Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Καὶ διὰ τοῦτο, ὡς ἔοικεν, Τριβαλλοῖς ἐπολέμει, Ἰλλυριοῖς ἐπῄει, ἐπολιόρκει Βυζάντιον, κατέσκαπτεν Ὄλυνθον, Ἀθηναίους ἐξηπάτα, Θετταλοῖς συνετίθετο, Θηβαίοις ἐσπένδετο, Ἐλάτειαν ἐλάμβανεν, Φωκέας ἀνίστη, ἐπιώρκει, ἐψεύδετο, ἐπηροῦτο· οὐδὲν ἦν Φιλίππῳ [*](ΜΓ΄) ἀπώμοτον, οὐ ῥῆμα, οὐκ ἔργον, οὐκ αἰσχύ|νη, οὐκ [*](121a) ἀδοξία. Ἐρώμεθα τὸν Φίλιππον·

‘Τίνος ἀντικαταλλάττῃ πόνους τοσούτους, καὶ κινδύνους πραγμάτων, καὶ πηρώσεις σωμάτων; κακοδαιμονίας ἐρᾶς’; Γελοῖον τὸ ἐρώτημα. Ἀλλʼ οὐχ εὗρε δήπου τὸ ζητούμενον ὁ Φίλιππος, ἀλλʼ ἐξανασ〈τᾶσα ἔλα〉θεν αὐτὸν ἡ εὐδαιμονία. Καὶ διὰ τοῦτο ὁ Ἀλέξανδρος, χαίρειν τὲ τῇ Εὐρώπῃ φράσας, ὡς ἐρήμῳ ἀγαθῶν, εἰς τὴν Ἀσίαν ἐπεραιοῦτο, ὑποπτεύων τὴν εὐδαιμονίαν ἢ ἐν Σάρδεσιν ἐν τῷ χρυσῷ ψήγματι κατορωρύχθαι, ἢ ἐν Καρίᾳ ἐν τοῖς [*](Ed. Duebn. p. 138) Μαυσωλοῦ θησαυροῖς, ἢ ἐν τοῖς Βαβυλωνίων || τείχεσιν, ἢ ἐν τοῖς Φοινίκων λιμέσιν, ἢ ἐν ταῖς Αἰγυπτίων ἠόσιν, ἢ ἐν ταῖς Ἀμμωνίων ψάμμοις.