Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

ἢ καὶ οὗτος ἐπὶ ταὐτὰ σπεύδων ταῦτα ἔδρα; ὁ μὲν γὰρ Ξέρξης καὶ ἀμφισβητῆσαι ἄν μοι δοκεῖ πρὸς τὸν Δία περὶ εὐδαιμονίας (τοσοῦτον αὐτοῦ οἶμαι ἐπειλῆφθαι | αὐτῆς), καὶ ὅτι αὐτῷ ἡ Ἀσία πρὸς τὴν Εὐρώπην [*](120b) ξυνεδεῖτο θαλαττίαις ὁλκάσιν εἰς γεφύρας σχῆμα ἐφημέρῳ δεσμῷ.

Καὶ μὴν Ὁμήρῳ ὁ Ποσειδῶν ἰσοτιμίαν ἄγει, παρὰ δὲ τούτου, ὡς ᾤετο, καὶ πληγὰς λαμβάνει, εἰς δεσμωτήριον ἐμβάλλεται.