Dialexeis
Maximus of Tyre
Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.
Ὢ στρατιωτικοῦ καλοῦ, καὶ αὐτουργοῦ, καὶ μεστοῦ ἐλευθερίας· ὦ γῆς καὶ γεωργίας καλὰ καὶ γενναῖα θρέμματα, ὡς ὑμῶν ἐπαινῶ μὲν τὰς ἀρετάς, ἐπαινῶ δὲ καὶ τὰ ὅπλα, οἷς ὑπὲρ τῆς οἰκείας || γῆς ἐμαχέσασθι, [*](Ed. Duebn p. 122) ὑπὲρ ἀμπέλων, ἃς ἐκάμετε, ὑπὲρ ἐλαῶν, ἃς ἐφυτεύσασθε. Ἀπὸ τοιούτων πάλιν ἐπὶ τὴν γῆν ἤλθετε, ἐκ πολέμων γεωργοί, ἐκ γεωργῶν ἀριστεῖς. τῆς καλῆς ἀντιδόσεως.
Ἀλλὰ Πέρσαις μὲν | αἱ παλλακίδες ἕπονται, ἵνα μάχωνται καλῶς ὑπὲρ τῶν φιλτάτων· γεωργὸς δὲ ἀνὴρ [*](Xenoph. oecon. 13 ἢν δʼ ἄρα ὑπὸ πλήθους ποτὲ στρατευμάτων τῶν ἔργων στερηθῇ ἡ γῇ, οἱ ἐν τῇ γεωργίᾳ ἀναστρεφόμενοι καὶ σφοδρῶς καὶ ἀνδρικῶς παιδευόμενοι, οὖτοι εὖ παρεσκευασμένοι τὰ σώματα καὶ τὰς ψυχὰς δύνανται ἰόντες εἰς τὰ τῶν κωλυόντων λαμβάνειν ἀφʼ ὧν θρέψονται) [*](6 βαρβαρικοῦ στόλου vi. or. 23. 3 c αὖθις δὲ sq. || 10 ὦ γῆς . . καλὰ καὶ γενναῖα θρέμματα ut or. 7. 6 c) [*](17 in mge σημείωσαι ὅτι ἐν ταῖς μάχαις | αἱ Περσῶν παλ- λα|κίδες συνέπον|ταί αὐτοῖς (schol. vet a) R!) [*](1 οἵων (ν in ras.) R! || 5 αὐτοῖς (οι in ras.) R! || 6 βαρβαρι- κοῦ ÷ στόλου ÷ ἐπὶ R! || 7 στρατιῶται 〈αὐτοσχέδιοι〉 Reiske ὀργιζόμενοι] ἐργαζόμενοι Markl. (Duebn.) ὡς ἔτυχον (ὀργῇ) ὁπλιζό- μενοι Reiske (Meiser) || 8 ἡννιμάχος α(δ) corr. Leopardus (Emend. XVIII 28) ὕννει μαχόμενος Scaliger || 13 ἀμπέλων, ἃς] ἀμπελῶνας RHMN ἀμπελῶνος cett. (δ) corr. Dav. | ἐλαῶνας R (ων in ras.) HMN ἐλαῶνος cett. (δ) ἐλαιῶν ἃς Δ || 13. 14 〈οὗ 〉 ἐφυτεύσασθε Steph. 15 πολεμικῶν Meiser || 17 in mge ϹΗ(μειωϲαι) (vet. schol. u) R!)
δῃουμένου; Ἐὰν δὲ παραβάλῃς τῷ στρατιωτικῷ τούτῳ τὰ ὕστερα, εὑρήσεις μὲν πλείστους, ἀλλʼ οὐ νικηφόρους· ὁπλίτας, ἀλλὰ μισθοφόρους, ὁπλίτας ἐσκιατροφημένους, ὁπλίτας ὑβριστάς, ἐν Σικελίᾳ ἡττωμένους, ἐν Ἑλλησπόντῳ λαμβανομένους.
Τὰ δὲ Περσικὰ εἰ λέγοις, στρατιωτικόν μοι καὶ τοῦτο λέγεις ἐκ γεωργίας. Πότε γάρ ποτε Μῆδοι μὲν ἡττῶνται, κρατοῦσιν δὲ Πέρσαι; ὅτε Πέρσαι μὲν ἐγεώργουν ἔτι, Μῆδοι δʼ ἐπολέμουν, τότε ἦλθεν αὐτοῖς ἀγὼν κύριος. Στρατιωτικὸν ἐν Πασαργάδαις νενικημένον, γῇ τραχείᾳ ὑπʼ αὐτουργίᾳ στρατιώτας διαπεπονημένους· ἀλλʼ ἐπεὶ γεωργοῦντες ἐπαύσαντο οἱ Πέρσαι, καὶ τῆς γῆς ἐπελάθοντο, καὶ τῶν ἀρότρων καὶ τῶν ἀμητηρίων, τότε ἀπέβαλλον καὶ τὰς ἀρετὰς ὁμοῦ τοῖς ὀργάνοις.
[*](5 μισθοφόρους vi. or. 14. 5 d καὶ γὰρ ὁ ἀριστεὺς sq. || 5. 6 ἐσκιατροφημένους cf. Muson. ap. Stob. flor. 58. 18 ὑγιεινότερον τοῦ σκιατροφεῖσθαι sq. vi. ad p. 294. 17 7 τὰ Περσικὰ sq. vi. or 23. 4 a γεωργοῦσιν Ἀσσύριοι sq. || 9 πότε sq. ut or 41. 4 h)[*](3 δὲ 〈σὺ〉 παραβάλῃς α(δ) δὲ καὶ παραβάλῃς Markl. 4 πλείστους] πελταστάς Markl. || 9 πότε γάρ, πότε ϛ(δ Δ) 11 ἄγων Κῦρος φ α (δ Δ) pessime || 11. 12 στρατιωτικὸν scil. λέγεις (quod si addi malueris, ante γῇ ponatur) 12 νενικημένον] ἠσκημένον φ α (θ) ἐνησκημένον Markl. (Duebn.) γεγεννημένον Dav. κεκονιμένον Schenkl | γῆ τραχεῖα R γῆς τραχείας Schenkl ὑπʼ] ἐπʼ N α (δ) || 16 ἀπέβαλλον RM (man. alt. λ add.) ἀπέβαλον cett. (δ Δ))Ὅτι οἱ σύμφωνοι τοῖς ἔργοις λόγοι ἄριστοι.
Ἦλθεν εἰς Ἕλληνας ἐκ τῆς Σκυθῶν γῆς τῶν ἐκεῖ βαρβάρων ἀνὴρ σοφὸς σοφίαν οὐ πολυρρήμονα οὐδὲ λάλον· ἀλλʼ ἦν αὐτῆς τὸ κεφάλαιον βίος ἀκριβής, καὶ γνώμη ὑγιής, καὶ λόγος βραχύς, εὔστοχος, ἐοικὼς οὐ πελταστῇ μισθοφόρῳ, ἀπροοράτως θέοντι, ἀλλʼ ὁπλίτῃ βάδην ἰόντι καὶ κινουμένῳ ἀσφαλῶς.