Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Πότερον ἐπιθυμίας ἐργαστικώτερον, πόλεμος, ἢ γεωργία; Καὶ μὴν τὸ μὲν ἀκόρεστον, τὸ δὲ φειδωλόν· ἀκόρεστον μὲν ὁ πόλεμος, φείδωλον δὲ ἡ γεωργία.

Καὶ τὸ μὲν παντοδαπὸν ὁ πόλεμος, ἀπλοῦν ἡ γεωργία· καὶ τὸ μὲν ἄδηλον, τὸ δὲ ὡμολογημένον. Τί γὰρ ἂν εἴη ἀδηλότερον τῆς ἐν πολέμῳ τύχης; βέβαιος δὲ ὁ ἐν γῇ πόνος. Πόλεμος ὑπʼ εὐτυχίας μάλιστα θρασύνεται, ἡ δὲ γεωργία ὑπʼ εὐκαρπίας σωφρονίζεται.

Εἰ δὲ καὶ ὁ θυμὸς ἀνθρώπῳ σύνοικος, χαλεπὸς καὶ δεόμενος πολλῆς παιδαγωγίας, τί, ἂν ᾖ, θυμοῦ παρασκευαστικώτερον πολέμου