ ὠργίζοντο· ὡς ἐπὶ ὁμοίων; ἀλλὰ ἀνομοιότατοι· ὡς ἐπὶ κρειττόνων; ἀλλὰ χείρους ἦσαν· ὡς ἐπὶ

χειρόνων; καὶ τίς κρείττων χείρονι ἀπελογήσατο; τί δʼ ἂν καὶ εἶπεν ἀπολογούμενος; ἆρα ὡς οὐκ ἐφιλοσόφει; ἀλλὰ ἐψεύδετο ἄν· ἢ ὅτι ἐφιλοσόφει; ἀλλὰ ἐπὶ τούτῳ ἐχαλέπαινον.

Ἀλλὰ νὴ Δία τούτων μὲν οὐδέν, ἀπολύεσθαι [*](δʼ) ἐχρῆν τὴν αἰτίαν, ὡς μήτε διέφθειρεν τοὺς νέους, μήτε καινὰ δαιμόνια ἐπεισέφερεν.

Καὶ τίς τεχνίτης τὸν ἄτεχνον πείθει ὑπὲρ τῶν κατὰ τὴν τέχνην; ποῦ γὰρ Ἀθηναίοις συνιέναι, τί μὲν διαφθορὰ νέων, τί δὲ

ἀρετή; καὶ τί μὲν τὸ δαιμόνιον, πῶς δὲ τιμητέον; οὐ γὰρ τῷ κυάμῳ λαχόντες δικασταὶ χίλιοι ταῦτα ἐξετάζουσιν, οὐδὲ Σόλων τὶ ὑπὲρ αὐτῶν γέγραφεν, οὐδὲ οἱ Δράκοντος σεμνοὶ νόμοι·